Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.19.1
Not analysed yet
τρόπῳ ποιητικῷ. (Vers. 136.) Τὸ δὲ μῆλα φυλάσσειν σεμνῶς εἶπεν ἀντὶ τοῦ ποιμαίνειν. (Vers. 137.) Τὸ δὲ εἰ μὲν ἀσινέας ἐᾷς καὶ ἑξῆς, ἔστι κατὰ παρῳδίαν χρησιμεῦσαι ποτὲ ὅτε τις παραγγέλλεται μὴ ἅψασθαί τινος ἐπὶ βλάβῃ αὐτοῦ. (Vers. 143.) Ὅτι ὥς περ ὁ ἐκ τῆς Καλυψοῦς, οὕτω καὶ ὁ ἐκ τῆς Κίρκης ἀπόπλους τοῦ Ὀδυσσέως ἁπλοϊκῶς ἔχει καὶ ἀφελῶς. οὐδὲν γάρ τι αἱ νύμφαι πρὸς τὸν Ὀδυσσέα λαλοῦσιν ἀπιόντα, τυχὸν μὲν διὰ τὸ παθαίνεσθαι, ἴσως δὲ καὶ μὴ θέλοντος τοῦ ποιητοῦ καὶ τοιούτοις ἐνασχολησθῆναι λόγοις, ὡς δέον ὂν κατὰ τὸ σιωπώμενον νοεῖσθαι ὅσα ἐν τοῖς τοιούτοις εἰκὸς γίνεσθαι. ἐνταῦθα οὖν Κίρκη μὲν ἀνὰ νῆσον ἁπλῶς οὕτως ἀπέστιχεν, Ὀδυσσεὺς δὲ ἄπεισιν, οὐ συνταξάμενοι οὐδὲ λαλήσαντες οὐδὲν, ἢ ἄλλως παθηνάμενοι. (Vers. 149.) Ὅτι καὶ νῦν τὸν πλησίστιον οὖρον ἐσθλὸν ἑταῖρον λέγει, ἀφελῶς καὶ γλυκέως θεὶς ἐπὶ ἀνέμου καὶ τὸ ἐσθλὸς καὶ τὸ ἑταῖρος, ὅ πέρ ἐστι βοηθὸς, συνεργὸς, ὥς φασιν οἱ παλαιοί. ἄλλως μέντοι πρὸς ἀλήθειαν φίλος λόγῳ γλυκύτητος. διὸ καὶ Σοφοκλῆς ἀφελῶς ἔφη τὸ, τίς δ' ἀνέμων ὁ φίλτατος. (Vers. 154.) Ὅτι ἔνθα κοινὸς ὁ κίνδυνος χρὴ δημοτικῶς εἰς μέσον παρατιθέναι τὰ ἀπόῤῥητα, καί που λέγειν τὸ τοῦ Ὀδυσσέως· ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους τάδε τινὰ, ἀλλὰ ἐρέω μὲν ἐγὼ ἵνα εἰδότες ἤ κε θάνωμεν ἤ κεν ἀλευσάμενοι θάνατον καὶ κῆρα φύγοιμεν. Ὅρα δὲ ὡς κἀνταῦθα συνήθως ἤρξατο μὲν ἀπὸ τοῦ γαρ συνδέσμου, ἐπήγαγε δὲ ἀποδοτικῶς τὸν ἀλλα. εἶτα εὐθὺς Ὀδυσσεὺς ἄρχεται λέγειν τοῖς περὶ αὐτὸν, ὃ παρήγγειλεν ἡ Κίρκη περὶ Σειρήνων. τὰ μέντοι ἐφεξῆς δεινὰ στρατηγικῶς ἐπικρύπτει τοῖς ἑταίροις, ὡς ἂν μὴ μαθόντες ἀποδυσπετήσωσι πλέειν. ὅτι δὲ παρήγγειλεν ἡ Κίρκη Σειρήνων θεσπεσιάων φθόγγον ἀλεύασθαι καὶ λειμῶν' ἀνθεμόεντα, καὶ ὡς μόνον τὸν Ὀδυσσέα ἐκέλευσεν ἀκούειν μὲν, δεσμῷ δὲ ἀργαλέῳ δεθῆναι, ὄφρα ἔμπεδον αὐτόθι μίμνῃ καὶ τὰ ἑξῆς, προδεδήλωται ἱκανῶς. Εἰ δὲ μετὰ τὰς Σειρῆνας μεγάλοις κακοῖς περιέπεσεν Ὀδυσσεὺς, ἔστιν ἠθικῶς ἐκλαβέσθαι αὐτὸ εἰς δεῖγμα τοῦ ἕπεσθαι ὡς ταπολλὰ τῇ ἡδονῇ τέλος οὐκ εὔχαρι. (Vers. 202.) Ὅτι ἐπεὶ τὴν τῶν Σειρήνων ἔλιπον νῆσον οἱ περὶ Ὀδυσσέα, αὐτίκα καπνὸν τὸν προῤῥηθέντα καὶ μέγα κῦμα ἴδε καὶ δοῦπον ἄκουσεν ὁ Ὀδυσσεὺς πρῶτος, ὡς εἰκὸς, οἷα κατὰ νοῦν ἔχων τὰ τῆς Κίρκης, τῶν δὲ λοιπῶν μετ' αὐτὸν μαθόντων καὶ δεισάντων ἐκ χειρῶν ἔπτατ' ἐρετμά. βόμβησε δ' ἄρα πάντα κατὰ ῥόον. ἔσχετο δ' αὐτοῦ νηῦς. φαίνεται δέ, φασιν, ἄρτι καπνὸς, ἐπεὶ ἐν ἡμέρᾳ οὐ φαίνεται πῦρ. (Vers. 203.) Τὸ δὲ ἔπτατο ἔχει τι ἀστείας εὐτραπελίας, εἴ γε τὰ ἐν ἄλλοις πτερὰ νηῶν ἐρετμὰ νῦν ἐκπετασθῆναι λέγεται καθά τινα πτηνά. καὶ εἶχε μὲν εἰπεῖν χειρῶν ἔκφυγ' ἐρετμά. ἔκρινε δὲ κάλλιον οὕτω φράσαι. (Vers. 204.) Ὅρα δὲ καὶ νῦν τὸ βομβεῖν ἐπὶ οἵου κτύπου ἐλήφθη. δῆλον δὲ, ὡς καὶ λίθος βομβεῖ ὁποῖος καὶ ὁ Φαιακικὸς δίσκος, καὶ μέλισσα δὲ καὶ βροντή. ἐκ τούτου δὲ καὶ ἔντομόν τι ζῷον ὁ βομβυλίος, καὶ παρὰ τῷ κωμικῷ δὲ βομβὰξ παικτικὸν ἐπίῤῥημα καθ' ὁμοιότητα τοῦ βαβαί. ὡσαύτως καὶ βομβαλοβομβάξ. (Vers. 206.) Ὅτι δεδιότων τῶν Ὀδυσσέως ἑταίρων τὴν διὰ τοῦ πορθμοῦ πάροδον αὐτὸς μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ὤτρυνεν· ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονες εἰμὲν, οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν ἢ ὅτε Κύκλωψ εἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῇφι βίῃφι, ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐκφύγομεν. καί που τῶνδε μνήσεσθαι ὀΐω. νῦν δ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθόμεθα πάντες. (Vers. 214.) ἔστι δὲ ἡ τοῦ Ὀδυσσέως βουλὴ, τὸ, κώπαις αὖθις ἁλὸς ῥηγμῖνα βαθεῖαν τύπτειν, αἴ κέ ποθι θεὸς δῴη (Vers. 216.) τόνδε γ' ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι, τὸν ἐκ τοῦ τόπου δηλαδὴ περὶ ὃν ὁ καπνὸς καὶ ὁ δοῦπος. (Vers. 217.) εἶτα καὶ μέθοδον διδοὺς, πῶς ἂν ὑπεκφύγωσιν, ἐπάγει· σοὶ δὲ κυβερνῆθ' ὧδ' ἐπιτέλλομαι, ἀλλ' ἐνὶ θυμῷ βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς. (Vers. 219.) τούτου μὲν καπνοῦ καὶ κύματος, τοῦ κατὰ τὰς Πλαγκτὰς δηλαδὴ, ἐκτὸς ἔεργε νῆα, σὺ δὲ σκοπέλου (Vers. 220.) ἐπιμαίεο, τουτέστι ζητητικῶς ἐπιθύμει, ἐφάπτου, μή σε λάθῃσι κεῖσ' ἐξορμήσασα καὶ ἐς κακὸν (Vers. 221.) ἄμμε βάλῃσθα, τουτέστι πρὸς τῷ ἑτέρωθεν ἔσω σκοπέλῳ, μή ποτε ἐξορμήσας, ἤγουν ἔξω αὐτοῦ πλεύσας, ἀπολέσῃς ἡμᾶς, ὡς τοῦ σκοπέλου δηλαδὴ ἀκινδύνου ὄντος περὶ ὃν ἦν ἡ Σκύλλα. Καὶ σημείωσαι ὡς κἀνταῦθα ἐπικρύπτει τὸ ἀληθὲς ὁ Ὀδυσσεὺς, ἐμφαίνων μὲν ἀγαθὸν εἶναι τὸ διὰ τοῦ ῥηθέντος σκοπέλου πλεῦσαι, οὐχ' οὕτω δὲ εἰδὼς ἔχειν τὸ πρᾶγμα. οὐ γὰρ ἀκίνδυνος οὗτος ὁ σκόπελος, ἀλλὰ ὀλιγοκίνδυνος καὶ διατοῦτο αἱρετὸς μᾶλλον καὶ τῶν Πλαγκτῶν καὶ τῆς Χαρύβδεως. (Vers. 223.) διὸ καὶ Ὀδυσσεὺς ἐπισημαίνεται, εἰπών· Σκύλλην δ' οὐκέτ' ἐμυθεόμην, ἄπρηκτον ἀνίην, τουτέστι καθ' ἧς