# Commentarii ad Homeri Odysseam 2.193.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.193.1

ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε ἧσθαι. ἐπεὶ κάκιον, ὡς καὶ προεγράφη, πενθήμεναι ἄκριτον αἰεί. λόγοι δὲ ταῦτα οἷοι παρὰ πολυπαθοῦς ἀλήτου λέγεσθαι· ἴσως δέ ποτε καὶ τὰ ἐφεξῆς, ἤγουν τὸ, μή τίς μοι δμωῶν νεμεσήσεται, ἠὲ σύ γ' αὐτή. (Vers. 122.) φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ, τουτέστι δάκρυσι πλήθειν διὰ τὸ ἐξ οἴνου βάρος, ἢ καὶ ἄλλως εἰπεῖν ἀστειότερον, μή τις εἴποι διὰ δακρύων πλώειν, ἤγουν πλέειν με ἔμφορτον ὄντα οἴνου βάρει, ὡς εἰ καὶ ναῦς οἰνοφόρος, εἴτουν οἰνοβαρὴς, πλώει δι' ὕδατος. οὐκ ἄκομψον δὲ οὐδ' ἐκεῖνο εἰπεῖν, ὡς Ἡρόδοτος μέν φησιν, οἴνου κατιόντος ἀναπλώειν ἔπεα, διὰ τὸ πολυλόγους εἶναι τοὺς ἐν μέθῃ. Ὅμηρος δ' ἐνταῦθα, ὅθεν καὶ Ἡρόδοτος τὸν λόγον ἴσως μεθείλκυσε, δεξιῶς ἐνέφῃνεν, ὡς ἄρα οἴνου κατιόντος ἐπιπολάζουσι δάκρυα, ὡς εἴ τινος βαρέος σώματος ἐμπεσόντος ὑδροδόχῳ ἀγγείῳ, ἐπιπολάζον τὸ πρώην ὑγρὸν ἐκχέεται. (Vers. 108.) Ἰστέον δὲ ὅτι Πηνελόπη μὲν εὐρὺ ἔφη που κλέος τὸ τοῦ Ὀδυσσέως καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. ὁ δὲ ῥήτωρ Ὀδυσσεὺς ἐνταῦθα εἰς κρεῖττον ηὔξησε τὰ τῆς γυναικὸς, οὐχ' ὡς γυναῖκα ἐπαινέσας, ἀλλ' ὡς ἄνδρα βασιλέα ἐξαίρετον. (Vers. 109.) Ὅρα δὲ καὶ ὡς οὐκ ἠρκέσθη βασιλῆος εἰπὼν, βασιλεὺς γὰρ καὶ ὁ πικρὸς Ἔχετος, ἀλλὰ προσέθετο ἀμύμονος. ἐπεὶ οὐδὲ τοῦτο μέγα, καὶ γὰρ ἀμύμων καὶ Αἴγισθος καὶ ἕτεροι, φαῦλοι μὲν ἄλλως, ἄμωμοι δὲ, κατ' ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον, ἐπήγαγε καὶ τὸ, ὅς τε θεουδής. εἰ δὲ εἰς ταυτὸν ἥκει ἀμύμων καὶ θεουδής· λέγεται δὲ τὸ θεουδὴς ὥς περ καὶ τὸ θεοειδὴς οὐκ ἐπ' αὐτοῦ θεοῦ, ἀλλ' ἐπὶ τοῦ ἐοικότος θεῷ· καλῶς ἄρα σεσημείωται ὑπὸ τῶν παλαιῶν, ὅτι τὸ ἀμύμων προσώποις μόνοις ἡρωϊκοῖς ἐπιτίθεται, ἤγουν θνητῶν ἐνδόξων ἀνθρώπων ἐστὶν ἐπίθετον. Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν ἢ βασιλῆος ἀμύμονος οὐκ ἐπήγαγεν ἀκολούθως τὸ, ἢ τοῦ δεῖνος, ὅ περ ἐχρῆν τὸ γὰρ ἀκόλουθον τοιοῦτον· ἦ γάρ σοι κλέος εὐρὺ καθὰ ἢ βασιλέως ἢ τοῦδε τινὸς ἐνδόξου. ὁ δὲ οὐ ποιεῖ οὕτως, ἀλλ' ἀρκεῖται εἰπὼν τὸ, ἢ βασιλῆος. αἴτιον δὲ τῆς ἐλλείψεως οὐ μόνον ὁ σχεδιασμὸς, ἀλλὰ καὶ ὅτι βασιλεῖ ἀγαθῷ εἰκάσας τὴν Πηνελόπην εἰς μεῖζον μὲν πρόσωπον ἀναβῆναι οὐκ ἔχει, εἰς ἔλαττον δὲ κατελθεῖν ὀκνεῖ διὰ τὸ ἄτεχνον. εἰ δὲ ἦν εἰπεῖν, ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ἠὲ θεοῖο, ἀλλὰ τοῦτο μέγα κρίνας καὶ οὐδὲ ἔξω κολακείας ἀκαίρου ἀφῆκε μὲν οὕτω ποιῆσαι, ἠγάπησε δὲ παραμίξαι τῷ ἀγαθῷ βασιλεῖ τὸν θεὸν ἐν τῷ, ὅς τε θεουδής. (Vers. 110.) Τὸ δὲ, ἀνδράσιν ἐν πολλοῖς καὶ ἰφθίμοις, διὰ τοὺς μικροβασιλεῖς κεῖται διασταλτικῶς, ἵνα καὶ εὐρυκρείοντι ἄνακτι τὴν Πηνελόπην εἰκάζῃ. ἔτι δὲ καὶ ἄλλως, διαστολή ἐστι τὸ ῥηθὲν πρὸς βασιλέα πολλῶν μὲν ἄρχοντα, οὐκ ἰφθίμων δὲ, καὶ πρὸς ἄρχοντα μὲν ἐν ἀνδρείοις, ὀλίγοις δὲ, ὡς κρείττονος τῶν λοιπῶν ὄντος τοῦ καὶ ἐν πολλοῖς καὶ ἰφθίμοις ἀνάσσοντος, ἔτι δὲ καὶ ἀγαθοῖς, ὡς δηλοῖ τὰ ἐπαγόμενα καλά. (Vers. 111.) ὧν δὴ πάντων αἴτιον ἡ εὐδικία καὶ εὐηγεσία τοῦ βασιλεύοντος. Ἰστέον δὲ καὶ ὅτι τὸν τὰς εὐδικίας ἀνέχοντα, τουτέστι τιμῶντα, Ἡσίοδος ἰθυδίκην, ὅ ἐστιν εὐθυδίκην, φησί. τῇ δὲ εὐδικίᾳ δῆλον ὡς ἀντίκειται ἡ ἀδικία, κακοδικία τις οὖσα. (Vers. 112.) Οἱ δὲ πυροὶ καὶ αἱ κριθαὶ καὶ τὰ λοιπὰ συνεισάγουσι σπόριμα, ὡς καὶ τοῖς μήλοις πᾶν θρέμμα νῦν συνεισφέρεται. Τὸ δὲ βρίθειν καρπῷ τὴν πολλὴν εὐθηνίαν τῶν δρυκάρπων δηλοῖ. (Vers. 113.) Τὸ δὲ ἔμπεδα διαστέλλει τὴν ἀγαθὴν γέννησιν τῶν μήλων πρὸς τὰ ἀμβλούμενα. ἐκεῖνα γὰρ πίπτει νεκρὰ, καὶ οὐχ' οἷα περὶ γῆν πεσόντα εἶτα ἔμπεδα στάντα ὑποσκιρτᾶν. Τὸ δὲ παρέχει ἰχθῦς ἀντὶ τοῦ ἐγγὺς ἔχει, ὡς πολλαχοῦ φαίνεται, τουτέστιν ἄγει ἐγγὺς χάριν ἄγρας καὶ οὐκ ἀπάγει πρὸς ἄβυσσον, ἢ καὶ ἄλλως μακράν. (Vers. 114.) Εὐηγεσία δὲ ἡ εὐαρχία ἐκ τοῦ ἡγῶ ἡγέσω, ἐξ οὗ καὶ ὁ ἡγεμών· ὅθεν καὶ εὔαρχος λέξις βασιλικὴ παρὰ Λυκόφρονι ἐν τῷ, εὐάρχῳ μύλῳ, ἤγουν γρόνθῳ βασιλικῷ. ἔοικε δὲ γράφειν τινὰς καὶ εὐηργεσίας. διὸ παρασημειοῦνται οἱ παλαιοὶ, ὅτι καλῶς λέγουσιν οἱ σὺν τῷ ρ γράφοντες. Τὸ δὲ ἀρετῶσιν ἀντὶ τοῦ εὐδαιμονοῦσιν, ἵνα λέγῃ, ὡς καὶ προδεδήλωται, ἀρετὴν ἐνταῦθα τὴν ἐξ ἁπασῶν συγκρότησιν. (Vers. 115.) Τὸ δὲ, τὰ μὲν ἄλλα μετάλλα, σχήματί τε ῥητορικῆς ἔοικεν ἀντιστροφῆς καὶ μάλιστα παρήχησιν ἔχει καιρίαν καὶ ἀνεπιτήδευτον. ὑπολαλεῖ δὲ καὶ ἐτυμολογίαν τοῦ μεταλλᾶν τὴν ἐν ἄλλοις ῥηθεῖσαν. (Vers. 119.) Τὸ δὲ μύρεσθαι ὅτι πρωτότυπόν ἐστι τοῦ μορμύρειν καὶ ὅτι ποιὸν ἦχον καταφορᾶς δακρύων ἡ λέξις δηλοῖ, ἐῤῥέθη καὶ ἀλλαχοῦ σαφέστερον. (Vers. 124.) Ὅτι ἐπαινέσαντος Ὀδυσσέως, ὡς ἐῤῥέθη, τὴν Πηνελόπην λαλεῖ αὐτὴ πολλὰ τῶν φθασάντων ἐν ἄλλοις λεχθῆναι. καὶ τέως λέγει, ὅτι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσε θεὸς, καὶ τὰ ἑξῆς ἐν στίχοις ἓξ, ὡς προλαβοῦσα ἐλάλησε πρὸς Ἀντίνοον, εἶτα ἐνδεικνυμένη τὰ καθ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
