# Commentarii ad Homeri Odysseam 2.177.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.177.1

καλὰ, εἰδότα δὲ καὶ τὰ μὴ τοιαῦτα, ἐν τῷ μαθεῖν αὐτὰ κανόνι τοῦ γ' ἐσθλοῦ κατὰ τὴν τραγῳδίαν. εἰ δὲ καὶ οὕτως οἶδεν ὁ παῖς, ἀλλ' εὐλαβῶς εἴκων, οἷς ἡ μήτηρ εἶπεν, (Vers. 230.) οὐ δύνασθαί φησι πεπνυμένα πάντα νοῆσαι, διότι ἐκπλήσσουσί με ἄλλοθεν ἄλλος· ὅ περ ἐκ μεταφορᾶς λέγει τῶν ἐπίτηδες διά τινος πληγῆς καὶ κρότου συγχεόντων τινά· οἳ καὶ οὕτω κατακρατηθέντες ἔμπληκτοι λέγονται καὶ ἔκπληκτοι. εἰ δὲ καὶ ὑπὸ βροντῆς αὐτὸ πάθοιεν, καὶ ἐμβρόντητοι καλοῦνται. ἀπὸ δὲ τοῦ ἐκπλήσσειν καὶ ἐκκρούεσθαί τις ἔργου λέγεται, καὶ ὁ κωλύων ἐκκρούει ἐκεῖνον. ὁ μέντοι παραπλὴξ ἄλλο τι δηλοῖ, ὡς προεδηλώθη. περὶ δὲ τοῦ ἐμπλήγδην ἐν τοῖς ἑξῆς δηλωθήσεται. (Vers. 233.) Ὅτι λαλήσας δεόντως τῇ Πηνελόπῃ ὁ Τηλέμαχος, ἐφ' οἷς ἐκείνη αὐτὸν αἰτιᾶται διὰ τὸ αἰκισθῆναι τὸν ξένον, ἐπιφέρει καί τι νόημα δηλοῦν, ὡς ψεύδεται ἡ μήτηρ τὴν τοῦ ξείνου αἰκίαν. φησὶ γάρ· οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη, μνηστήρων ἰότητι. (Vers. 234.) ἅμα δὲ καὶ ὑπεραπολογεῖται τῶν μνηστήρων. εἶτα καὶ τὸ γενναιότερον ἐπάγων φησί· βίῃ δ' ὅ γε φέρτερος ἦεν, τουτέστι προφερέστερος ἦν τοῦ Ἴρου ὁ ξεῖνος κατὰ ἰσχύν. ὁ δὴ τοιοῦτος πῶς ἂν ᾐκίσθαι λέγοιτο; Καὶ σημείωσαι τὴν τοῦ Τηλεμάχου δεινότητα. Πηνελόπη μὲν γὰρ αἰκισθῆναι ἀληθῶς τὸν ξένον ἔφη, ὅτε σφέλας ἀφεὶς ὁ Ἀντίνοος ἔβαλεν αὐτόν. Τηλέμαχος δὲ, προσποιησάμενος λαθέσθαι, νοεῖ τὸν τῆς μητρὸς λόγον ἐπὶ τοῖς κατὰ τὸν Ἶρον καὶ τὸν ξεῖνον, ἐφ' οἷς οὐκ ἔστιν αἰκία τοῦ ξένου. ποιεῖ δὲ τοῦτο ἐπίτηδες, ἵνα παύσῃ τὸν θόρυβον, ὑπεραπολογησάμενος μὴ αἰκισθῆναι τὸν ξεῖνον. (Vers. 235.) εἶτα ἠρέμα κατὰ τῶν μνηστήρων αὖθις λέγων ἐπάγει· αἲ γὰρ οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ κατὰ τὸν Ἶρον, οἱ δ' ἔντοσθε δόμοιο, λέλυτο δὲ γυῖα ἑκάστου, ὡς νῦν Ἶρος ἐκεῖνος ἐπ' αὐλείῃσι θύρῃσιν ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς· οὐδ' ὀρθὸς στῆναι δύναται ποσὶν, οὐδὲ νέεσθαι οἴκαδε ὅπῃ οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται. (Vers. 237.) νεύειν δὲ κεφαλὰς ταυτόν ἐστι τῷ νευστάζειν, ὁποῖόν τι καὶ ἐπὶ Ἀμφινόμου τὸ νευστάζων κεφαλῇ. Τὸ δὲ δεδμημένοι, ἐπίτηδες κεῖται, ἵνα δηλοῖ ὄλεθρον τὸ, νεύοιεν κεφαλάς. ἄλλως γὰρ νεύει τις κεφαλῇ καὶ προκαλούμενός τινα ἢ κατανεύων ἐν τῷ ἐρωτηθῆναι. παραβολικὸν δὲ γνώρισμα τοῦ οὕτω νεύειν κεφαλὰς ἤγουν νευστάζειν κεφαλῇ τὸ κατὰ μέθην. διὸ ἐπήγαγε τὸ, μεθύοντι ἐοικὼς, ὃς οὐδ' ὀρθοῦσθαι δύναται. (Vers. 238.) Τὸ δὲ, λέλυτο δὲ γυῖα ἑκάστου, ταυτόν ἐστι τῷ λυθεῖεν, ὁριστικὸν μὲν ὂν, τεθὲν δὲ ἀντὶ εὐκτικοῦ, ἴσως δὲ καὶ ἀπὸ τοῦ λελύοιτο συγκέκοπται. Τὸ δὲ, ὅπῃ οἱ νόστος, ἑρμηνεία ἐστὶ τοῦ νέεσθαι οἴκαδε. νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφή. διὸ καὶ ἅμα παραθεὶς ἔφη νέεσθαι οἴκαδε ὅπῃ οἱ νόστος. (Vers. 246.) Ὅτι Εὐρύμαχος κολακεύων, ὡς εἰκὸς, τὴν Πηνελόπην φησίν· εἰ πάντες σε ἴδοιεν ἀν' Ἴασον Ἄργος Ἀχαιοὶ, πλείονές κεν μνηστῆρες ἐν δόμοις ἠῶθεν δαινύατο· ἐπεὶ περίεσσι γυναικῶν εἶδός τε μέγεθός τε, ἰδὲ φρένας ἔνδον ἐΐσας· ὥστε οὐδέν τι καινὸν ἐρᾶν σου ἡμᾶς τοὺς ἐγγὺς, εἴ γε καὶ οἱ ποῤῥωτέρω ἰδόντες σε τὸ αὐτὸ πάθοιεν ἂν ἡμῖν. Λέγει δὲ Ἴασον Ἄργος τὴν Πελοπόννησον ἀπὸ Ἰάσου βασιλέως, τοῦ τῆς Ἰοῦς, ὥς περ τὸ αὐτὸ καὶ Ἄργος διὰ τὸν πολλαχοῦ δηλούμενον πανόπτην Ἄργον. δῆλον δὲ καὶ ὅτι κατὰ πολυωνυμίας λόγον καὶ ἵππιον ἐκλήθη τὸ αὐτὸ καὶ ἱππόβοτον καὶ Ἄργος Ἀχαιϊκόν· ἰδίως μέντοι καὶ ἡ Λακωνικὴ Ἀχαιϊκὸν Ἄργος ἐκλήθη, ὡς τὸ, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, τουτέστιν οὐκ ἦν ἐν τῇ Λακωνικῇ. ὡς δὲ οὐχ' ἓν Ἄργος, ἀλλὰ πολλὰ, καὶ ὡς νεώτεροι Μακεδόνες καὶ Θετταλοὶ Ἄργος καὶ τὸ ἁπλῶς πεδίον φασὶ, καὶ ἐν ἄλλοις δεδήλωται. ὡς δὲ καὶ Ἀπία γῆ ἐκλήθη ποτὲ ἡ Πελοπόννησος ἀπὸ Ἄπιδός τινος ἢ Ἄπεως, ἐδηλώθη που καὶ αὐτό. ἐνταῦθα δὲ θετέον καὶ ὅτι Ἀπία ἐκείνη λεχθῆναι ἱστόρηται καὶ διὰ τὸ ἐπιδαψιλεύειν, φασὶν, ἐν αὐτῇ τὸ φυτὸν, ὃ δηλαδὴ τοὺς ἀπίους φέρει. τινὲς δὲ Ἴασον Ἄργος ἐνταῦθα ὡς ἀπὸ μέρους τὴν ὅλην Ἑλλάδα νοοῦσιν. ἀπολογία δέ τις κολακικὴ τῷ Εὐρυμάχῳ τὸ λεχθὲν ὑπὲρ τῶν ὅλων μνηστήρων, ὡς μηδέν τι ποιούντων παρά γε τὸ εἰκὸς, εἰ γυναῖκα τοιαύτην εὑρόντες παραμένοιεν, ἣν καὶ ἄλλοι ἰδόντες ποιήσαιεν ἂν τὸ ὅμοιον. χαρίεις δὲ ὁ λόγος τῷ Εὐρυμάχῳ καὶ διὰ τὸ ἐν ὀλιγίστῳ εἰρῆσθαι καὶ ἔχειν οὕτω τὸ εὐμνημόνευτον. Ἐν δὲ τῷ, ἀν' Ἴασον, λείπει ἄρθρον πληθυντικὸν, ἵνα λέγῃ, ὡς εἰ καὶ πάντες σε ἴδοιεν οἱ ἀνὰ τὸ Ἴασον Ἄργος. (Vers. 251.) Ὅτι Πηνελόπη ἐπαινεθεῖσα παρὰ τοῦ Εὐρυμάχου φησίν· ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσε θεὸς, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ἦεν Ὀδυσσεύς. εἰ κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω. ἐνταῦθα δὲ νοητέον, οἷος ἂν εἰς τὸν ἀγῶνα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
