# Commentarii ad Homeri Odysseam 2.188.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.188.1

ἐντεῦθεν μηδὲ καλὰ εἶναι αὐτὰ, ἀλλὰ κατῃκίσθαι, ὡς προείρηται. Ὅρα δὲ ὅπως ὁ ῥήτωρ νεανίας τὴν ἔννοιαν, ἣν ὁ πατὴρ αὐτῷ περὶ τῶν ὅπλων ὑπέθετο, ἐν ἐπιτόμῳ καὶ πάντῃ ὀλιγίστῳ παραφράσας τῇ μαίᾳ εἶπε, μὴ πλατύνας κατὰ τὸν Ὀδυσσέα ῥητορικῶς, ὅτι μηδὲ ἦν ἀναγκαῖον. (Vers. 22.) Ὅτι εὐχὴ ἀπὸ φίλου τινὸς γέροντος πρός τινα τῶν οἰκείων ἀμελοῦντα τὸ, αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο, οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν. Εὐρύκλεια δὲ τῷ Τηλεμάχῳ τοῦτο λέγει. Ἔστι δὲ ἐπιφροσύνη ἢ ἡ ἁπλῶς φρόνησις πλεοναζούσης τῆς προθέσεως, ὡς καὶ ἐν τῷ ἐπιβουκόλος καὶ ἐπίουρος, ἢ ἡ πλείων φρόνησις, οἱονεὶ ἡ ἐπὶ τῇ προτέρᾳ ἐπιτιθεμένη ἢ ὕστερόν ποτε, καθ' ὁμοιότητα τοῦ Ἐπιμηθέως, ὃς ἀντίκειται τῷ Προμηθεῖ, καθὰ καὶ ὁ ἐπίφρων τῷ πρόφρονι. Τὸ δὲ ἀνέλοιο ἢ περιττὴν καὶ αὐτὸ ἔχει τὴν πρόθεσιν ἢ κατὰ τὴν περὶ ψυχῶν Ἑλληνικὴν δόξαν ἀντὶ τοῦ ἀναλάβῃς εἴτουν ἀναμνησθείης εἴληπται. (Vers. 25.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ βλώσκειν ἀντὶ τοῦ μολεῖν, ὡς καὶ πρὸ τούτων, μετὰ προθέσεως μέντοι οἷον, δμωὰς δ' οὐκ εἴας προβλωσκέμεν. (Vers. 27.) Ὅτι τὸ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὃς ἂν ἐκ τῶν ἐμῶν τρέφηται, παραινετικόν ἐστι τοῦ χρῆναι τοὺς ἐν τῷ οἴκῳ πάντας χρησίμους εἶναι, μὴ ὅτι γε τοὺς οἰκείους, ἀλλὰ καὶ εἴ πού τις παρατύχοι ξένος. (Vers. 24.) ἐρωτηθεὶς οὖν ὑπὸ τῆς μαίας Τηλέμαχος, τίς ἂν φάος οἴσει, τουτέστιν ἐν χερσὶ βαστάσῃ, ἐπεὶ ὡς ἐῤῥέθη αἱ δουλίδες προμολεῖν εἴργονται, φησί· (Vers. 27.) ξεῖνος ὅδε. οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται καὶ τηλόθεν εἰληλουθὼς, ἤγουν οὐδεὶς ἀργὸς τραφήσεται παρ' ἐμοί. λείπει δέ τι καὶ ἐνταῦθα ἐν τῷ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι. λέγει γὰρ, ὡς οὐκ ἂν ἀνασχοίμην ἀργὸν ὄντα ἢ διάγοντα. Τὸ δὲ ἀνέξομαι ἀεργὸν τῆς ἀρχαίας Ἀτθίδος. οἱ γὰρ ὕστερον γενικῇ συντάσσουσι τὸ ἀνέξομαι. (Vers. 28.) Χοῖνιξ δὲ νῦν ἡ τροφή. δίσημος γὰρ ἡ λέξις, ἐπί τε σκεύους τοῦ μετροῦντος καὶ τοῦ μετρουμένου πράγματος. οὕτω δὲ καὶ ὁ μέδιμνος καὶ τὸ τάλαντον καὶ ὁ ξέστης καὶ ἕτερα πολλά. Χοῖνιξ δὲ σκεῦός τι μετρητικὸν σπορίμων, μεῖζον τοῦ παρὰ τοῖς παλαιοῖς καλουμένου μέτρου. ἐκ τούτου παρὰ τοῖς ὕστερον καὶ δεσμὸς ποδῶν ἐκαλεῖτο χοῖνιξ καθ' ὁμοιότητα ἴσως τῆς κατὰ τὸ σκεῦος στρογγυλότητος. οἱ δὲ παλαιοὶ ἁπλῶς οὕτω φασί· χοινίκαι, παχεῖαι πέδαι, ὧν εὐθεῖα ἡ χοινίκη, παρονομασθεῖσα ἐκ τῆς χοίνικος. Ἰστέον δὲ ὅτι τε τὸ ἐπὶ χοίνικος μὴ καθῆσθαι τὸ Πυθαγόρειον, ἤγουν μὴ τρέφεσθαι ἀργὸν, ἐκ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου ὥρμηται. ἅπαξ δὲ ἡ λέξις εἴρηται ὧδε παρὰ τῷ ποιητῇ. καὶ ὅτι ὃς ἀεργὸς χοίνικος ἐθέλει ἅπτεσθαι, καὶ μάλιστα νέος ὢν, κληθείη ἂν σιτόκουρος κατὰ τὸ, ὀκνηρὸς πάντα μέλλων σιτόκουρος, ὅ φησι Μένανδρος, ὡς ὁ Ἀθήναιος ἱστορεῖ. καὶ ὅτι κατὰ τὸν Βυζάντιον Δημήτριον τὸ ῥηθὲν Πυθαγόρειον αἴνιγμα, ὥς φησιν ὁ αὐτὸς ῥήτωρ, δήλωσίς ἐστι τοῦ χρῆναι μὴ σκοπεῖν τὰ ἐφήμερα, ἀλλὰ τὴν ἐπιοῦσαν προσδέχεσθαι. καὶ ὅτι καθάπερ ἡ χοῖνιξ, οὕτω καὶ ἡ ἀχάνη μέτρον Βοιώτιον, πολλῶν τινῶν, φασὶ, μεδίμνων. Περσικὰ δέ, φασι, μέτρα αἱ ἀχάναι, ἃς καὶ κίστας εἶπον τινές· εἰς ἃς ἀπετίθεντο ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίαν στελλόμενοι, ὡς ἐῤῥέθη καὶ ἀλλαχοῦ. λέγονται δὲ καὶ ἀχανίδες παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσιν. οὕτω καὶ ἀρτάβη μέτρον ἐφέρετο Περσικόν. ἦν δὲ καὶ ἄδδιξ μέτρον τί, φασι, τετραχοίνικον. Ἀριστοφάνης· ἀλφίτων μελάνων ἄδδιχα. καὶ ἑκτεὺς δὲ ἄλλο τι μέτρον, ἕκτον ἐκεῖνο μεδίμνου, οὗ δηλαδὴ ἥμισυ τὸ ἡμίεκτον. εἰ δὲ ἐθνικὸν ὂν ἡ ἀχάνη καὶ ἡ ἀχανὶς, χρησταί εἰσι λέξεις τοῖς Ἕλλησι, ξενίζον οὐδέν. αἱ γοῦν θρεπταὶ τοῖς δεσπόταις δοῦλαι ὁποία πρὸ ὀλίγων ἡ Μελανθὼ, ἄβραι λεγόμεναι ἐθνικῶς, κεῖνται παρὰ σοφοῖς Ἕλλησι. Μένανδρος· τρέφει παλλακή τις τοῦ πατρὸς αὐτὰς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη. ἔστι δὲ ἄβρα κατὰ Παυσανίαν ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα, ἡ καὶ οἰκότριψ παροξυτόνως κατὰ Αἴλιον Διονύσιον καὶ ἔντιμος. οὕτω κεῖται, ὡς ὁ αὐτὸς Διονύσιος λέγει, καὶ παρὰ Θεοπόμπῳ ἀβυρτάκη ὑπότριμμά τι δριμὺ, βαρβαρικὸν διὰ πράσων καὶ καρδάμων καὶ κόκκων ῥόας καὶ ἑτέρων τοιούτων. φησὶ γοῦν· ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη. Παυσανίας δὲ καὶ ἀπὸ σινάπεως καὶ σταφίδων εἶναι φησὶ τὸ τῆς ἀβυρτάκης ὑπότριμμα, ᾧ καὶ πρὸς κοιλιολυσίαν ἐχρῶντο. κεῖται δὲ καὶ ἐν Ἡροδότῳ βάρβαρος λέξις ὁ βουνός· Λιβυκὴ γάρ· καὶ παρ' ἑτέροις ὁ παρασάγγης, ὁ καὶ παρὰ Ἑρμογένει. παρά τισι δὲ καὶ ἄγγατος τὸ εἰς ἀναδενδράδα ξύλον, καὶ ἄγγον, εἶδος δόρατος φραγγικοῦ οὔτε λίαν μικροῦ, φασὶν, οὔτε μεγάλου, οὗ τὸ πλεῖστον σιδήρῳ περιέχεται, οὐ κατὰ τὸ παρὰ Λυκόφρονι σίγυμνον· ἐκεῖνο γὰρ ὁλοσίδηρον. ἡ δὲ βλωθρὴ πίτις ἐν Ἰλιάδι ὅσαις ἐπιμερίζεται

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
