# Commentarii ad Homeri Odysseam 2.197.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.197.1

ἐβούλοντο πλέον πιεῖν, ἐξουσία ἐδίδοτο. ἔτι δὲ Κρῆτες ἀπὸ δείπνου ἐβουλεύοντο περὶ τῶν κοινῶν μεμνημένοι καὶ πολεμικῶν πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦντες καὶ οὕτω προτρεπόμενοι τοὺς νέους εἰς ἀνδραγαθίαν. ἔτι ἐν συσσιτίῳ Κρητικῷ γυνὴ προεστηκυῖα τῆς συσσιτίας φανερῶς ἀπὸ τῆς τραπέζης τὰ βέλτιστά, φασι, τῶν παρακειμένων ἀφαιροῦσα παρετίθει τοῖς κατὰ πόλεμον ἢ σύνεσιν δεδοξασμένοις, ἀκολούθως τοῦτό γε Ὁμήρῳ, ὡς Αἴαντα νώτοισι διηνεκέεσσι γέραιρεν, οὐ μὴν κατὰ τὸν Ὀδυσσέα, ὃς τοιούτοις ἐφιλοφρονεῖτο τὸν παρὰ τοῖς Φαίαξι μουσικὸν Δημόδοκον. ὡς δὲ καὶ δίκης φύλακες οἱ Κρῆτες, δηλοῖ ὁ γράψας ὅτι εὐνομώτατοι οἱ Μαντινεῖς οὐδὲν ἧττον Λοκρῶν οὐδὲ Κρητῶν οὐδὲ Λακεδαιμονίων οὐδ' Ἀθηναίων, ὧν Σόλων νομοθέτης, ὡς Νικόδωρος Μαντινέων. (Vers. 173.) Τὸ δὲ περίῤῥυτος κοινὸν πάσης νήσου ἐπίθετον, ἐπεὶ καὶ πᾶσαι ἀμφίαλοι. ἴσως δὲ καὶ τὸ πέριξ ἐντὸς πολύϋδρον τῆς νήσου δηλοῖ, οὗ χάριν καλή ἐστι καὶ πίειρα. (Vers. 174.) Τὸ δὲ ἀπειρέσιοι διασάφησίς ἐστι καὶ ἐπίτασις τοῦ πολλοί. Ἐνενηκοντάπολις δὲ νῦν Κρήτη ἡ ἐν Ἰλιάδι ἑκατόμπολις κατὰ περιπέτειαν. ἀναστατωθῆναι γάρ φασι δέκα πόλεις ὑπὸ Ἰδομενέως ἐπανελθόντος ἐξ Ἰλίου, ὅτε Λεῦκος αὐτὸν ἀπήλαυνεν· ὃν θετὸν παῖδα ὄντα φύλακα τῆς βασιλείας κατέλιπε, δράκοντα θρεπτὸν, ὡς ὁ Λυκόφρων φησί. τὰς δὲ τοιαύτας δέκα πόλεις προσκτισθῆναι φασὶν ὕστερον μετὰ τὰ Τρωϊκά. καὶ οὕτω μέν τινες συνεβίβασαν τὴν ἐν Ἰλιάδι μὲν ἑκατόμπολιν, ἐνταῦθα δὲ ἐνενηκοντάπολιν. ἕτεροι δὲ οὐχ' ὡρισμένως ἐκεῖ νοοῦσι τὴν ἑκατόμπολιν, ἀλλ' ἁπλῶς τὴν πολύπολιν. καὶ εἴωθεν οὕτω ποτὲ λαμβάνεσθαι τὸ ἑκατὸν διὰ τὸ πρεσβεῖον τοῦ ἐντελοῦς ἀριθμοῦ κατὰ τὸ, ἑκατὸν θύσανοι, καὶ ἑκατὸν πόλεων πρυλέεσιν, ὥς τε ἑκατόμπολις Κρήτη ἡ πολύπολις, ἢ καὶ ἀληθῶς ἑκατὸν ἔχουσα πόλεις ὥς πέρ ποτε καὶ ἡ Λακωνική. νῦν δέ ἐστι πυθέσθαι τοῦ χρόνου πού ποτε τὰς πλείους ἀπήγαγεν, Ἁρπυίαις κελεύσας ἀνερείψασθαι. Ὅτι δὲ κατὰ τὴν ἐπὶ Λεύκῳ ἱστορίαν ἐδυστύχησαν καὶ ἄλλαι βασιλεῖαι, δῆλον ἐξ ὧν καὶ Αἴγισθος ἐν τοῖς Ἀγαμέμνονος δόμοις πεπλημμέληκε. καὶ Σθένελος δὲ ὁ Κομήτου ἐν τοῖς τοῦ Διομήδους. θρυλοῦνται δὲ καὶ δοῦλοι ὕστερον Σκυθικοὶ τοῖς δεσπόταις στρατευσαμένοις που πράγματα παρασχόντες ἐν τῷ ἐπανελθεῖν. καὶ τοιαῦτα μὲν ταῦτα. (Vers. 175.) Ἐν δὲ τῷ, ἄλλη δ' ἄλλων γλῶσσα, τὴν διάλεκτον γλῶσσαν λέγει, ἐξ ὀργάνου αὐτῆς δηλῶν τὸ ἀποτελούμενον, τὴν φωνήν. Ἔνθα φασὶν οἱ παλαιοὶ πλάττειν τὸν Ὀδυσσέα τὴν τῶν γλωσσῶν ἀνάμιξιν, ἵνα μὴ ἐλεγχθῇ ὡς μὴ τῇ τῶν Κρητῶν γλώσσῃ χρώμενος ἢ χαριζόμενος. Τὸ δὲ Ἀχαιοὶ καὶ οἱ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, ἄλλη δ' ἄλλων γλῶσσα. εἰσὶ γὰρ ἄλλοι οἱ Ἀχαιοὶ καὶ οἱ μετ' αὐτοὺς ῥηθέντες, ἐξ ὧν συγκροτεῖται τὸ πολύγλωσσον. Μυκηναίους δέ τινες ἐνταῦθα φασὶ τοὺς Ἀχαιοὺς, εἰπόντες ὡς μετὰ τὰ Ἰλιακὰ Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἐκεῖ ἀποικίαν. (Vers. 176.) Ἐτεόκρητες δὲ οἱ ἀληθῶς ἢ ἀληθεῖς Κρῆτες, εἰ καὶ ἄλλως Κρῆτες ἀεὶ ψεῦσται, ὡς καὶ προείρηται. αὐτόχθονες οὖν οἱ Ἐτεόκρητες, Ἰθαγενεῖς, γνήσιοι τῆς χώρας, λεχθέντες Ἐτεόκρητες ὡς πρὸς τοὺς ἐπήλυδας, καθὰ καὶ τῷ γεωγράφῳ δοκεῖ. δῆλον δὲ ὡς πρὸς ὁμοιότητα τοῦ Ἐτεόκρητες καὶ οἱ Ἐτεοβουτάδαι συντέθεινται. Μεγαλήτορας δὲ τοὺς Ἐτεόκρητας λέγει διὰ τὸ ἀνδρείους εἶναι ὡς ἡ συχνὴ πεῖρα ἐδήλωσε. Κύδωνες δὲ ἀπὸ Κύδωνός, φασι, τοῦ Ἀπόλλωνος, περὶ ὧν καὶ ἀλλαχοῦ δηλοῦται. εἰ δ' οὗτος ἐστὶ καὶ ὁ παροιμιαζόμενος κατὰ τὸ, ἀεί τις ἐν Κύδωνος διὰ τὴν κατ' ἐκεῖνον φιλοξενίαν, οὐ πάνυ δῆλον. Ὅτι δὲ κάλλους σχῆμα τὸ, ἐν μὲν Ἀχαιοὶ καὶ ἑξῆς, καθὰ καὶ τὸ, ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς, πάρφασις καὶ τὰ τοιαῦτα, οὐκ ἄδηλόν ἐστι. Δωριεῖς δὲ οὗτοι ἄποικοι τῆς τῶν Δωριέων χώρας, ἧς μοῖραν ἔσχε καὶ ἡ τῶν Σικελῶν γῆ καὶ ἄλλαι δὲ πόλεις τῶν περὶ τὰς ἐκεῖ χέρσους. Τριχάϊκες Δωριεῖς, ἐπεί περ οἱ μὲν Εὔβοιαν, οἱ δὲ Πελοπόννησον, οἱ δὲ Κρήτην ᾤκησαν. ἕτεροι δὲ τοὺς πολεμικούς φασι καθ' ὁμοιότητα τοῦ, κορυθάϊκι πολεμιστῇ. οὗ δηλαδὴ αἱ τῆς περικεφαλαίας τρίχες αἴσσουσι, τουτέστι σείονται, κατὰ πόλεμον, ὡς δοκεῖν οὕτω τὸ τριχάϊκι πολεμιστῇ ἀναγινώσκεσθαι καθ' ὑφέν. ἄλλοι δὲ τοὺς τριλόφους φασὶν, οἷς λόφοις τρίχες ἔνεισιν. εἰσὶ δὲ οἳ καὶ κούφους ὀρχηστὰς εἶπον τοὺς τριχάϊκας. ἐπεὶ καὶ ἀρετὴ Κρητῶν ἡ κατὰ πόλεμον ὀρχηστική. ὁ δὲ γεωγράφος οὕτω καλεῖσθαι μόνους τοὺς κατὰ τὴν Κρήτην Δωριεῖς ἐμφαίνων δηλοῖ ὀνομασθῆναι οὕτω οὐ μόνον διὰ τριλοφίαν καὶ ὅτι τρίχινοι αὐτοῖς οἱ λόφοι, ἀλλὰ καὶ διότι ἐκ Παρνασοῦ ἐλθόντες τρεῖς πόλεις ᾤκισαν. Πελασγοὺς δέ γέ φασι νῦν λέγεσθαι τοὺς μετὰ Κερκάφου εἰς Κρήτην ἀποικισθέντας ἐκ τῆς Φθιώτιδος. Περιώνυμον δὲ τὸ τῶν ἁπλῶς Πελασγῶν φῦλον καὶ πολυσπερὲς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
