# Commentarii ad Homeri Odysseam 2.184.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.184.1

παρὰ ταῦτα, τὸ ἀποκρανίζειν ἤγουν ἀποκόπτειν τὴν κεφαλήν. ἀπεκράνιζε γάρ φησιν ἐκεῖνος τὸ, τῆς κάρας ἀπεχώρισε. Λογιστέον δὲ καὶ ὡς ἐκ τῆς Ὀδυσσειακῆς εὐμεθόδου σιλλογραφίας, ὅπῃ παρήκοι παραμιγνύσης ἀστεῖα τοῖς σπουδαίοις, εἰκὸς ἐπινοηθῆναι τοῖς ὕστερον τὴν σατυρικὴν ποίησιν. ἧς τὴν μέθοδον παραδηλοῖ ὁ μέχρι νῦν εὑρισκόμενος Εὐριπίδειος Κύκλωψ. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς σατυρικοῦ ἴδιον τὸ μέσον εἶναι τραγικοῦ καὶ κωμικοῦ. ὃ δὴ προκατάρξας ὑπέδειξεν Ὅμηρος, ἡρωϊκῇ σεμνότητι καὶ ἐμβριθείᾳ παραμιγνὺς εὐτράπελον γαληνότητα. (Vers. 357.) εἶτα Εὐρύμαχος, πρὸς τὸν Ὀδυσσέα στρέψας τὸν λόγον, φησί· ξεῖνε, ἦ ἄρ κ' ἐθέλεις θητευέμεν, εἴ σε ἀνελοίμην, ἀγροῦ ἐπ' ἐσχατιῆς, (Vers. 358.) μισθὸς δέ τοι ἄρκιος ἔσται ὁ ῥηθησόμενος, αἱμασιάς τε λέγων καὶ δένδρα μακρὰ φυτεύων, ἔνθα κ' ἐγὼ (Vers. 360.) σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, εἰς μισθὸν δηλαδή· εἵματα δ' ἀμφιέσαιμι, (Vers. 361.) ποσίν θ' ὑποδήματα δοίην. οἰκονομικὰ δὴ ταῦτα. εἶτα λέγει, ὃ δὴ πρὸ αὐτοῦ καὶ Μελάνθιος· (Vers. 362.) ἀλλ' ἐπεὶ κακὰ ἔργα ἔμαθες, οὐκ ἐθελήσεις ἔργον ἐποίχεσθαι καὶ ἑξῆς. (Vers. 366.) πρὸς ἅ περ, θυμοδακὴς γὰρ ὁ μῦθος καὶ οἷος ἥρωα ἐποτρύνειν ἀκούοντα, λέγει Ὀδυσσεύς· Εὐρύμαχε, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο τοῦ κατὰ γεωργίαν γένοιτο ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου νήστιες ἄχρι μάλιστα κνέφαος, ποίη δὲ παρείη. εἰ δ' αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνὸν, τετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βῶλος ἀρότρῳ, τῷ κέ μ' ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δ' αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοις ἀραρυία, τῷ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, οὐδ' ἄν μοι τὴν γαστέρα ὀνειδίζων ἀγορεύοις, κατὰ τὸν σὸν δηλαδὴ κηδεστὴν Μελάνθιον, ὃς καὶ αὐτὸς τοιαῦτά μοί τινα ὠνείδισε. (Vers. 371.) καὶ ταῦτα μὲν ἴσως Ὀδυσσεὺς ἀκαίρως εἶπεν, ἐκ τοῦ ταπεινοῦ δρεπάνου μεταβὰς εἰς ἄροτρον καὶ ἀπ' αὐτοῦ εἰς ξίφη, καὶ ὑπολαλήσας ὑποθετικῷ σχήματι ἀνυπόπτως καθάπερ αὐτὰ, οὕτω καὶ τὴν εἰσαύριον μάχην. τί γὰρ σήμερον, ὃ δὴ λέγεται, τί δὲ αὔριον; (Vers. 377.) ἐν οἷς καὶ τὸν υἱὸν εὐφυῶς ἀναμιμνήσκει, τίνων χρῄζει, ὅτι δηλαδὴ σάκεος καὶ δούρων καὶ κυνέης. ἐπεὶ καὶ φθάσας παρήγγειλεν αὐτῷ, τὰ μὲν ἄλλα τῶν ὅπλων κατακρύψαι, δύο δὲ φάσγανα καὶ δύο δοῦρε καὶ δοιὰ βοάγρια ἑλέσθαι αὑτῷ τε καὶ τῷ πατρί. (Vers. 381.) ἐπὶ δὲ τούτοις αὐστηρότερον τῷ Εὐρυμάχῳ προσφερόμενος κατὰ τὴν, ὡς ἐῤῥέθη, ἐν αὐτῷ Ἀθηνᾶν φησίν· ἀλλὰ μάλ' ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής· καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιὸς (Vers. 383.) οὕνεκα παρὰ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. ὃ δὴ καλόν ἐστιν εἰς σκῶμμα ἀνδρὸς, ὃς ἐν μικροῖς τισὶ μέγας εἶναι δοκεῖ. εἰ δ' Ὀδυσσεύς, φησιν, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα καὶ εὐρέα περ μάλ' ἐόντα φεύγοντι στείνοιτο δι' ἐκ μεγάροιο θύραζε. αἴτιον δὲ ὁ φόβος, ὃς παράγων τοὺς πόδας ὧδε καὶ ἐκεῖ οὐκ ἐᾷ κατευστοχῆσαι τῆς ἐξόδου εἰς ὀρθόν. εἰκὸς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐσκοτομένους φόβῳ τοιαύτην ἀστοχίαν ποιεῖν. ὅμοιον δὴ πάθος τοῦτο, καθὰ εἰ καὶ τοξότης ἄτεχνος ἀποτυγχάνει σκοποῦ, εἰ καὶ μέγας ἐστὶν ὁ σκοπός. πάνυ γοῦν καὶ ἀστεῖος ὁ τοῦ ξείνου ῥήτορος λόγος καὶ πικρός, (Vers. 387.) ἐφ' οἷς χολώσατο κηρόθι μᾶλλον Εὐρύμαχος, καί μιν ὑπόδρα ἰδὼν, ἆ δειλέ, φησι, ἦ τάχα τοι τελέω κακὸν, οἷ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας καὶ ἑξῆς, ὡς ἡ Μελανθὼ ἔφη, ἀφ' ἧς αὐτὸς τὴν ὕβριν ταύτης προικοφορεῖται, καὶ ἅμα εἰπὼν σφέλας ἔλαβεν, ὡς καὶ πρὸ αὐτοῦ ὁ Ἀντίνοος. Ὀδυσσεὺς δὲ δείσας Εὐρύμαχον. (Vers. 395.) Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, ὃς ἀγαθαῖς φρεσὶ κεχρῆσθαι μεμαρτύρεται. (Vers. 396.) ὁ δ' ἂρ οἰνοχόον βάλε χεῖρα δεξιτερήν. ποικιλίας Ὁμηρικῆς καὶ τοῦτο μεθόδευμα, ἵνα μὴ ἀεὶ κατὰ τοῦ αὐτοῦ εὐτυχοῖντο αἱ βολαί. βληθέντος δὲ οὕτω τοῦ οἰνοχόου εὐτυχῶς τε τῷ Ὀδυσσεῖ καὶ μὴν καὶ δεόντως, τί γὰρ εἰς μέθην ἐκίρνα; πρόχοος μὲν χαμαὶ βόμβησε πεσοῦσα. αὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. Καὶ ὅρα, οἵαν βολὴν ἐκπέφευγεν Ὀδυσσεύς. καὶ τοιαῦτα μὲν ταῦτα. (Vers. 357.) Ἐν δὲ τῷ, εἴ σ' ἀνελοίμην, περιττὴ συνήθως ἡ ἀνα πρόθεσις, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, ἄναγον τὸν Ἶρον. κυρίως μέντοι ἀνελέσθαι τὸ κάτωθέν τι λαβεῖν, ὃ διάφορόν ἐστι πρὸς τὸ καθελεῖν. (Vers. 358.) Τοῦ δὲ μισθὸς οὐ μόνον ῥῆμα προῆκται τὸ μισθῶ, μισθώσω, ἀλλὰ καὶ μισθάριον καθ' ὑποκορισμὸν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
