# Commentarii ad Homeri Odysseam 2.18.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.18.1

ὁρμηθῆναι. (Vers. 125.) Καὶ ὅρα τὸ ἥ μιν δὶς ἐν παραθέσει λεχθέν. ἔστι δὲ βωστρεῖν τὸ ἀναβοᾶσθαι ἤγουν ἐπικαλεῖσθαι, καὶ λαμβάνεται συνήθως ἀντὶ προστακτικοῦ. γίνεται δὲ ἀπὸ τοῦ βοῶ βοήσω βοητῶ καὶ κατὰ κρᾶσιν βωτῶ, ὅθεν τὸ ἐπιβωτᾷ παρὰ Ἡροδότῳ. πλεονασμῷ δὲ τοῦ σίγμα καὶ ῥῶ βωστρῶ, καθ' ὁμοιότητα τοῦ ἐλαστρῶ, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται, καὶ τοῦ, χωστρὶς χωστρίδος καὶ τῶν ὁμοίων. παρὰ δὲ Θεοκρίτῳ κεῖται ἡ λέξις καὶ ἐπὶ τοῦ ψηλαφητικῶς ἐν ἀγυιαῖς ἀναβοᾶσθαι τινά. (Vers. 116.) Ἐν τούτοις δὲ δοκεῖ πως ἑρμηνεύεσθαι καὶ ὁ σχέτλιος· ὡς τοιοῦτος ὢν ὁ πολεμήϊα ἔργα ἐν μελήσει ἔχων, καὶ φόνῳ καὶ δεινοῖς ἐγχειρῶν καὶ μὴ ἐνδέοντι φεύγειν ἐθέλων ἀλλ' ἐπέχων τλημόνως ἑαυτόν. (Vers. 118.) Ὅρα δὲ καὶ ὅτι τὸ δυνατώτερον νόημα καὶ πείθειν ἔχον τὸν Ὀδυσσέα ὡς δεινὸν ἡ Σκύλλα καὶ ἄμαχόν ἐστι κακὸν τελευταῖον ἐτηρήθη τῇ Κίρκῃ κατὰ λόγον ἀκμῆς. ὅ πέρ ἐστι τοιοῦτον· ἡ δέ τοι οὐ θνητὴ, ἀλλ' ἀθάνατον κακόν ἐστιν, ἤγουν δαίμων κακοποιὸς καὶ μὴ πεφυκὼς θανεῖν, δεινόν τε καὶ τὰ ἑξῆς, ὡς προσεχῶς ἐγράφη κείμενα συχνὰ κομματικῶς πρὸς ψόγον τῆς Σκύλλης, εἰ καὶ μὴ ἐπίστευσεν Ὀδυσσεὺς, ὡς τὰ ἑξῆς δηλώσει, ἀλλὰ πειρασάμενος ἀντιστῆναι, εἶτα παθὼν ἔγνω. Σημείωσαι δὲ ἐν τῷ, οὐ θνητὴ, ἀλλ' ἀθάνατον κακόν ἐστιν, ὅτι καὶ παρ' Ὁμήρῳ διαφέρει ἀθάνατος καὶ θεός. καὶ γὰρ οἱ Ἀχιλλέως ἵπποι ἀθάνατοι μὲν πλάττονται, οὐ μὴν καὶ θεοί· οὕτω δὲ καὶ ἡ Σκύλλα. καὶ ἡ ψυχὴ δὲ θεῖον οὖσα καὶ ἀθάνατον, ὅμως οὐ θεός ἐστιν. (Vers. 127.) Ὅτι ἐν τῇ προῤῥηθείσῃ Θρινακίῃ νήσῳ, ἔστι δὲ ἡ Σικελία, ἐβόσκοντο πολλαὶ Ἠελίοιο βόες καὶ ἴφια μῆλα. καὶ ἑρμηνεύων τὸ πολλαὶ ἐπάγει, ἑπτὰ βοῶν ἀγέλαι, τόσσα δ' οἰῶν πώεα καλά. (Vers. 130.) πεντήκοντα δ' ἕκαστα καθ' ἑκάστην δηλαδὴ ἀγέλην. γόνος δ' οὐ γίνεται αὐτῶν, οὐδέ ποτε φθινύθουσι. θεαὶ δ' ἐπιποιμένες εἰσὶ Φαέθουσά τε Λαμπετίη τε. ἃς τέκεν Ἠελίῳ δῖα Νέαιρα. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ ἐκεῖ ἀπῴκισε μῆλα φυλασσέμεναι πατρώϊα καὶ ἕλικας βοῦς. περὶ τούτων συμβουλεύει Κίρκη τῷ Ὀδυσσεῖ, ὡς εἰ μὲν ἀσινεῖς ταύτας ἐᾷς νόστου μεδόμενος, ἦ τ' ἂν εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομαι ὄλεθρον. ὃ δὴ καὶ πρὸ τούτων ἐποίει τό, τε κακὸν προλέγουσα καὶ τὴν θεραπείαν αὐτοῦ. Ἰστέον δὲ ὅτι τὰς ἀγέλας ταύτας καὶ μάλιστα τὰς τῶν βοῶν φασὶ τὸν Ἀριστοτέλην ἀλληγορεῖν εἰς τὰς κατὰ δωδεκάδα τῶν σεληνιακῶν μηνῶν ἡμέρας, γινομένας πεντήκοντα πρὸς ταῖς τριακοσίαις, ὅσος καὶ ὁ ἀριθμὸς ταῖς ἑπτὰ ἀγέλαις, ἐχούσαις ἀνὰ πεντήκοντα ζῷα. διὸ οὔτε γόνον αὐτῶν γίνεσθαι Ὅμηρος λέγει οὔτε φθοράν. τὸ γὰρ αὐτὸ ποσὸν ἀεὶ ταῖς τοιαύταις ἡμέραις μένει. (Vers. 132.) Φαέθουσα δὲ καὶ Λαμπετία, αἱ κατὰ τὸν Ἥλιον δυνάμεις ἢ ἡμέραι αἱ τὸν καθ' ἡμᾶς βίον ὑπὸ χρόνον ὄντα οἷον ποιμαίνουσαι. (Vers. 133.) ἃς ἔτεκεν Ἡλίῳ Νέαιρα, ἡ ἀεὶ νεάζουσα ἐν αὐτῷ καὶ ἀκμαία κίνησις. τὰς δὲ τοιαύτας ἀγέλας οἱ μὲν Ὀδυσσέως ἑταῖροι εἰ καὶ μὴ ἔφαγον, ἀναιδὲς γὰρ τοῦτό γε εἰς ἀλληγορίαν, ἀλλ' εἰς οὐδὲν δέον κατεδαπάνησαν. (Vers. 139.) καὶ τὸ κατὰ τὸν Ξενοφῶντα πολυτελέστατον ἀνάλωμα τὸν καιρὸν, ἐν κενοῖς παρανάλωσαν. Ὀδυσσεὺς δὲ ἀεὶ σπουδαῖος ὢν παρεφυλάξατο αὐτὰς ὡς φιλοσόφῳ ἔπρεπεν. οἱ δέ φασιν ἐργάτας εἶναι τοὺς βόας οὓς καὶ ἱεροὺς Ἡλίου οἱ παλαιοὶ ἐνόμιζον, διὸ καὶ Ἀθηναίοις ἀπώμοτον ἦν θύειν βόας ἐργάτας. ὅθεν τὸν Ἥλιον ἀγάσασθαι, διότι τοιαύτας βόας ἐλάσαντες ἔθυσαν. ὅ, φασιν, οὐκ ἂν ἔπαθεν ὁ Ἥλιος εἰ προβάτων ἥψαντο. ἴσως δὲ καὶ λευκοὶ οἱ βόες καθ' ὁμοιότητα χρώματος πρὸς τὸν Ἥλιον. τοῦτο δὲ οὐ πάνυ ἀληθὲς διὰ τὸ ἕλικας αὐτὰς ῥηθῆναι, ὅ ἐστι μελαίνας κατά τινας. ὅτι δὲ καὶ καθ' ἱστορίαν, ἀγέλας ὅλας ἡμέρων ζῴων Ἕλληνες ἀφιέρουν δαίμοσιν ὧν οὐκ ἦν θεμιτὸν ἅπτεσθαί τινας, ἐν οἷς καὶ πτηνὰ ὡσιοῦντο ἱεροῖς ἀνειμένα, οἷον ταῶνες καὶ χῆνες καὶ τοιαῦτα τινὰ, καθωμίληνται ἐν ταῖς ἱστορίαις. Ἡρόδοτος δὲ ἱστορεῖ ἐν τῷ Ἰονίῳ κόλπῳ ἱερὰ εἶναι Ἡλίου πρόβατα περὶ πολλοῦ ὄντα τοῖς ἐκεῖ Ἀπολλωνιάταις οἷς ἀπὸ τόπου τὸ ὄνομα. (Vers. 131.) Ἰστέον δὲ καὶ ὅτι ὁ μῦθος τὰ ῥηθέντα ζῷα τοῦ Ἡλίου ἐν ταυτότητι ποσοῦ φυλάττων ἀεὶ ἀθάνατα ἐκεῖνα βούλεται εἶναι. (Vers. 128.) Τί δὲ δηλοῖ τὸ ἴφια μῆλα, προδεδήλωται. καὶ ὡς ἀγέλη μὲν ἐπὶ βοῶν, (Vers. 129.) πώεα δὲ ἐπὶ οἰῶν κατὰ κυριολεξίαν. (Vers. 130.) Τὸ δὲ, γόνος δ' οὐ γίνεται αὐτῶν οὐδέ ποτε φθινύσουσιν, εἰκὸς ἐπιλεχθῆναι καὶ θησαυροῖς οὓς καταχωννύουσιν οἱ πολλοί. (Vers. 131.) Τὸ δὲ ἐπιποιμένες ταυτὸν τῷ ἐπιβουκόλος καὶ τοῖς τοιούτοις. (Vers. 133.) Ἡ δὲ Νέαιρα καὶ κύριον ὕστερον ὄνομα γυναικὸς Ἀτθίδος παρά τε ἄλλοις, καὶ Δημοσθένει. (Vers. 134.) Τὸ δὲ θρέψασά τε τεκοῦσά τε, πρωθυστερεῖται συνήθως

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
