# Commentarii ad Homeri Odysseam 2.187.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.187.1

κεύθετε θυμῷ, οὗ περ ἀνάπαλιν τὸ, οὐκέτι κεύθετε γαστρί. (Vers. 407.) Τὸ δὲ, θεός νύ τις ὔμμ' ὀροθύνει, ἐπιτυχῶς εἶπεν ὁ παῖς. Ἀθηνᾶ γὰρ αὐτοὺς ὀροθύνει, ὡς φθάσας ἐδήλωσεν ὁ ποιητής. (Vers. 416.) Ἐν δὲ τῷ, μή τέ τιν' ἄλλον δμώων, τὸ ἄλλον, οὐ πρὸς διαστολὴν ὁμογενοῦς ἐῤῥέθη, ὡς εἴ τις εἴπῃ μήτε τοῦτον δοῦλον ὄντα μήτε ἄλλον τινὰ δμώων, ἀλλὰ πρὸς ἑτεροιότητα τύχης, ἵνα λέγῃ, ὅτι μήτε τὸν ἐλεύθερον ξένον τοῦτον στυφελίζετε, μήτε ἄλλον, ἤγουν τύχης ἄλλης ὄντα, ὁποῖοι οἱ τοῦ Ὀδυσσέως δμῶες. (Vers. 423.) Ὅτι τὸν κήρυκα Μούλιον, ὃς θεράπων ἦν Ἀμφινόμοιο, ἥρωα καλέσας ὁ ποιητὴς ἐμφαίνει ἀδιαφορίαν κἀνταῦθα τοῦ ἥρως ὀνόματος, ὡς μὴ μόνον ἐπὶ πάνυ μεγάλων ἀνδρῶν ἀλλὰ καὶ ἐπὶ θεραπόντων λεγομένου, καθά που καὶ κρείων ὁ Ἐτεωνεὺς ἐλέχθη καὶ ὄρχαμος ἀνδρῶν ὁ Εὔμαιος. παρὰ τὸ μολεῖν δὲ ὁ Μούλιος Ἰωνικῇ ἐπενθέσει τοῦ υ, καθὰ καὶ ὁ τοῦ κωμικοῦ Μόλων καὶ οἱ μολίονες. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ δι' οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν, τοὺς πόδας αὐτοῦ νίπτουσαν. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται, ὡς ἐν Παρνασῷ ὑπὸ συὸς ἐπλήγη κυνηγῶν. ΟΔΥΣΣΕΙΑΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι Ὀδυσσέως καὶ Πηνελόπης ὁμιλία καὶ ὑπὸ Εὐρυκλείας ἀναγνωρισμὸς ἡ ἀνὰ χεῖρας ἐπιγράφεται ῥαψῳδία διὰ τὸ κατ' αὐτὴν πλασθῆναι ταῦτα γενέσθαι. (Vers. 1.) Ὅτι τῶν μνηστήρων ὑποχωρησάντων ἑκάστου εἰς τὰ οἰκεῖα καὶ τῶν δμωΐδων κατεπτοημένων, οἷς Ὀδυσσεὺς αὐτὰς ἀπειλησάμενος ἐξεθρόησεν, ὑπελείπετο Ὀδυσσεὺς ἐν μεγάρῳ, μνηστῆρσι φόνον σὺν Ἀθηνᾷ μερμηρίζων. (Vers. 2.) ἀγαθὴ γὰρ ἐν νυκτὶ βουλὴ κατὰ παροιμίαν· ὅθεν καὶ εὐφρόνη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, λέγεται ἡ νύξ. καὶ τέως πρὸ τῶν ἄλλων κατατίθενται ἔσω τὰ πρόχειρα ὅπλα ὁ ξεῖνός τε πτωχὸς καὶ ὁ Τηλέμαχος καὶ ἡ γραῦς Εὐρύκλεια. (Vers. 4.) ἔνθα καὶ στίχους Ὀδυσσεὺς αὐτοὺς ἐκείνους ἀπαραλλάκτως λέγει, οὓς καὶ ἐν τῇ π ῥαψῳδίᾳ περὶ τῶν ὅπλων τῷ Τηλεμάχῳ ἔφη, ἀρξάμενος οὕτω· Τηλέμαχε, χρὴ τεύχε' Ἀρήϊα κατθέμεν εἴσω πάντα μάλα· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσασθαι, καὶ ἑξῆς τοὺς ὀκτὼ στίχους ἐκείνους ἕως τοῦ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ἔνθα καὶ κεῖται πρὸ ἑνὸς ἑκάστου στίχου ἀστερίσκος δίχα ὀβελοῦ, ὡς ἐνταῦθα τῶν τοιούτων στίχων ἄριστα κειμένων, καὶ οἷον ἀστέρος δίκην λαμπόντων, οὐ μὴν ἐκεῖ, ὡς ἐπικρίνουσιν οἱ παλαιοί. Ἰστέον δὲ ὅτι τότε μὲν ἔφη Ὀδυσσεὺς τῷ Τηλεμάχῳ, ὅτι νεύσει μὲν αὐτὸς τῇ κεφαλῇ, ὁ δὲ Τηλέμαχος νοήσας μεταθήσει τὰ ὅπλα· ἐνταῦθα δὲ τοῦ καιροῦ διδόντος ἄδειαν οὐ νεύει κεφαλῇ, λαλεῖ δὲ τὸ ποιητέον· μετ' ὀλίγα δὲ καὶ συμπράξει, διδάσκοντος τοῦ ποιητοῦ καὶ νῦν, ὡς πολλάκις ἄλλως ἡμῶν προβουλευσαμένων ἄλλως ἐκβαίνει τὰ πράγματα. (Vers. 16.) Ὅτι ἐς τοσοῦτον αἱ δμωαὶ τοῦ Ὀδυσσέως ἄπιστοι, ὥς τε οὐκ ἔχει ὁ Τηλέμαχος καταθέσθαι τὰ ὅπλα ἐν ἀσφαλεῖ, εἰ μὴ λάθοι αὐτὰς πρὸς τὸ μὴ ἐξειπεῖν, δηλαδὴ τοῖς μνηστῆρσι. δικαίως ἄρα ὕστερον κολασθήσονται. φησὶ γοῦν ὁ Τηλέμαχος· μαῖα, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς καλὰ, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει, ἤγουν ἀφανίζει, πατρὸς ἀποιχομένοιο· ἐγὼ δ' ἔτι νήπιος ἦα. νῦν δ' ἐθέλω καταθέσθαι, ἵνα οὐ πυρὸς ἵξεται ἀϋτμὴ, τουτέστι καπνὸς, ὡς προγέγραπται. (Vers. 20.) Ὅρα δὲ ὅτι πρὸ ὀλίγων τεύχεα καταθέμεν εἰπὼν ἐνεργητικῶς ἀντὶ τοῦ καταθεῖναι, νῦν παθητικῶς καταθέσθαι τὸ αὐτό φησιν ἀκολούθως τῷ, ἐς θάλαμον καταθείομαι. (Vers. 18.) Τὸ δὲ, ἔντεα καλὰ, πρὸς διαστολὴν κεῖται τῆς αἰσχρίας, ἣν ἐκ τοῦ καπνοῦ ἔπασχον. ἀκηδέα δὲ καὶ νῦν τὰ ἠμελημένα. (Vers. 20.) Τὸ δὲ, καπνὸς ἀμέρδει, ἀντὶ τοῦ σκοτίζει, στερίσκει τοῦ μέρδειν, ὅ ἐστι λάμπειν, ὡς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
