Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.192.1
Not analysed yet
κουροτρόφον τοῦ ἐραστοῦ Ἀπόλλωνος. εἰ δὲ καὶ ἄλλους πολλοὺς βέλεσι κατακτείνει, ἀλλ' ἔχει καὶ τὸ κουροτροφεῖν ὡς ἥλιος, δύναμιν τῶν ἐναντίων ἔχων καὶ αὐτός· καθὰ καὶ ὁ Ποσειδῶν σεισίχθων τέ ἐστι καὶ τὸ ἐναντίον γαιήοχος καὶ ἀσφάλιος. καὶ Ἄρτεμις δὲ ἀγανοῖς καὶ αὐτὴ βέλεσι κτείνουσα καὶ αὖθις λοχεία ὡς ἐπιστατοῦσα ταῖς λεχοῖς. Ὅτι δὲ κουροτρόφοι καὶ οἱ ποταμοὶ, καὶ ἡ Ἰλιάς που διὰ τοῦ Ἀχιλλέως δηλοῖ. (Vers. 91.) Ὅτι Πηνελόπη ἀκούσασα καὶ ἀχθεσθεῖσα, ἐφ' οἷς ἡ Μελανθὼ ἀναιδεύεται κατὰ τοῦ ξένου, πάντως φησὶ θαρσαλέη κύον ἀδδεὲς οὔ τί με λήθεις ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις. οὕτω καὶ Ὀδυσσεὺς κύνα ταύτην πρὸ ὀλίγων ἔφη. Πηνελόπη δὲ καὶ ἀδεῆ προσέθετο εἰπεῖν διὰ τὸ ἄτρεστον. διπλάζεται δὲ τὸ σύμφωνον τοῦ ἀδεὲς καθὰ καὶ τὸ, ἔδδεισε δ' ὁ γέρων καὶ τὰ ὅμοια. ἔστι δὲ οὐ μακρὰν τοῦ θαρσαλέη τὸ ἀδδεές. ἄμφω δὲ νῦν φαῦλα. θαρσαλέη τε γὰρ οὐκ ἐπὶ ἐπαίνῳ ἐῤῥέθη, ἀλλ' ἀντὶ τοῦ θρασεῖα, καθὰ καὶ ἀλλαχοῦ, καὶ ἀδεὴς δὲ ἡ μὴ ἁπλῶς ἄτρεστος ἀλλὰ καὶ ἀναιδής. Ἰστέον δὲ ὅτι προϊοῦσα ἡ Πηνελόπη καὶ τὰς λοιπὰς δμωὰς κύνας ἐρεῖ οὐκ ἀλεγούσας, ὃ ταυτόν ἐστι τῷ, θαρσαλέας καὶ ἀδεεῖς. Ἰστέον δὲ ὅτι ἀδεὴς μὲν, ὡς οἷον εἰπεῖν, ἡ ἄφετος καὶ ἄδετος. τοιοῦτος γὰρ ἅπας ὁ μὴ δέος ἔχων. ἡ δ' αὐτὴ καὶ θερμὴ καὶ θερμὸν ἔργον δρῶσα κατὰ τὸν κωμικόν. δι' αὐτὸ δὲ καὶ θαρσαλέα ὡς ἀπὸ τοῦ θέρω θέρσω τὸ θερμαίνω. καὶ θρασεῖα δὲ μεταθέσει τοῦ ρ ἀμεταβόλου, ἐπειδὴ καὶ ἀντὶ πυρὸς δεδόσθαι λέγεται ἡ τοιαύτη γυνὴ καὶ εὕειν ἄτερ δαλοῦ, ᾧ δὴ λόγῳ καὶ τὸν Ἡρακλῆν ἡ Δηϊάνειρα κατειργάσατο, φερώνυμος ἀπεκβᾶσα τοῦτό γε, οἷα δήϊος εἴτουν δάϊος καὶ καυστειρὰ τῷ ἀνέρι γενομένη. οὕτω γὰρ ἐτυμολογεῖται ἡ Δηϊάνειρα. καὶ τοιαῦτα μὲν ταῦτα. Ἡ δὲ, ὡς ἐῤῥέθη, ἀναιδὴς δούλη λέγοιτ' ἂν καὶ λίρη κατὰ τοὺς παλαιούς. ἐπεὶ καὶ λίρος ὁ ἀναιδὴς ἴσως παρὰ τὸ λίαν τὸ ῥῶ τὸ λέγω, ἵνα δηλοῖ τὸν ἀκρολόγον καὶ παρὰ τὸ δέον πολυλόγον καὶ ἀκαιροπαῤῥησιαστήν. (Vers. 92.) Τὸ δὲ ἀναμάξεις ἀντὶ τοῦ προστρίψεις, σαφέστερον δὲ ἀντὶ τοῦ προσκολληθῆναι ποιήσεις αὐτῇ τῇ σῇ κεφαλῇ. καὶ ἔστιν εὑρεῖν τοιαύτην ἔννοιαν καὶ παρὰ τῷ Σοφοκλεῖ, ἔνθα φαίνεται ταῖς πεφονευμένων κεφαλαῖς ἐναπομάττεσθαι τὸ ἐν τοῖς ξίφεσιν αἷμα, ὡς εἰς κεφαλὴν δῆθεν ἐκείνοις τρεπομένου τοῦ κακοῦ. προϋπόκειται μὲν οὖν, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, πολύχρηστον ῥῆμα τὸ μάσσειν, ἐξ οὗ κατὰ παραγωγὴν ἀπομάσσειν μὲν τὸ ἁπλῶς ἀποσπογγίζειν, ἀναμάσσειν δὲ τὸ ἄνω ποιεῖν τοῦτο περὶ κεφαλήν. ἐκμάσσειν δὲ καὶ ἐκμάσσεσθαι καὶ τὸ ἀποσπογγίζειν μὲν, μάλιστα δὲ τὸ ἔκ τινος τύπον αἴρειν τινά· ὅθεν καὶ ἐκμαγεῖον κατὰ τοὺς παλαιοὺς ἀποτύπωμα, σφραγὶς, εἰκών. τὸ δ' αὐτὸ καὶ ἔκμαγμα, ὡς ὁ κωμικός· λέων λέων αὖ τ' ἔκμαγμα σόν. ἐκ δὲ τοῦ τοιούτου μάσσειν καὶ ἀπομάγματα καὶ ἀπόμακτρα τὰ ἀποκαθάρματα καὶ μαγδαλιὰ παρὰ τῷ κωμικῷ, παρὰ δὲ ἄλλοις καὶ ἀπομαγδαλιὰ καὶ ἀπομαγδαλὶς ψωμὸς, εἰς ὃν ἐκματτόμενοι τὰς χεῖρας μετὰ δεῖπνον ἐῤῥίπτουν κυσί. Παυσανίας δέ φησιν, ὅτι ἀπομαγδαλιὰ σταῖς, ὃ ἔφερον ἐπὶ τὸ δεῖπνον, εἰς ὃ τὰς χεῖρας ἀποματτόμενοι, εἶτα κυσὶν ἔβαλλον. διὸ κύνα, φησὶ, τὸ τοιοῦτον Διοσκουρίδης προσαγορεύει. (Vers. 97.) Ὅτι δίφρος καὶ τῷ Ὀδυσσεῖ φέρεται εὔξεστος καὶ κῶας ἐπ' αὐτοῦ βάλλεται ἤγουν τίθεται. καὶ ὁ μὲν καθέζεται, ἡ δὲ γυνὴ ἐρωτᾷ τὸ φύσει πρῶτον ἐν τοῖς τοιούτοις, ἤγουν πόθεν ἐστὶ καὶ ποίας πόλεως καὶ τίνων τοκέων. ὁ δὲ ταῦτα μὲν ἀναρτᾷ τῷ τέως, τὴν δὲ γυναῖκα ἐπαινῶν πρὸς ἀλήθειαν οὐκ ἔξω πείρας φησίν· (Vers. 107.) ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ' ἀπείρονα γαῖαν νεικέοι, τουτέστι φιλονείκως μέμφοιτο, ἀλλὰ δηλαδὴ ἐν πολλῷ ἐπαίνῳ θείη· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα πυροὺς καὶ κριθὰς, βρίθῃσι δὲ δένδρα καρπῷ, τίκτει δ' ἔμπεδα μῆλα ἤτοι πάντα τὰ θρέμματα. θάλασσα δὲ παρέχει ἰχθῦς ἐξ εὐηγεσίης. ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ. (Vers. 113.) Καὶ ὅρα τὴν ἐν τῷ ἐπαίνῳ παρέκβασιν, ἐπαγαγοῦσαν ὡς ἐν χαρακτῆρι ἠθικῷ οἵα τῆς εὐδικίας τῷ τοιούτῳ βασιλεῖ ἀμοιβὴ πρὸς παίδευσιν τῶν ἀκροωμένων. φιλεῖ γὰρ ἡ ποίησις ὠφελεῖν καὶ οὕτω τοὺς ἀκούοντας. διὸ καὶ ἐν Ἰλιάδι ἐν τῇ κατὰ τοὺς ἵππους τοῦ Ἕκτορος παραβολῇ φράζει παρεκβατικῶς ἐξ ἐναντίου πρὸς τὰ ἐνταῦθα, οἷα τοῖς ἀδικοῦσι φαῦλα περιγίνεται, πρὸς ἦθος μεταχειρισάμενος ἀσυνήθως τὴν παραβολήν. (Vers. 116.) τέως γε μὴν οὕτως ἐπαινέσας τὴν φίλην γυναῖκα ὁ ξεῖνος, εἶτα πρὸς τὴν ἐρώτησιν λαλῶν, ἐπάγει, ὡς ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, μὴ δ' ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν, μή μοι μᾶλλον θυμὸν ἐνηπλήσῃς ὀδυνάων μνησαμένῳ. μάλα δ' εἰμὶ πολύστονος, οὐδέ με χρὴ οἴκῳ