# Commentarii ad Homeri Odysseam 2.178.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.178.1

γενήσεται Ὀδυσσεὺς τοιαύτης πειρώμενος τῆς γυναικός· ἢ πάντως αἱρήσεται θανεῖν αὐτὸς, εἰ μὴ ταχὺ τοῦτο οἱ μνηστῆρες πάθοιεν. καὶ ἄλλως δὲ θεωρῆσαι ταῦτά τε καὶ τὰ εὐθὺς ἐφεξῆς· (Vers. 255.) ἐπαινεῖ ἑαυτὴν ἡ γυνὴ φιλοκάλως εἰς ἐπίτασιν κάλλους ὑπερβαίνουσα τὰ τοῦ Εὐρυμάχου. εἰ γὰρ νῦν πασῶν περίεστιν, οἵα ἦν ἄρα τὸν ἄνδρα ἔχουσα; καὶ τὸν Ὀδυσσέα δὲ ἐπαινέσασα καὶ ἐρωτικῶς ἐκείνου ἔχειν φαμένη ἀντερᾶται εἰς πλέον· καὶ οὕτω πάλιν προσερεθίζεται Ὀδυσσεὺς ταχὺ ἐπεισπεσεῖν τοῖς μνηστῆρσι. προκαταβάλλεται δ' ἐν τούτοις ὁ ποιητὴς καὶ ἀρχὰς τῶν εἰσαύριον. εἰ γὰρ ἤδη τετύπωκεν ἡ γυνὴ γήμασθαι, πιθανῶς ἄρα τὰ τῆς αὔριον προβήσεται. πιθανολογεῖται δὲ καὶ ἡ τῶν δώρων ζήτησις καὶ ἡ τῶν μνηστήρων εἰς τὸ δοῦναι προθυμία, εἴ περ ἤδη ἐθέλει αὐτὴ ἄνδρα λαβεῖν. (Vers. 251.) Ἀρετὴν δ' ἐνταῦθα οὐ μίαν τινὰ λέγει, ἀλλὰ τὸ εὔδαιμον τῆς ζωῆς καὶ μακαριστὸν ἢ καὶ πᾶσαν γυναικὸς δεξιότητα, οὐ μόνον τὴν κατὰ φρένας, ὡς Εὐρύμαχος εἶπεν, ἀλλὰ καὶ τὴν κατὰ ἔργα καὶ οἰκονομίαν καὶ ὅσα τοιαῦτα. (Vers. 256.) Ὅτι πένθιμον τὸ, νῦν δ' ἄχομαι, τόσα γάρ μοι ἐπέσσευε κακὰ δαίμων. Ὅτι ἐπισπεύδων ἤδη τὴν μνηστηροκτονίαν ὁ ποιητὴς πλάττει τὴν Πηνελόπην λέγουσαν οὕτως· ἦ μὲν δὴ, ὅτε ἀπέπλεεν Ὀδυσσεὺς, δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα, προσηύδα· ὦ γύναι, οὐ γὰρ ὀΐομαι Ἀχαιοὺς ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι. (Vers. 261.) καὶ γὰρ Τρῶας φασὶ μαχητὰς ἔμμεναι ἄνδρας, ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν, ἤγουν ὀϊστευτὰς, ἵππων τ' ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. τῷ οὐκ οἶδ' εἴ κέν μ' ἀνέσει θεὸς ἤ κεν ἁλώω αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δ' ἐνθάδε πάντα μελόντων, μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν, ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, οὗ περ αὐτὴν πρὸ βραχέων καὶ ἡ Εὐρυνόμη ἀνέμνησε, γήμασθ', ᾧ κ' ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα. κεῖνός θ' ὣς ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται. νὺξ δ' ἔσται, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, τῆς τε θεὸς ὄλβον ἀπηύρα. (Vers. 269.) ἐν τούτοις δὲ φαινόμενον μὲν κεφάλαιον τὸ μελετᾶν ἤδη τὴν Πηνελόπην περὶ γάμου διὰ τὸ γενειῆσαι τὸν Τηλέμαχον· δεινότης δὲ ποιητικὴ ἀληθῶς, ἤδη μεθοδεύουσα ἐπιβαλεῖν τοῖς κατὰ τῶν μνηστήρων. (Vers. 261.) ἔχει δὲ ὁ λόγος καὶ ἱστορίαν, λέγων ὁποῖοι τινές ποτε οἱ Τρῶες ἦσαν. διδάσκει δὲ χάριν πολυπειρίας καὶ ἀρίστους ἐν ταῖς πολεμικαῖς εἶναι τάξεσι τοὺς ἱππέας. διὸ καὶ παρ' Ἀθηναίοις τὴν πρώτην εἶχον μοῖραν αὐτοὶ, ὡς δηλοῖ καὶ ὁ κωμικός. (Vers. 264.) ὧν ἔπαινος νῦν τὸ τάχιστα κρίνειν, ὅ ἐστι λύειν, τὸ τοῦ πολέμου νεῖκος. ἕτεροι μέντοι κοινὸν εἶπον τοῦτο ἀκοντισταῖς τε καὶ τοξόταις ὁμοῦ καὶ ἱππεῦσιν, ὡς τῶν τοιούτων τριῶν ταγμάτων τάχιστα κατορθούντων τὸ ἔργον. (Vers. 266.) ἔτι δὲ ὁ ῥηθεὶς τῆς γυναικὸς λόγος, ὡς ἐξ Ὀδυσσέως, καὶ βιωτικὸν ἔχει παράγγελμα τό τε χρῆναι τὴν σώφρονα μεμνῆσθαι ὥς περ τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὕτω καὶ τῶν ἐκείνου παραγγελιῶν, τῶν τε κατὰ ζωὴν καὶ τῶν μετὰ θάνατον. (Vers. 267.) καὶ τὸ ἐπεστράφθαι αὐτὴν γονέων οὐ τῶν οἰκείων μόνων, ἀλλὰ καὶ τῶν τοῦ ἀνδρός· τούτων δὲ οὐ μόνον αὐτοῦ παρόντος, ἀλλὰ καὶ μᾶλλον ἀπόντος. ἐκεῖνο μὲν γὰρ δόξοι ἂν πραγματευτικόν· τοῦτο δὲ τὴν κυρίως φιλίαν διαδείκνυσιν. (Vers. 265.) Ἐν δὲ τῷ περὶ Τρώων καὶ Ἀχαιῶν λόγῳ καὶ τὸ ξυνὸς ἐνυάλιος ἐφερμηνεύειν δοκεῖ, τοιοῦτον γὰρ τὸ, οὐκ οἶδα, εἴ περ ἀνέλθω ἢ ἁλώω. (Vers. 258.) Τὸ δὲ, καρποῦ ἑλεῖν, φιλοφροσύνης ἴδιον, εἰωθὸς γίνεσθαι δεξιωτικῶς. Τίς δὲ ὁ κατὰ χεῖρα καρπὸς, ἐλέχθη ἀλλαχοῦ. (Vers. 260.) Τὸ δὲ ἀπήμονας ἐφερμηνευτικόν ἐστι τοῦ εὖ. ταυτὸν γὰρ εὖ νοστῆσαι καὶ ἀπήμονας νοστῆσαι. (Vers. 262.) Ὅρα δὲ καὶ ὅτι ἀκοντιστὰς μὲν ἐν ἁπλότητι ἔφη, τοὺς τοξότας δὲ παρέφρασε, ῥυτῆρας εἰπὼν ὀϊστῶν, ἔτι δὲ καὶ ἐπὶ πλέον τοὺς ἱππεῖς, εἰπών· ἵππων ὠκυπόδων ἐπιβήτορας. Ῥυτῆρες δὲ ὀϊστῶν οἱ ἑλκυσταί. ὅθεν εἶεν ἂν οἱ ὀϊστοὶ ῥυτοὶ, ὅ ἐστιν ἑλκυστοί. διὸ καὶ γωρυτὸς, θύλακος, τοξοθήκη, ὡς οἷον, φασὶ, χωρυτὸς, τουτέστι χωρῶν τόξον ῥυτόν. (Vers. 265.) Τὸ δὲ, ἀνέσει θεὸς, ἀντὶ τοῦ ἀνήσει, ἀφήσει, ἀπολύσει. οὗ τὸ ἐναντίον ἁλῶναι ἐστίν. ἐντεῦθεν καὶ τὸ, ἄφρονα τοῦτον ἀνέντες, ἤγουν ἀφέντες, ἀπολύσαντες, ἀναπείσαντες. καὶ κύων δὲ εἰς θήραν οὕτως ἀνίεται, λυθεὶς δηλαδὴ δεσμοῦ. (Vers. 269.) Τοῦ δὲ γενειήσαντα οὐκ εὔδηλον, εἴτε γενειῶ ἐστὶν ὁ ἐνεστὼς εἴτε καὶ γενειάζω παράγωγον. (Vers. 270.) Τοῦ δὲ γήμασθαι ἡ πρὸς τὸ γῆμαι διαφορὰ προδεδήλωται. Ἐν δὲ τῷ, τεὸν κατὰ δῶμα λιποῦσα, φανερῶς ἄδικοι φαίνονται οἱ μνηστῆρες, τὸν μὲν υἱὸν ἐξωθοῦντες, τῇ μητρὶ δὲ διδόντες τὸ τοιοῦτον δῶμα καὶ ὅς τις ὀπυίει. (Vers. 272.) Τὸ δὲ, νὺξ δὲ ἔσται καὶ ἑξῆς,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
