# Commentarii ad Homeri Odysseam 2.199.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.199.1

τοῦ τήκετο ἐπάγει· ὡς δὲ χιὼν κατατήκετ' ἐν ἀκροπόλοισιν ὄρεσσιν, (Vers. 206.) ἥν τ' Εὖρος οἷα χλιαρὸς κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύοι, ὡς ψυχρὸς δηλαδή. τηκομένης δ' ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες, ὣς τῆς τήκετο καλὰ παρήϊα δακρυχεούσης. (Vers. 208.) Καὶ ὅρα ὡς πεντάκις εἶπε τὰς ἀπὸ τοῦ τήκω κινήσεις. ὡς γάρ φασιν οἱ παλαιοὶ, οὐκ ἔχει καιριωτέραν ταύτης εἰπεῖν λέξιν ἐν τοῖς ἄρτι ῥηθεῖσιν. (Vers. 207.) Τὸ δὲ, ποταμοὶ πλήθουσι ῥέοντες, διὰ τὸ πλῆρες τῆς παραβολικῆς ἱστορίας ἔφη. ἄλλως γὰρ ὑπερβολικὸν ποταμηδὸν ῥέειν δάκρυον, εἴ γε καὶ τὸ κρήνης δίκην αὐτὸ ῥέειν ἐν Ἰλιάδι ὑπερβολὴν ἔχει. (Vers. 204.) Ἰστέον δὲ ὅτι τοῦ τήκω ῥήματος πολλά τινα παράγοντες, ἐκεῖθεν γίνεται καὶ τὸ τήγανον, οἱονεὶ τήκανόν τι ὄν. τὸ δ' αὐτὸ παρά τισι καὶ τάγηνον κατὰ μετάθεσιν, Δωρικῶς δὲ καὶ ἤγανον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. τινὲς δὲ ταγηνόν φασι τὸ ἐν τηγάνῳ ἑψηθέν. Συρακούσιοι δὲ, ὥς φησιν Ἀθήναιος, τὴν μὲν λοπάδα τήγανον καλοῦσι, τὸ δὲ κοινῶς τήγανον ξηροτήγανον. χρῆσις δὲ ἠγάνου μὲν δίχα τοῦ τ καὶ παρὰ Ἀνακρέοντι· χεῖρά τ' ἐν ἠγάνῳ βαλεῖν· τηγάνου δὲ σὺν τῷ τ ἐν τῷ, πηδῶσι δ' ἰχθῦς ἐν μέσοισι τηγάνοις· καὶ ἀπὸ τηγάνου τ' ἔφασκεν ἀφύας φαγεῖν. ἐξ αὐτοῦ δὲ καὶ ῥῆμα. Φρύνιχος· ἡδὺ δ' ἀποτηγανίζειν ἄνευ συμβολῶν. ταγήνου δὲ χρῆσις ἐν τῷ, ἀτάρ τοι τὸ τάγηνον ἄριστον. (Vers. 205.) Ἔτι ἰστέον καὶ ὅτι τὸ, ἀκροπόλοισιν ὄρεσσι, ταυτόν ἐστι τῷ, κορυφαῖς ὀρῶν, ὡς δῆλον ἐκ τῶν παλαιῶν παραδόντων εἰς τρία διαιρεῖσθαι τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπερώρειαν, καὶ εἰς τέρμα· ὧν τὸ μὲν κορυφὴ, τὸ δὲ πλευρὰ ὄρους, τὸ δὲ τελευταῖον, οἱ καὶ πόδες. αἱ δὲ κορυφαί, φησι, καὶ ἀκρόπολοι, περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. τὸ δὲ ἄκρον, ἐξ οὗ τὰ ἀκροπόλα ὄρη, καὶ τὰς ἀκροπόλεις ποιεῖ, καὶ τὰ ἀκροθίνια, ὅ πέρ ἐστιν ἄκρον σωροῦ, καὶ λάφυρα, καὶ ἀπαρχαὶ δὲ ἀνατιθέμεναι ἐξ ἐμπορίας· τοῦτο μὲν διὰ τὸ ἀπὸ θινὸς θαλαττίου σεσῶσθαι, τὰ δὲ ἐκ πολέμου λάφυρα ὡς οἷον, φασὶν, ἀκροσίνια παρὰ τὸ σίνεσθαι ἐν μάχῃ πολλούς· τὸ δὲ ἐπὶ σωροῦ παρὰ τὸ ἄκρον τοῦ τοιούτου θινός. φέρεται δέ, φασι, καὶ παροιμία ἐπί τινων μάτην κοπιόντων τὸ, ἀκροθίνια πυγμαίων κολοσσῷ ἐφαρμόζειν, ὅ πέρ ἐστιν ἀνδρὶ μεγίστῳ μικρόν τι κέρδος εἶναι. ἐκ τοῦ εἰρημένου δὲ ἄκρου καὶ ἀκρόκομος ὁ κομῶν τὸ ἄκρον τῆς κεφαλῆς. καὶ μὴν ἄλλως ἀκρόκομος ἐν Ἰλιάδι ὁ μετρίως ἢ λίαν κομῶν. (Vers. 210.) Ὅτι Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δ' ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος ἀτρέμας ἤγουν ἡσύχως ἐν βλεφάροισι. δόλῳ δ' ὅ γε δάκρυα κεῦθε. (Vers. 211.) Κέρα δὲ ἢ αὐτὴν λέγει κατὰ τοὺς παλαιοὺς τὴν φύσιν τοῦ κέρατος σκληρὰν οὖσαν, ἢ ὡς ἐκ μέρους τὰ τόξα, ἵνα λέγῃ ὡς οἱ ὀφθαλμοὶ τῷ Ὀδυσσεῖ ἵσταντο, εἴτε βούλοιτό τις εἰπεῖν οἷα καὶ σίδηρος, εἴτε καὶ ὡς τεταμένα τόξα, μὴ ἐνδιδόντες δάκρυσιν. οὕτω τλήμων ὁ Ὀδυσσεὺς καὶ νῦν ὁ καὶ παρὰ τῇ Καλυψοῖ συνεχῶς δακρύων καὶ παρὰ Φαίαξιν ἑτοιμόδακρυς διὰ μόνην ἀνάμνησιν κακῶν. Σημείωσαι δὲ ὡς ἐν τῷ, ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος, ἀπὸ τοῦ ὑφειμένου μετέβη αὐξητικῶς ἐπὶ τὸ μεῖζον, ἤγουν ἐκ τῶν κεράτων ἐπὶ τὸν σίδηρον. ἐσχημάτισται οὖν τοῦτο ἑτεροίως ἤ περ τὸ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης. ἐκεῖ γὰρ ἄλλως ἀπὸ τοῦ κατὰ λαμπρότητα ἡλιακοῦ μεγέθους ἐπὶ τὸ ἔλαττον κατέβη, ὡς ἂν εἴη ὁ λόγος πιθανώτερος. Ὅρα δὲ καὶ ὡς Ὅμηρος μὲν πρὸς κέρας εἴκασε τὸ τῶν ὀφθαλμῶν τοῦ Ὀδυσσέως ἀτενές· ἡ δὲ συνήθεια καὶ χιτῶνα τινὰ κερατοειδῆ τοῦ ὀφθαλμοῦ λέγει, ὅθεν ἴσως καὶ ἡ Ὁμηρικὴ ὥρμηται παραβολή. (Vers. 212.) Τὸ δὲ, δόλῳ δάκρυα κεῦθε, παράδειγμα καὶ αὐτὸ δόλου ἐπαινετοῦ, ὃς νῦν εἰς ἶσον ἥκει τῇ καρτερίᾳ. (Vers. 218.) Ὅτι θελήσας ὁ ποιητὴς ὡς ἐν παρέργῳ χάριν ἁβρότητος γραφικῆς καὶ περὶ λαμπροῦ διαλαβεῖν ἱματισμοῦ καὶ ἅμα πιθανῶς καὶ βιωτικῶς ἀνάκρισιν θέσθαι διὰ Πηνελόπης εἰ μὴ ψεύδεται ὁ ξένος, ἔτι καί τι ἱστορῆσαι, πλάττει αὐτὴν ἀνακρίνουσαν τὸν ξένον, εἰ ἐτεὸν ὡς λέγει τὸν Ὀδυσσέα ἐν Κρήτῃ ἐξένισεν ὅτε εἰς Τροίαν ἀπέπλεεν, ὁποῖα περὶ χροῒ εἵματα ἕστο, αὐτός θ' οἷος ἔην, καὶ ἑταίρους οἵ οἱ ἕποντο. καὶ Ὀδυσσεὺς ἑαυτὸν μὲν, οἷος ἦν, σιωπᾷ, μὴ καὶ περιηγούμενος εὐθὺς ἀναγνωρισθῇ ἐπιλεγομένης τῆς γυναικὸς τὰ σημεῖα, ὃς καὶ ἄλλως ἐπικρύπτων ἑαυτὸν ἀναγνωρισθήσεται ὑπὸ τῆς μαίας, ὡς ἐοικὼς τῷ Ὀδυσσεῖ. (Vers. 225.) οἷα δὲ ἐφόρει εἵματα, ἐρεῖ ἀναμνησθεὶς, καὶ τῶν ἑταίρων δὲ τὸν ἐπισημότερον ἀπαγγελεῖ. ἐξ ὧν ἡ Πηνελόπη ἀληθῆ τὸν ξένον κρινεῖ. ἀκκισάμενος οὖν πρῶτον καὶ εἰπὼν, ὡς ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα εἰπέμεν, ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν ἐκ τότε, εἶτα ὑποσχόμενος εἰπεῖν ἐν τῷ, (Vers. 224.) ἀλλὰ καὶ ὣς ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ, τουτέστι φαντάζεται

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
