# Commentarii ad Homeri Odysseam 2.175.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.175.1

Πηνελόπης, ᾗ κάλλους αἴτιος καὶ ὁ ὕπνος γίνεται, οἷα τοῦ φιλίου χυμοῦ ἀναδοθέντος καὶ εἰς ἔρευθος φυσικὸν τῷ προσώπῳ ἐπανθήσαντος· ὅ περ οὐ κατά τινα τεχνικὴν Ἀθηνᾶν Ὅμηρος πλάττει γενέσθαι, ἀλλ' ἑτέρως κατὰ τὸ σεμνὸν τοῦ μύθου, ᾧ μάλιστα χαίρειν οἶδε ποίησις. Ἰστέον δὲ ὡς οὐ μόνον μύθου πλάσμα τὸ κάλλος, ἀλλὰ καὶ ἄλλως μύρον τι πραγματικῶς, χρήσιμον εἰς ἐπιποίησιν κάλλους, καθὰ καὶ πρὸ ὀλίγων εἴρηται. οὕτω δὲ καὶ τὸ μεγαλεῖον μύρον, εἰ καὶ δοκεῖ τισὶν ἐπαινετικῶς εἰρῆσθαι προπερισπώμενον, ἀλλὰ πρὸς ἀκρίβειαν μεγάλλιον ἐν δυσὶ γράφεται λλ προπαροξυτόνως διὰ τοῦ ι, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὑπεκρούσθη. ὁ μεγάλος μὲν γὰρ παροξυτόνως ἐπίθετόν ἐστιν, οὗ κλητικὴ ἑνικὴ παρ' Αἰσχύλῳ τὸ, ὦ μεγάλε Ζεῦ, καὶ πληθυντικὴ ἀναλόγως εὐθεῖα, οἱ μεγάλοι. ὁ Μέγαλλος δὲ προπαροξυτόνως ἐν διλαμβδίᾳ κύριον ὄνομα κατὰ τοὺς παλαιούς. ᾧ παρώνυμον τὸ ὑπ' ἐκείνου εὑρεθὲν Μεγάλλιον μύρον. Σικελιώτης δὲ ἢ Ἀθηναῖος ἱστορεῖται εἶναι ὁ εἰρημένος Μέγαλλος. Ὅτι δὲ κάλλος καὶ ἐπὶ ἀλεκτρυόνος κεῖται, ἀλλαχοῦ δηλοῦται. (Vers. 193.) Τὸ δὲ τῆς Κυθερείας χρίσμα ἐμφαίνει κατὰ ἔρωτα ταῖς γυναιξὶ χρηστὰ εἶναι τὰ πρὸς κάλλος χρίσματα καὶ, ὡς εἰπεῖν, διὰ τὸ ἐπαφρόδιτον, καὶ μάλισθ' ὅτε πανηγυρίζουσι. τοῦτο γὰρ ὡς ἐκ μέρους ὁ τῶν Χαρίτων ἄρτι δηλοῖ χορὸς, περὶ οἷα μάλιστα γυναῖκες εὐδοκιμοῦσιν, ὡς ἄνδρες περὶ ἀεθλεύματα. (Vers. 194.) ὡς δὲ φίλαι τῇ Ἀφροδίτῃ αἱ Χάριτες, καὶ ἡ θῆτα ῥαψῳδία ἐδήλωσεν. ἐνταῦθα δὲ ἰστέον, ὅτι ἐκ τῶν Χαρίτων καὶ τὰ Χαρίσια παρωνόμασται. παννυχίδες δὲ ταῦτα ἦσαν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες, ὅτε πειραμοῦς εἰς ἔπαθλον ἐδίδοτο τοῖς διηγρυπνήσασι καί τινα πέμματα, καλούμενα καὶ αὐτὰ χαρίσια ἐκ τῆς τῶν ἀναιρουμένων αὐτά, φασι, χαρᾶς. Εὔβουλος· εἶτ' εὐθὺς ἐξεπήδησα πέττουσα τὸν χαρίσιον. ἡ δὲ ἀναλογία τοῦ πυραμοῦντος, ὡς σησαμοῦς σησαμοῦντος. τῶν τις δὲ παλαιῶν καὶ μάζαν παρονομάσας ἐπίχαριν χαριτοβλέφαρον ὠνόμασε. δῆλον δὲ, ὅτι καὶ κύριόν ἐστιν ὄνομα ὁ Χαρίσιος. (Vers. 195.) Τὸ δὲ, μακρότερον καὶ πάσσον τοῦ σώματος, καὶ ἐπὶ τῷ Ὀδυσσεῖ φθάσασα ἐνήργησεν ἡ τοῦ μύθου Ἀθηνᾶ ἐν ἑτέρῳ τε τόπῳ καὶ πρὸ ὀλίγων, ὅτε αὐτῷ πυγμαχήσοντι μέλεα ἤλδανε. οὕτω δέ πως καὶ ὁ τοῦ μύθου Ζεὺς ἐν Ἰλιάδι τὸν βασιλέα ἐσέμνυνεν ἐκπρεπέα καὶ ἔξοχον ἐν τοῖς τότε ποιήσας, οὐχ' ἁπλῶς, ἀλλὰ περί τινα μίαν ἡμέραν. Ἰστέον δ' ἐνταῦθα καὶ ὅτι πάσσων μὲν, πάσσονος ὁ παχύτερος. πάσσος δὲ, πάσσου, οἶνός τις ἐν τοῖς τοῦ Ἀθηναίου. (Vers. 196.) Πριστὸς δὲ ἐλέφας τὸ ἐλεφάντινον ὀστοῦν πρὸς διαστολὴν τοῦ ζῴου. ἐκεῖνο μὲν γὰρ μέλαν ἐπιφαίνεται, καθὰ δηλοῖ καὶ ὁ εἰπὼν αὐτὸν Ἰνδὸν θῆρα κελαινόῤῥιον. (Vers. 182.) Ὅτι αἰτίαν ἀποδιδοὺς ὁ ποιητὴς τοῦ μετὰ ἀμφιπόλων τὴν Πηνελόπην ἐφίστασθαι τοῖς μνηστῆρσι πλάττει αὐτὴν κελεύουσαν τῇ Εὐρυνόμῃ, προσκαλέσασθαι ἔνδον ἐκ τῆς γυναικωνίτιδος ἀμφιπόλους Αὐτονόην τινὰ καὶ Ἱπποδάμειαν, ἵνα παραστῶσι, φησὶν, ἐν μεγάροισιν· οἴη δ' οὐκ εἴσειμι μετ' ἀνέρας· αἰδέομαι γάρ. καὶ Εὐρυνόμη μὲν ἄπεισιν, ὑπνοῖ δ' ἐν τοσούτῳ ἡ Πηνελόπη· καὶ μεταβραχὺ αἱ ἀμφίπολοι ἦλθον φθόγγῳ ἐπερχόμεναι. (Vers. 199.) τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκεν. οὐ γὰρ ἦν βαθὺς, ἀλλ' ὁποῖος παρὰ Σοφοκλεῖ ὕπνος ἄϋπνος. Ὅτι ἀφυπνισθεῖσα ἡ Πηνελόπη, ὡς ἐῤῥέθη, (Vers. 200.) ἀπωμόρξατο χερσὶ παρειὰς, ἀρκεσθεῖσα εἰς ἐπιποίησιν κάλλους τῷ οὕτω ποιῆσαι, εἶτα καὶ πορισαμένη νόημα ἐκ τοῦ κατ' αὐτὴν αἰφνιδίου ὕπνου, φησίν· (Vers. 201.) ἦ με μάλα αἰνοπαθῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ αὐτίκα νῦν, ἵνα μηκέτ' ὀδυρομένη κατὰ θυμὸν αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο παντοίην ἀρετὴν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν. ἁρμόζει δὲ ταῦτα γυναικὶ πάσῃ παθαινομένῃ ἐπὶ φίλῳ ἀνδρὶ ἀποδήμῳ. (Vers. 202.) Σημείωσαι δὲ ὅτι ὥς περ μαλακὸν θάνατον εἶναι λέγει τὸν αὐτίκα νῦν, οὗ περ αἰτία γυναιξὶ παρὰ τῷ ποιητῇ Ἄρτεμις, οὕτω καὶ μαλακὸν κῶμα ὁ αὐτίκα νῦν ὕπνος, ὁποῖον ἄρτι Πηνελόπη ὕπνωσε. (Vers. 205.) κάλλιον δὲ νῦν τὸν Ὀδυσσέα ἡ γυνὴ ἐπῄνεσε, ἤ περ ὅτε κλέος εὐρὺ αὐτοῦ εἶπε καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. (Vers. 206.) Κεῖται δ' ἐν τούτοις καὶ ὑπερῷον σιγαλόεν, καθὰ καὶ πρὸ ὀλίγων· κατέβαινε γάρ, φησιν, ὑπερώϊα σιγαλόεντα. (Vers. 202.) Ὅτι δὲ τὸ μαλακῶς θανεῖν συγγενές τι τῷ μαλακῶς ὑπνῶσαι, δηλοῖ καὶ Ἡσίοδος ἐν τῷ, θνῆσκον δ' ὡς ὕπνῳ δεδμημένοι. (Vers. 201.) Σημείωσαι δὲ ὅτι τε ὥς περ ζῶ ζῶμα, βρῶ βρῶμα, τρῶ τρῶμα Ἰωνικῶς ἡ βλάβη, οὕτω καὶ κῶ κῶμα ὁ ὕπνος. καὶ ὅτι καθὰ δέσμα μὲν ἔφη ὁ ποιητὴς, οὐ μὴν δὲ καὶ ὁ δεσμὸς εὕρηται παρ' αὐτῷ, οὕτω καὶ κῶμα μὲν οἶδεν, οὐ μὴν δὲ καὶ τὸν κῶμον, οὗ τῇ χρήσει πλεο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
