# Commentarii ad Homeri Odysseam 2.174.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.174.1

μὲν οὕτως ἀπαρνεῖται καλλωπίσασθαι πρὸς τέχνην. τὸ δ' ἄλλως πως γίνεται φυσικῶς. γλυκὺς γὰρ οὕτω συμβὰν ὕπνος θεόθεν αὐτῇ χεύεται. εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δὲ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ κλιντῆρι. (Vers. 190.) τέως δ' ἄρα, ἤγουν ἐν τοσούτῳ, Ἀθήνη ἄμβροτα δῶρα ἐδίδου, ἵνα μιν θηησαίατο Ἀχαιοὶ γενομένην ἑαυτῆς καλλίονα. (Vers. 192.) καὶ ἑρμηνεύων τὰ θεῖα δῶρα ἐπάγει· κάλλεϊ μέν οἱ πρῶτα πρόσωπα καλὰ κάθῃρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτ' ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δ' ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. καὶ ἡ μὲν Ἀθηνᾶ ποιήσασα οὕτως ἀπέβη. αὐτὴ δὲ ἀφυπνισθεῖσα ποιεῖ τὰ ἐφεξῆς. καὶ ἐπιφαίνεται ἀναγκαίως. εἰ γὰρ καὶ ἄλλοτε τοῖς μνηστῆρσι προὐνοεῖτο ἐμφανίζεσθαι, ἵνα ἐλπιδοποιῇ καὶ μὴ πάσχῃ βίαν, ἀλλὰ νῦν μάλιστα τοιαύτης οἰκονομίας χρεία τῷ ποιητῇ τά τε ἄλλα, καὶ ἵνα εἰς πλέον φιληθείη τῷ ἀνδρὶ πολλῶν ἕνεκεν. καὶ ἄλλως δὲ χρὴ τὸ τῆς μνηστηροφονίας ἔπαθλον τὴν καλὴν Πηνελόπην θεαθῆναι τῷ Ὀδυσσεῖ, ὡς ἂν ἐπὶ μᾶλλον πρόθυμος ἀγωνίζοιτο. (Vers. 160.) Ἰστέον δὲ ὅτι τὸ, πετάσειε θυμὸν μνηστήρων, ἀντὶ τοῦ διαχέοι, ἐκ μεταφορᾶς ἐῤῥέθη τῶν διαπεταννυμένων σωμάτων· ὅθεν καὶ πόρων διαπέτεια παρὰ τοῖς σοφοῖς· ἵνα λέγῃ, ὅτι τοῖς μνηστῆρσιν αἱ ψυχαὶ συγκεχυμέναι καὶ οἷον πεπιλημέναι διὰ τὸ δύσελπι, ὅμως διαπετάννυντο, ἡνίκα τὴν ἐρωμένην ἔβλεπον. καὶ ἄλλως δὲ, τὸ πετάσειεν ἐκ μεταφορᾶς τῶν πετομένων ἀντὶ τοῦ, κούφους καὶ μετεώρους ταῖς ἐλπίσι ποιήσειε. (Vers. 161.) Τὸ δὲ, θυμὸν μνηστήρων, εἶχε μὲν ὁ ποιητὴς καὶ ἀντωνυμικῶς φράσαι, οἷον, θυμὸν αὐτῶν ἢ σφέων, διὰ τὸ ἀνωτέρω ἐγγὺς τῶν μνηστήρων μνησθῆναι. ἔφρασε δὲ ὅμως, ὡς ἔτυχε, κατὰ λόγον σχεδιασμοῦ. (Vers. 163.) Τὸ δὲ, ἀχρεῖον ἐγέλασεν, ἀντὶ τοῦ ἄκαιρον καὶ πρὸς οὐδεμίαν χρείαν. Ἀττικοὶ δέ, φασι, τὴν λέξιν ταύτην προπαροξύνουσιν, ἄχρειον λέγοντες. Αἰδοῦς δὲ τὸ τοιοῦτον ἄρτι γέλασμα καὶ ὡς οἷον ἐπικρίσεως τοῦ μὴ πάνυ ἀναγκαῖον εἶναι τὸ νῦν ἔργου, ἀλλὰ ἀφελέστερον. καὶ ἄλλως δὲ ποιητικὴ θεωρία τοῦτο, ἐμφαίνοντος Ὁμήρου, ἀστεῖον εἶναι τὸ γενησόμενον καὶ μειδιάματός τινος ἄξιον. διὸ μετ' ὀλίγα γήθησεν Ὀδυσσεὺς, ἐφ' οἷς ἡ γυνὴ ἄρτι ποιεῖ. προοίμιον οὖν τι ὁ ῥηθεὶς γέλως τῇ σοφῇ Πηνελόπῃ, καὶ οὐκ ἦν κάλλιον ἐπινοήσασθαί τι ἐπ' αὐτῇ τοῦ οὕτω γελάσαι. εἰ μὲν γὰρ σπουδαῖον τὸ ῥηθησόμενον, τί ἂν βλάψοι ὁ ἀφελὴς γέλως; εἰ δὲ καὶ ἑτεροῖον, ἐπαινετέα καὶ οὕτως ἡ γυνὴ ὡς προεπαγγελάσασα. καὶ ἔστι τὸ τοιοῦτον ἐνταῦθα σχῆμα ἀμίμητον καὶ κρεῖττον προοιμίου παντός. (Vers. 172.) Ἐν δὲ τῷ, ἐπιχρίσασα παρειὰς, σιγᾷ τὸ τοῦ χρίσματος εἶδος σεμνῶς τε ἅμα καὶ ὅτι μηδὲ καίριον ἦν καὶ τοιούτοις ἐνδιατρῖψαι. (Vers. 173.) δάκρυσι δὲ πεφυρμένη ἀντὶ τοῦ ἠχρειωμένη. καὶ ἔχεταί πως ἡ λέξις τοῦ, χείλεα φύρσω αἵματος. Τὸ δὲ πρόσωπα πληθυντικῶς ἔφη διὰ τὴν κατ' αὐτὰ διάχυσιν καὶ τὴν ἐντεῦθεν διαπέτειαν, ὁποίῳ δή τινι λόγῳ καὶ ἡ Ἰλιὰς ἐν τῇ μονομαχίᾳ πληθύνει τὸ τοῦ Αἴαντος πρόσωπον. καὶ νῦν μὲν ἁπλῶς πρόσωπα· τὰ δ' αὐτὰ ὑποκαταβὰς καὶ πρόσωπα καλὰ φησί. πάντως δὲ πρόσωπον κυρίως ἐπὶ μόνου ἀνθρώπου, εἰ μή πού τις παίζει, ὡς ὁ εἰπὼν, μέγα γλαύκου ἰχθύος πρόσωπον. (Vers. 174.) Τοῦ δὲ πενθήμεναι τὸ κοινὸν πενθῆναι ὡς ἀπὸ τοῦ πένθημι, ὡς κίχημι κιχῆναι· ἢ καὶ ἀπὸ τοῦ πενθῶ πενθαίνω, ὁποῖον καὶ τὸ ὀνομαίνειν καὶ φοραίνειν, ἐξ ὧν ὀνομῆναι καὶ φορῆναι. (Vers. 175.) Τοῦ δὲ τηλίκος ἑρμηνεία τὸ, γενειήσαντα ἰδέσθαι, ὃ τελειότητος δεῖγμα, καθ' ἣν χρησιμεύοι ἂν παῖς μητρί. εἰ δὲ ἀρᾶται γενειήσαντα ἰδέσθαι παῖδα μητρὶ, πολυήρατον ἄρα καὶ τὴν τοιαύτην ἡλικίαν ἔστιν εἰπεῖν. (Vers. 179.) Τὸ δὲ, ἐπιχρίεσθαι ἀλοιφῇ, ἐντελέστερον εἴρηται τοῦ, ἐπιχρίσασα παρειάς. δῆλον δ' ὅτι ὁμώνυμος λέξις ἡ ἀλοιφὴ, ἐπί τε πιμελῆς λεγομένη καὶ στέατος καὶ νῦν ἐπὶ καλλοποιοῦ χρίσματος. (Vers. 181.) Τὸ δὲ, κεῖνος ἔβη, κατ' ἐξοχὴν εἶπεν ἡ γυνή. ὄνομα γὰρ Ὀδυσσέως οὐ πρόκειται. (Vers. 189.) Τὸ δὲ, λύθεν δέ οἱ ἅψεα, λυσιμελῆ δηλοῖ τὸν ὕπνον ἐξεῖναι λέγεσθαι, μὴ μόνον καθότι λύει μελεδήματα θυμοῦ, ὡς ἀλλαχόθι λέγει ὁ ποιητὴς, ἀλλὰ καὶ κατὰ τὸ λύειν τὰ μέλη, ὅ πέρ ἐστιν ἅψεα. (Vers. 190.) Ὁ δὲ κλιντὴρ θρόνου εἶδος καὶ αὐτὸς, περὶ ὃν ἔστιν ἀνακλινθῆναι, ὡς δηλοῖ τὸ, εὗδε δ' ἀνακλινθεῖσα. ὃ καὶ ἐτυμολογικὸς τρόπος ἐστί. (Vers. 192.) Τὸ δὲ κάλλος θεῖόν τι ὑγρὸν ἡ ποίησις πλάττει, ὥς που λέγει καὶ ἡ Ἰλιάς. ἦν δὲ τῷ τοιούτῳ μυθικῶς καὶ νίπτεσθαι, ὡς δηλοῖ τὸ, πρόσωπα καλὰ κάθῃρε τὰ τῷ κάλλει παρωνυμούμενα. ἔτι δὲ καὶ χρίεσθαι. Ἀφροδίτη γὰρ αὐτῷ χρίεται. ἔστι δὲ κάλλος τοιοῦτον ἀμβρόσιον ἀλληγορικῶς ἡ ἐπιπολάζουσα κατὰ πρόσωπον φυσικὴ καλλονὴ καὶ εὐπρέπεια, ὁποία τις καὶ νῦν ἡ τῆς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
