Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.198.1
Not analysed yet
διὰ τὸ πλανητικόν. καὶ δηλοῦται περὶ αὐτῶν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, ἔνθα τι ἐῤῥέθη καὶ περὶ Κνωσσοῦ, ἣν μεγάλην πόλιν ὁ ποιητὴς ἐπιθετικῶς λέγει, οὐ μὴν κατὰ τὴν ἐν Πελοποννήσῳ, ὑφὲν κυριωνύμως οὕτω καλουμένην, ἧς ὁ πολίτης Μεγαλοπολίτης, ἣν αὐξηθεῖσαν τοσοῦτον ὁ χρόνος ὕστερον ἐταπείνωσεν, ὡς διεκπεσεῖν ἐπ' αὐτῇ λόγον τὸ, ἐρημία μεγάλη ἐστὶν ἡ μεγάλη πόλις. (Vers. 178.) Ὁ δὲ Μίνως οὗτος ζηλωτής ἐστιν ἀρχαίου Ῥαδαμάνθυος κατά τινας, ὁμωνύμου τῷ οἰκείῳ ἀδελφῷ· ὃν δὴ Ῥαδάμανθυν ἐκεῖνον μιμούμενος ὁ Μίνως δι' ἐννέα ἐτῶν ἀναβαίνων, ὡς ὁ γεωγράφος φησὶν, ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐκεῖ κατέβαινεν ἔχων συντεταγμένα παραγγέλματα, ἃ ἔλεγεν εἶναι τοῦ Διὸς, ἵνα δηλαδὴ πείθειν οὕτως ἔχῃ δεισιδαιμονοῦντας τοὺς ὑπηκόους, οἳ καὶ ἄλλως ὡς δικαίῳ αὐτῷ ἔχαιρον, ἐπειδὴ τὴν θάλασσαν ἐξεκάθαιρε λῃστῶν, ἐξ ὧν καὶ τὰ κρησφύγετα ὠνόμασται, ὅπου δηλαδὴ αὐτοὶ τὸν τοιοῦτον Κρῆτα ἢ τοὺς περὶ αὐτὸν Κρῆτας ἔφευγον. καὶ τοῦτο μὲν τοιοῦτον. Ἕτεροι δὲ τὸ ἐννέωρος συντιθέντες μετὰ τοῦ ὀαριστὴν φασὶν, ὅτι ἐπὶ ἐννέα ἔτη παρὰ τῷ πατρὶ Διῒ ἐπαιδεύθη· ἄλλοι δὲ, ὅτι ἐννεαετὴς ὢν βασιλεύειν ἤρξατο· τινὲς δὲ, ὅτι ἐπὶ ἐννέα ἔτη ἐβασίλευσε. τοῦτο γάρ ἐστι Διὸς ὀαριστὴν εἶναι, τὸ βασιλεύειν δηλαδή· ἐπεὶ καὶ διοτρεφεῖς καὶ διογενεῖς οἱ βασιλεῖς. πόθεν δὲ παράγεται ὁ ὀαριστὴς, πολλαχοῦ δεδήλωται. πρωτότυπον δὲ αὐτοῦ ὄαρ ὄαρος, ἐξ οὗ ὦρες αἱ ἐν Ἰλιάδι γυναῖκες. δῆλον δὲ ὡς οὐκ ἀναμφιβόλως κατὰ τὸ ὄαρ ὄαρος, οὕτω καὶ ἡ δάμαρ· αὐτὸ γὰρ δάμαρς εἶναι δοκεῖ, οὗ γενικὴ δάμαρτος. Ὄνομα δὲ κλυτὸν, ὅ περ ἀκούει τις ἐξ ἁπάντων. σύνθετον δὲ ἐξ αὐτῶν κύριον Ὀνομάκλυτος. (Vers. 183.) Πρὸς δὲ τὸν Αἴθωνα τοῦτον ἡ τοῦ Λυκόφρονος ἀστεϊζομένη Κασάνδρα Αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς τὸν Ὀδυσσέα καλεῖ, πλαστὰς εἰποῦσα γραφὰς τὰ τοῦ Ὀδυσσέως παρ' Ὁμήρῳ ψεύσματα. (Vers. 188.) Ἀμνισσὸς δὲ Μίνωος ἐπίνειον, ὡς ὁ γεωγράφος φησί· ἕτεροι δὲ Κνωσσοῦ. ἔστι δέ, φασι, καὶ ποταμὸς Κρήτης Ἀμνισσός. πάνυ δὲ ἐπιδεξίως ὁ μῦθος ἐπελέξατο τὸν Ἀμνισσὸν τῇ Εἰλειθυίᾳ εἰς διατριβὴν, ἐπειδὴ τὸ βρέφος τηνικαῦτα εἰς φῶς ἐλεύθει, ὅ περ Εἰλειθυίας ἔργον ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, ὁπηνίκα οὐ δύναται μένειν κατὰ γαστρός. τοῦτο γὰρ ὁ Ἀμνισσὸς ὡς οἷά τις ἀμενισσὸς τῷ ἤχῳ τῆς λέξεως παραινίττεται. εἰ δὲ καὶ ἀγαθὸς ὁ ἐκεῖ τόπος ὢν ταῖς λεχοῖς διατοῦτο τῇ Εἰλειθυίᾳ ἀνέκειτο, οὐκ ἔστιν ἀπισχυριστικῶς εἰπεῖν. Ὅτι δὲ ταυτὸν Εἰλείθυιαν ἑνικῶς λέγειν καὶ Εἰλειθυίας πληθυντικῶς, καὶ διατί θυγατέρες Ἥρας αἱ Εἰλείθυιαι πλάττονται, ἡ Ἰλιὰς δηλοῖ. ἐκ δὲ τῆς κατὰ γέννησιν ἀλληγορουμένης Εἰλειθυίας Εὐριπίδης παραφέρεται τοῖς παλαιοῖς ἀνειλείθυιαν εἰπὼν τὴν μὴ γεννήσασαν. (Vers. 189.) Ὅτι δὲ δυσλίμενος ἡ Κρήτη τὰ πρὸς βοῤῥᾶν, δῆλον ἐστί. καὶ ἰδοὺ παρὰ καὶ καλοῖς κακὸν κεῖται, τοῖς τῆς Κρήτης δηλαδὴ, τὸ κατ' αὐτὴν κακολίμενον. (Vers. 197.) Τὸ δὲ, δημόθεν δοῦναι ἄλφιτα καὶ οἶνον καὶ ἑξῆς, δηλοῖ ἔθος εἶναι ξενίζεσθαι δημοσίᾳ τοὺς ἀξίους. οὕτω καὶ Ἀλκίνοος καὶ οἱ σὺν αὐτῷ ἄριστοι ἀνδρακὰς δόντες δῶρα τῷ Ὀδυσσεῖ, ὕστερον ἀγειρόμενοι κατὰ δῆμον ἐποίησαν τὰ ῥηθέντα ἐκεῖ. (Vers. 198.) Βοῦς δὲ ἱερεῦσαι καὶ νῦν τὸ σφαγιάσαι. Τὸ δὲ, πλησαίατο θυμὸν, ἶσον ἐστὶ τῷ κορέσαιντο. ἐπῆκται δὲ πρὸς ἑρμηνείαν τοῦ ἱερεύσασθαι, ἵνα μὴ ἐπὶ θυσίας ἡ λέξις νοηθείη, ἀλλ' ἀντὶ τοῦ σφαγιάσασθαι. (Vers. 200.) Τὸ δὲ, οὐδ' ἐπὶ γαίῃ εἴα ἵστασθαι, βιαιότατον ἄνεμον δηλοῖ, ὃς ὠθήσοι ἂν καὶ κατὰ κρημνοῦ, τόπον εὑρὼν ἐπιτήδειον. ἐπιταθεὶς δὲ καὶ εἰς Ἅρπυιαν αὐξηθήσεται. τοιοῦτος γάρ τις ὁ μὴ ἐῶν ἐπὶ γῆς ἵστασθαι. (Vers. 201.) Τὸ δὲ, ὤρορε δαίμων, εἰ καὶ φύσει κατὰ τὸ ὄλωλε γράφεται καὶ τὸ ὄδωδε καὶ τὰ ὅμοια Ἀττικὰ, ἀλλὰ καὶ νῦν ὑπέρθεσιν ἔπαθεν διὰ χρείαν μέτρου ὡς καὶ ἐν ἄλλοις. (Vers. 203.) Τὸ δὲ ἴσκεν οἱ μὲν γλωσσογράφοι ἀντὶ τοῦ ἔλεγεν ἐκδέχονται, οἱ δὲ ἀκριβέστεροι ἀντὶ τοῦ ἤϊσκεν, ὅ ἐστιν εἴκαζεν ἀπεικονίζων πρὸς ἀλήθειαν. (Vers. 202.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ, ἄνεμος πέσεν, ἀντὶ τοῦ ἐπαύσατο, κοινότερον φρασθὲν ἀφελῶς πρὸς ἀκολουθίαν τοῦ, ἐστόρεσε δὲ θεὸς πόντον. ἔνθα γὰρ τὸ στορέσαι καὶ στρῶσαι, οἰκεῖον ἐκεῖ καὶ τὸ πεσεῖν. (Vers. 203.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, ἴσκε ψεύδεα πολλὰ λέγων, ἐπιτηδείως ὁ ποιητὴς ἔπαυσε τὴν ἐπὶ πλέον ψευδολογίαν, ὀκνήσας μὲν ἐμβραδῦναι ψεύδεσιν, ἐμφῄνας δὲ μόνον ἐν σχήματι παρασιωπήσεως, καὶ ἄλλα τὸν Ὀδυσσέα ὡς εἰκὸς φάναι πρὸς τὴν γυναῖκα ὡς αὐτῷ ἤρεσε διὰ τὸ ἡδέως ἐκείνην ἀκροᾶσθαι· ὅ περ οὐκ ἂν Ὁμηρικὸς ἀκροατὴς ἐπὶ πλέον γενέσθαι ἀνάσχοιτο ἀληθευτικῆς αὐτὸς μαθήσεως ἐφιέμενος. (Vers. 204.) Ὅτι τῆς Πηνελόπης ἀκουούσης, ἃ ἔλεγεν Ὀδυσσεὺς, ῥέε δάκρυα, τήκετο δὲ χρώς. εἶτα λαβὼν ἀφορμὴν ἐκ