# Commentarii ad Homeri Odysseam 2.2.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.2.1

ἀκόλουθον ἐφεξῆς τὸ, ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον αὖθι πανημέριοι. (Vers. 24.) τὰ δὲ ἐπαγόμενα φιλοξενίας εἰσὶ λόγοι. τὸ, ἅμα δ' Ἠοῖ φαινομένῃφι πλεύσεσθε, αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα σημανέω, ἵνα μή τι κακοῤῥαφίῃ ἀλεγεινῇ ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες. οὐδεμία δέ τις ἐστὶ τῶν ἐν τοῖς ῥηθεῖσιν Ὁμηρικῶν λέξεων, περὶ ἧς οὐ δεδήλωται ἐν ἄλλοις. (Vers. 21.) Ὅτι ἀστείως ἡ Κίρκη πρὸς τοὺς ἀμφὶ τὸν Ὀδυσσέα ἐξ Ἅιδου ἐλθόντας φησί· σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ' Ἀΐδαο, δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνήσκουσ' ἄνθρωποι. (Vers. 23.) Καὶ ὅρα ὡς διὰ τὸ μὴ πρέπειν σεμνῷ προσώπῳ ἐν οὐ καιρῷ τοιαῦτα παίζειν δι' ὀλιγίστου ὁ ποιητὴς ἐξήνεγκε τὸ ἀστέϊσμα (Vers. 21.) καὶ ὅτι οὐδὲ νῦν τὸ σχέτλιος ἐπὶ ἀδίκου κεῖται, ἀλλὰ σχετλίους ἢ τοὺς τολμητίας εἶπεν ἢ τοὺς ἐπιπόνους καὶ πολλὰ ἀνασχομένους καὶ τλάντας. (Vers. 22.) Τὸ δὲ δισθανέες ἐν δυσὶ μέρεσι λόγου ἀναγινώσκει Ἀπολλόδωρος, λέγων ὅτι τὸ δὶς καὶ τρὶς ἀποβάλλει τὸ σίγμα ἐν ταῖς συνθέσεσι, οἷον δίπους, τρίπους. ὤφειλεν οὖν καὶ διθανέες. νοητέον δὲ τὸν Ἀπολλοδώρου λόγον χωρὶς τῶν ἀριθμητικῶν. δισχιλίους γὰρ μετὰ τοῦ σίγμα καὶ τρισχιλίους φαμέν. καὶ οὕτω μὲν αὐτός. ἕτεροι δὲ τοσοῦτον ἀποδέουσι προσέχειν αὐτῷ, ὥστε καὶ τὸ δὶς παῖδες οἱ γέροντες δίσπαιδες γράφουσι συνθέτως ἐν ἑνὶ μέρει λόγου, ἄλλως τοῦτο ποιοῦντες παρὰ τὸ δίπαις δίπαιδος, ὁ δύο κεκτημένος δηλαδὴ παῖδας. δοκεῖ δὲ πρὸς μίμησιν τῆς συνθέσεως τοῦ Ὁμηρικοῦ δισθανοῦς εἰρῆσθαι δυσθανὴς παρὰ τοῖς ὕστερον ὁ βιαιοθάνατος. (Vers. 32.) Ὅτι καθὰ στρατιωτικὸν τὸ ἐν ὅπλοις κατακοιμᾶσθαι, οὕτω καὶ ναυτικὸν τὸ, οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός. (Vers. 34.) Ὅτι ἐν τῷ, εἷσέ τε τὸν Ὀδυσσέα καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα, ὑπονοεῖται μὲν καί τι φιλοτήσιον ἐπὶ Κίρκης, μάλιστα δὲ ὁμιλίαν διὰ λόγων δηλοῖ τὸ προσέλεκτο, καθ' ὁμοιότητα τοῦ, ἐξερέεινεν ἕκαστα, ἤτοι τὰ ἐν Ἅιδου, ἃ δὴ πάντα κατὰ μοῖραν Ὀδυσσεὺς τῇ Κίρκῃ κατέλεξεν. (Vers. 35.) Ἔνθα ὅρα τὸ ἕκαστα καὶ τὸ πάντα πάνυ γοργῶς ῥηθὲν καὶ, ὡς εἰπεῖν, μυστηριωδῶς. οὐ γὰρ ἠθέλησε διττολογῆσαι ὁ ποιητὴς οὔτε ἀποτάδην οὔτε κεφαλαιωδῶς τὰ κατὰ τὸν Ἅιδην. (Vers. 37.) Ὅτι τῷ μετὰ πεῖραν δεινοῦ τινὸς εἶτα καὶ περὶ ἑτέρων δυσχερῶν ἀκούοντι ἁρμόττει λαληθῆναι τὸ, ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ' ἄκουσον ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός. Ἔστι δὲ τὸ πεπείρανται ἀντὶ τοῦ τετελείωνται, ἀπὸ τοῦ πειραίνω, ὡς ἐκ τοῦ φαίνω τὸ πέφανται. (Vers. 37.) Ὅτι τερατώδη τινὰ μέλλων φράζειν ὁ ποιητὴς, ἔτι δὲ καὶ δεινὰ ἐν τοῖς ἑξῆς, φθάνει προεκθετικῶς αὐτὰ λέγων διὰ τῆς Κίρκης. ἣν πλάττει προλέγουσαν τῷ Ὀδυσσεῖ ἃ ἐν τοῖς ἑξῆς πείσεται ὁπηνίκα εἴς τε τὰς Σειρῆνας ἔλθῃ καὶ τῇ Σκύλλῃ περικίχῃ καὶ εἰς τὴν Χάρυβδιν ἐμπέσῃ καὶ τὰς Ἡλίου βόας εὑρήσῃ ἐπὶ ἐσχάτῳ κακῷ, καὶ οὕτω πρῶτον ἐκθέμενος διὰ τῆς Κίρκης τὰ τέσσαρα ταῦτα δεινὰ εἶτα ἐπεξαγάγῃ ἐν τοῖς ἑξῆς τὸν Ὀδυσσέα ἑκάστῳ αὐτῶν. (Vers. 39.) καὶ τέως πρῶτα περὶ Σειρήνων ἡ Κίρκη φησὶν οὕτω· Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἳ ῥά τε πάντας ἀνθρώπους θέλγουσιν, ὅτε σφέας εἰσαφίκηται, ὅς τις ἀϊδρείῃ πελάσει καὶ φθόγγον ἀκούσει Σειρήνων, (Vers. 42.) τῷ δ' οὔτι γυνὴ καὶ νήπια τέκνα οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται. ὃ δὴ περίφρασίς ἐστι τοῦ, οὐκ ἐπάνεισιν οἴκαδε. ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ, ἥμεναι ἐν λειμῶνι, πολὺς δ' ἀμφ' ὀστέοφιν θὶς ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσιν. ἀλλὰ παρὲξ ἐλάαν. ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων, κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ τῶν ἄλλων. αὐτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐθέλῃσθα, δησάντων σ' ἐν νηῒ θοῇ χεῖράς τε πόδας τε ὀρθὸν ἐν ἱστοπέδῃ. ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω, ὄφρα κε τερπόμενος ὄπ' ἀκούῃς Σειρήνοιϊν. αἴ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, οἱ δέ σ' ἐνὶ πλεόνεσσι τότ' ἐν δεσμοῖσι δεόντων. (Vers. 155.) καὶ οὕτω μὲν ἡ Κίρκη. Ἐπεὶ δὲ χρὴ καὶ αὐτὸ συνεχῶς ἐνταῦθα τὸ πρᾶγμα γραφῆναι τὸ κατὰ τὸν Ὀδυσσέα ὅτε τὰς Σειρῆνας εὗρεν, ἵνα τῇ παραθέσει ἑνὸς τούτου γενομένου ὕφους ἡ κατὰ τὰς Σειρῆνας ἀλληγορία ἐντελῶς δι' ὅλου ὡς ἐκ διεῤῥωγότων συῤῥαφείη, ἔχει καὶ ἡ ἐν ἐκείνοις Ὁμηρικὴ φράσις οὕτως, Ὀδυσσέως ἀφηγουμένου τοῖς ἑταίροις ἃ εἶπεν αὐτῷ ἡ Κίρκη, εἶτα ἐπισυνείροντος καὶ τὰ ἐφεξῆς. (Vers. 158.) Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων φθόγγον ἀλεύσασθαι, καὶ λειμῶν' ἀνθεμόεντα, οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν ἀλλά με δεσμῷ δήσατ' ἐν ἀργαλέῳ ὄφρ' ἔμπεδον αὐτόθι μίμνω, ὀρθὸν ἐν ἱστοπέδῃ· ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω. Αἴ δέ κε λίσσομαι ὑμέας λῦσαί τε κελεύω, (Vers. 164.) ὑμεῖς δὲ πλεόνεσσι τότε δεσμοῖσι πιέζειν. ταῦτα δέ μου λέγοντος, καρπαλίμως ἐξίκετο νηῦς εὐεργὴς νῆσον Σειρήνοιϊν· ἔπειγε γὰρ οὖρος ἀπήμων. αὐτίκ' ἔπειτ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
