# Commentarii ad Homeri Odysseam 2.196.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.196.1

τέχνην ἀποσεμνύνοντος ἔφη τὸ, καινὸς οὑτοσὶ Παλαίφατος. ὃ δὴ καὶ παροιμιάζεται τοὺς πιθανολογοῦντας τὰ μὴ οἷά τε ὄντα προσοχὴν ἔχειν. Εἰς δὲ τὸ ἀπὸ δρυὸς εἶναι προσενθυμητέον ἐκ τῶν παλαιῶν καὶ τὸν ὥς φασιν ἐκεῖνοι βαλανίτην βίον, ὃς ὕστερον ἐξ ἐπιμελείας καὶ εὑρέσεως ἀλετοῦ ἐξήνεγκε παροιμίαν τὴν, ἀληλεσμένον βίον ζῇ ἐξ ἀγρίου καὶ ἀκανθώδους τοῦ πρότερον· ὃν δηλοῖ τὸ, οὐ γὰρ ἄκανθαι· ὑπομιμνῆσκον τὴν τοῦ παλαιοῦ βίου μεταβολήν. ἐντεῦθεν δὲ καὶ τὸ, ἅλις δρυὸς, ἐπὶ τῶν δυσχερῶς, φασὶ, καὶ ἀηδῶς ἐσθιόντων, ὕστερον δὲ κάλλιόν τι εὑρόντων. τῷ δὲ, οὐ γὰρ ἄκανθαι, σύνδρομον καὶ τὸ, μερὶξ οὐ πνὶξ, ὡς ἀλλαχοῦ ἐγράφη. τὸ δέ γε, ἄλλην δρῦν βαλάνιζε, ἄλλως ἐναλλαγὴν βίου δηλοῖ, οὐ μὴν τὴν ἐκ πάντῃ ἀγρίου εἰς ἥμερον. ἔτι προσενθυμητέον καὶ ὅτι, καθὰ τῷ, ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ, ἔστι παραχρήσασθαι παροιμιακῶς ἐπὶ ἀγριότητι, οὕτω καὶ τῷ ἀπὸ τῆς ἅλμης λόγῳ, καθ' ὃν ἐκ μὲν τῆς πικρᾶς ἀκράχολός τις ἄνθρωπος ἁλμίων ἐσκώφθη, ἐκ δὲ τῆς νοστίμου ἅλμην ἔχειν λέγεται ὁ ἡδὺς ἄνθρωπος. Τὸ δὲ διφθόγγισμα τοῦ πάλαι καὶ παλαιὸς καὶ τῶν ἐξ αὐτοῦ ἔδειξαν οἱ Αἰολεῖς καθ' Ἡρακλείδην ἐν τῷ πάλαος, ὅθεν τὰ ἄλλα προσλήψει τοῦ ἰῶτα. (Vers. 167.) Ὅτι ἐξερέειν ἐνταῦθα καὶ τὸ ἐρωτῆσαι, οἷον, τὸν ἐμὸν γόνον ἐξερέουσα, ὡς προεγράφη, καὶ τὸ ἀπολογήσασθαι. φησὶ γάρ· ἀλλ' ἔκ τοι ἐρέω, ἤτοι ἐξερῶ. τοῦτο δὲ καὶ μῦθον ἐνισπήσειν φησὶ προϊών. Ὅτι καὶ ἐπιτέμνων καὶ παραφράζων Ὀδυσσεὺς ἃ πρὸ μικροῦ ἔφη πρὸς τὴν Πηνελόπην, ἤγουν τὸ, μή μοι θυμὸν ἐμπλήσῃς ὀδυνάων μνησαμένῳ καὶ ἑξῆς, φησίν· ἦ μέν με ἀχέεσσί γε δώσεις πλείοσιν ἢ ἔχομαι. (Vers. 169.) ἣ γὰρ δίκη ὁππότε πάτρης ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, μονονουχὶ λέγων, ὡς ἐγὼ μὲν ἠξίουν μὴ ἀνακινῆσαί μοι τὴν μνήμην τῶν ἐμῶν κακῶν, σὺ δὲ ἀνηκουστοῦσα πλεῖόν με τῶν συνήθων λυπήσεις. (Vers. 167.) τούτου γάρ ἐστι περίφρασις τὸ, ἦ μέν μ' ἀχέεσσί γε δώσεις. (Vers. 168.) τί δέ ἐστι τὸ, ἣ γὰρ δίκη, πρὸ ὀλίγων εἴρηται. καὶ τέως προοιμιακὴν ταύτην ἔννοιαν ὁ ῥήτωρ θεὶς λαλεῖ καὶ πρὸς ἐρώτησιν εἰπὼν διηγηματικῶς· (Vers. 172.) Κρήτη τις γαῖα ἐστὶ μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίῤῥυτος, ἐν δ' ἄνθρωποι πολλοὶ, ἀπειρέσιοι, καὶ ἐνενήκοντα πόληες, ἄλλη δ' ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί· ἔν δ' Ἐτεόκρητες μεγαλήτορες· ἐν δὲ Κύδωνες Δωριέες τε τριχάϊκες, δῖοι τε Πελασγοὶ, τοῖσι δ' ἐνὶ Κνωσσὸς μεγάλη πόλις. (Vers. 179.) ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστὴς, τουτέστιν ὁμιλητὴς, φοιτητής. καὶ ταῦτα μὲν ἱστορικὰ, καὶ εἰς ἔπαινον Κρήτης λαλοῦνται ὡς πρὸς γυναῖκα σοφὴν, ἵνα τούτοις πιστευτικῶς ἀκολουθοῦσα δέξηται καταθετικῶς ὡς ἀληθῆ καὶ τὰ ἐφεξῆς ψεύσματα. (Vers. 180.) ἐν οἷς ὁ ξένος γενεαλογήσας ἐκ Μίνωος τὸν Δευκαλίωνα, οὗ καθ' ἱστορίαν υἱὸς ὁ Ἰδομενεὺς ἀδελφὸν ἑαυτὸν τοῦ τοιούτου Ἰδομενέως φησὶν, ὁπλότερον γενεῇ. ὁ δ' ἄρα, φησὶ, πρότερος καὶ ἀρείων. λέγει δὲ καὶ ὅτι ἐμοὶ ὄνομα κλυτὸν Αἴθων. (Vers. 187.) καὶ ὅτι τὸν Ὀδυσσέα ἐν Κρήτῃ ἐξένισεν ὅτε κατήγαγεν αὐτὸν ἐκεῖ ἄνεμος παραπλάγξας Μαλειῶν, ὡς καὶ ἑτέρους ἀληθῶς τῶν ἡρώων ὕστερον. (Vers. 188.) ἔστησε δ' αὐτὸν, ὁ ἄνεμος δηλαδὴ, ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης ἐν λιμέσι χαλεποῖσιν. ἱστορικὰ καὶ ταῦτα τὸ περὶ Ἀμνισοῦ καὶ τὸ τοῦ σπέους καὶ τὸ τῶν λιμένων, ἵνα παραμιγμένα τοῖς ψεύδεσι πιθανολογοῖεν αὐτὰ ὡς ἐξόν. (Vers. 190.) λέγει δὲ καὶ ὡς Ὀδυσσεὺς μὲν τὸν Ἰδομενέα μετάλλα, τουτέστιν ἀνεζήτει. ἐπεὶ δ' ἐκεῖνος προῴχετο εἰς Τροίαν, ἐγώ, φησιν, ἄγων αὐτὸν ἐξείνισα καὶ τοὺς σὺν αὐτῷ, δημόθεν ἄλφιτα δοὺς καὶ αἴθοπα οἶνον ἀγείρας, (Vers. 198.) καὶ βοῦς ἱερεύσασθαι ἵνα πλησαίατο θυμόν· ὃ δὴ ξενίας δημοτικῆς φράσις ἐστὶν, ὥς περ τὸ, (Vers. 200.) εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ' ἐπὶ γαίῃ εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων. καταιγίδος ἔχει ἔνδειξιν. (Vers. 203.) καὶ οὕτως εἰπόντος Ὀδυσσέως τίς τέ ἐστιν, ὅτι δηλαδὴ Αἴθων, καὶ πόθεν, ἤγουν ὅτι ἐκ Κρήτης, καὶ τίνων, ὡς ἄρα ἐκ Μίνωος καὶ Δευκαλίωνος, καὶ τὰ τούτων ἐχόμενα, ἐπιφέρει κατά τι ἐπιφώνημα ὁ ποιητὴς κομματικῶς, τὸ, ἴσκε, ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα, διὰ τὸ πιθανὸν πάντως τῆς πλάσεως καὶ ἀνεξέλεγκτον. (Vers. 172.) Ὅρα δὲ ὡς καὶ τὸ ῥηθὲν πλασματικὸν διήγημα συνήθως Ὁμήρῳ κατὰ ὀρθὴν πτῶσιν μετὰ ῥήματος ὑπαρκτικοῦ προβέβληται· Κρήτη τις γαῖα ἐστίν. Ὅτι δὲ τὸ γαῖα καὶ ἐπὶ νήσων λέγεται, προδεδήλωται. Κρήτης δὲ πολλὰ μὲν καὶ ἄλλα σεμνώματα, ἐν δὲ τοῖς καὶ ταῦτα· ἐν Κρήτῃ παρὰ τοῖς τελοῦσι συσσίτια τράπεζαι ἔκειντο ξενικαὶ καλούμεναι, ἐν αἷς ἐκάθιζον τῶν ξένων τοὺς παριόντας. καὶ τοῖς νέοις μὲν κοινὸς κρατὴρ κέκρατο κατὰ τὰ συσσίτια, τοῖς δὲ πρεσβυτέροις, ἐὰν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
