# Commentarii ad Homeri Odysseam 2.181.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.181.1

ρόμενος ἰσθμὸς τοπικόν ἐστιν ὄνομα. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, ὅτι καὶ μέρος τις σώματος περὶ τὸν τράχηλον ἴσθμιον. ὅθεν καὶ κόσμος παρίσθμιος. καὶ ποτήριον δέ, φασι, Κύπριον ἐκαλεῖτο ἴσθμιον. ὅτι δὲ ἐκ τοῦ ἰέναι προϋπάρχει τοῦ ἰσθμοῦ παράγωγον ἰθμὸς δίχα τοῦ πρώτου σίγμα, δῆλον καὶ ἐκ τῆς παρὰ τῷ Ὀππιανῷ εἰσίθμης. διαφέρει δὲ ἴσθμιον ὅρμου κατὰ τοὺς παλαιοὺς, ὅτι ὁ μὲν ὅρμος κεχάλασται ἐκκρεμμάμενος, τὸ δὲ ἴσθμιον περιτραχήλιος ὢν καὶ αὐτὸ κόσμος τῷ τραχήλῳ προσέχεται. Ἄγαλμα δὲ καὶ ἐνταῦθα τὸ ἀγαλλίαμα. (Vers. 306.) Ὅτι ἐπὶ τοῖς μνηστῆρσι τερπομένοις μέλας, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἐπὶ ἕσπερος ἦλθεν. αὐτίκα λαμπτῆρας τρεῖς ἔστασαν ἐν μεγάροισιν, ὄφρα φαείνοιεν, περὶ δὲ ξύλα κάγκανα θῆκαν αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, καὶ δαΐδας μετέμισγον. (Vers. 311.) ἀμοιβηδὶς δ' ἀνέφαινον δμωαὶ Ὀδυσσῆος. ὁ δὲ πειρᾶσθαι καὶ τῶν δμωΐδων ἐθέλων, ὥς περ πρὸ ὀλίγου τῶν μνηστήρων, ἔρχεσθέ, φησι, δμωαὶ πρὸς δώματα, (Vers. 314.) ἵνα αἰδοίη βασίλεια, τουτέστιν ὅπου ἡ δέσποινα, ὡς μὴ δέον ὂν αὐτὰς ἀνδράσιν ἀναμεμίχθαι. τῇ δὲ παρ' ἠλάκατα στροφαλίζετε, τέρπετε δ' αὐτὴν ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσί· διὰ τὸ μεγάλας δηλαδὴ τὰς νύκτας εἶναι, ὡς καὶ προϊστόρηται. (Vers. 317.) αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ἤν περ γάρ κ' ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, οὔ τί με νικήσουσι, πολυτλήμων δὲ μάλα εἰμί. ταῦτα εἰπόντος, αἱ μὲν ἄλλαι ἐγέλασαν, (Vers. 320.) εἰς ἀλλήλας δὲ ἴδοντο, κατά τι ἀφελὲς γυναικεῖον σχῆμα. Μελανθὼ δὲ καλλιπάρῃος καὶ αἰσχρῶς ἐνένιπεν, ἣν Δόλιος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπη, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἂρ ἀθύρματα θυμῷ. ἀλλ' οὐδ' ὣς ἔσχεν ἢ σχέθε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης. (Vers. 325.) ἀλλ' ἥ γ' Εὐρυμάχῳ μιγέσκετο καὶ φιλέεσκεν ἡδονὴν ἀνταλλαξαμένη τοῦ πενθεῖν. αὕτη δὴ τὸν Ὀδυσσέα ἐνένιπεν ὀνειδείοις ἐπέεσσι· ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσὶ, οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, ἠέ που ἐς λέσχην· ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας· ἃ δὴ καὶ μετ' ὀλίγα κεῖται. (Vers. 332.) ἢ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστί· τουτέστι, μεθύων ἄρτι ἀφραίνεις, ἢ καὶ ἀεὶ τοιοῦτος εἶ. διὸ καὶ μεταμώνια βάζεις. ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. μή τίς τι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σε ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ. καὶ ὅρα ὡς καὶ νῦν εὑρὼν ὁ ποιητὴς τόπον εὐμέθοδον, σκώπτει διὰ τῆς ἀπαιδεύτου Μελανθοῦς ἀρτύων καὶ ταύτῃ εὔλογον ὄλεθρον ἐν τοῖς ἑξῆς διὰ τὸ πρὸς τοὺς δεσπότας μῖσος. ἴσως δὲ ἄνδρα λέγει αὐτὴ ἀμείνονα τὸν Εὐρύμαχον. εἰς ὃν καὶ θαῤῥεῖ. τυχὸν δὲ καὶ τὸν ἀδελφὸν Μελάνθιον. (Vers. 307.) Ἰστέον δὲ ὅτι λαμπτῆρας λέγει, ἃς νῦν οἱ ἀγροτικοὶ λυχνίας φασὶν, ἐφ' ὧν δᾷδες κείμεναι κατὰ δόρπον ἀνάπτονται, ἢ ξύλα ξηρὰ διὰ τὸ ἄκαπνον, ἢ καὶ ἄμφω ἀναμὶξ, ὡς καὶ ἐνταῦθα γίνεται παρὰ τοῖς λαμπροῖς μνηστῆρσι κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν, εἰς ὃ καὶ δμωΐδες ὑπουργοῦσι κατὰ ἔθος ἀρχαῖον. Δῆλον δὲ ὅτι ἁβρότερον οἱ ἐπιδόρπιοι λαμπτῆρες διάκεινται παρὰ Φαίαξι, παρ' οἷς οἱ μὲν δομητοὶ βωμοὶ ἀντὶ λαμπτήρων κεχαλκευμένων εἰσὶν, ἀντὶ δὲ δμωΐδων οἱ χωνευτοὶ χρύσειοι κοῦροι, δαΐδας μετὰ χερσὶν ἔχοντες καὶ φαίνοντες, ὅ περ ἐνταῦθα φαείνειν κεῖται, ταυτὸν ὂν τῷ λάμπειν. ἐξ οὗ οἱ λαμπτῆρες. οἱ δὲ παλαιοὶ καὶ οὕτω φασὶ λαμπτῆρες, ἐσχάραι μετέωροι, ἢ χυτρόποδες, ἐφ' ὧν ἔκαιον. (Vers. 308.) Ξύλα δὲ κάγκανα τὰ ξηρὰ, τὰ καινόμενα εἰς τὸ καίεσθαι. ταῦτα δὲ καὶ δανὰ ἐλέγετο, καθὰ προεδηλώθη. (Vers. 309.) Περὶ δὲ τοῦ, αὖα πάλαι περίκηλα, γέγραπται ἐν τοῖς κατὰ τὴν Καλυψώ. ἀντιθετικῶς δὲ λέγει τὸ, αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, ἵνα ᾖ πάλαι μὲν ξηρανθέντα, νεωστὶ δὲ κοπέντα. Ἰστέον δὲ καὶ ὅτι τὸ αὔω ῥῆμα, ὅ τινες καὶ ἐδάσυνον, ἐξ οὗ τὸ αὖον οὐ μόνον τὸ ξηραίνειν δηλοῖ, ἀλλὰ καὶ τὸ λάμπειν καὶ φαίνειν· ὅθεν καὶ αὔως Αἰολικῶς ἡ ἡμέρα, ἡ καὶ ἀὼς λεγομένη Δωρικῶς, καὶ ἠὼς κοινῶς τε καὶ Ἰωνικῶς. ἐκ δὲ τοῦ αὔειν καὶ πυραύστης ζωΰφιον ἐπιβουλεῦον τῷ τῶν λαμπάδων φωτὶ, ὑφ' οὗ καὶ ὄλλυται. ἀφ' οὗ παροιμία τὸ, πυραύστου μόρος, ἐπὶ τῶν ταχὺ θανατουμένων, οἷς ἀνοήτως θρασύνονται. ὅσα δὲ καὶ ἄλλα ἐκ τοῦ αὔειν παράγονται, δεδήλωται ἀλλαχοῦ. (Vers. 315.) Τὸ δὲ στροφαλίζετε ἀπὸ τῆς στροφάλιγγος ἔχει διὰ τοῦ ο μικροῦ τὴν ἄρχουσαν. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ στρωφᾶσθαι ὤφειλεν ἐκτείνεσθαι, ὡς τὸ, ἠλάκατα στρωφῶσα. (Vers. 316.) Εἴρια δὲ πέκειν χερσὶ, τὸ ἐπιμελεῖσθαι καὶ, ὡς ἄν τις εἴπῃ, κτενίζειν, κατὰ τὸ, ἐκτενίζομεν τρίχας. τοῦτο δὲ καὶ ἀσκεῖν λέγεται, ὡς τὸ, ἤσκειν εἴρια καλά· καὶ προηγεῖται τοῦ ἠλάκατα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
