# Commentarii ad Homeri Odysseam 2.20.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.20.1

οὐκ ἦν τι πρᾶξαι καὶ μηχανήσασθαι, ὡς εἶναι δῆλον κἀντεῦθεν, ὅτι οὐκ ἐκκαλυπτέον τὰς ἀπράκτους ἀνίας τοῖς φίλοις οὐδὲ ἡμᾶς. (Vers. 208.) Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰρημένοις τὸ μὲν, ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονες ἐσμὲν, τλήμοσιν ἀνθρώποις ἁρμόττει. (Vers. 211.) τὸ δὲ ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐξεφύγομεν ἔπαινος ἀνδρὸς περισωσαμένου τινάς. (Vers. 215.) τὸ δὲ αἴ κέ ποθι θεὸς δῴη τόνδε ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι, καιροῦ ἐπικινδύνου δηλωτικόν. (Vers. 219.) τὸ δὲ τούτου μὲν καπνοῦ καὶ κύματος καὶ ἑξῆς δύναται παρῳδηθῆναι, ὅτε ἐστὶ συμβουλὴ περὶ τοῦ ἔλαττόν τι κακὸν ἀνθελέσθαι μείζονος. ἔνθα σημείωσαι, ὅτι τε καπνὸς οὗτος οὐχ' ἡδὺς τῷ Ὀδυσσεῖ κατὰ τὸν ἐν τῇ α ῥαψῳδίᾳ, ὃν ἐκθρώσκοντα ἧς γαίης ἰδεῖν ἵετο, καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ τοῦδε τόπου παρείλκυσται καὶ τὸ, ἐκ καπνοῦ καταθεῖναι ὅπλα ἢ ἄλλο τι, ἀλλοῖον ὂν αὐτὸ παρὰ τὸ, ὑπὲρ καπνοῦ τὸ πηδάλιον. καὶ ὅτι πολλαχοῦ σημεῖον πραγμάτων ὑποκειμένων τινῶν ὁ καπνὸς εἴληπται παρὰ τῷ ποιητῇ, ὡς καὶ ἐν τοῖς κατὰ Κίρκην. καὶ ὅτι δὲ παραβολὴν ἐν Ἰλιάδι ἀπὸ νησιωτικοῦ λαμβάνει καπνοῦ. καὶ ὅτι οὐ πᾶς καπνὸς ἀηδὴς ἀλλ' εἰσὶν οἳ χαρὰν ὑποκινοῦσι. καὶ εἶεν ἂν τοιοῦτοι οὐ μόνον οἱ ἐξ ἀρωματικῶν ξύλων καί τινων τοιούτων, ἀλλὰ καὶ οἱ σημαίνοντες τὰ πρὸς ἡδονὴν, ὡς ὁ εἰρημένος τῆς α ῥαψῳδίας καὶ ὁ τὸν παρὰ τῇ κωμῳδίᾳ καπνοσφράντην συντιθεὶς, ὁ μὴ κατὰ τὸν κωμικὸν ἐκπέμπων τῆς οἰκίας, ἀλλ' εἰσάγων τοὺς φιληδοῦντας βίῳ παρασιτικῷ, οἳ καὶ αὐτοὶ λέγοιεν ἂν ἐθέλειν καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι οἰκίας πλουσίου εἰλαπιναστοῦ. Ἡδὺς δὲ καπνὸς τοῖς πάλαι δεισιδαίμοσι καὶ ὁ θυτικὸς, ἀφ' οὗ ἐν Ἰλιάδι ἐῤῥέθη τὸ, κάπνισάν τε κατὰ κλισίας καὶ δόρπον ἕλοντο, καθὰ καὶ ἐκεῖ ἐξηγήθη. τοῖς δέ τε φευκτέοις καπνοῖς ἐναριθμητέον καὶ τὸν κωμικευόμενον ἀπὸ σύκων εἶναι καὶ αἰνιττόμενον τὸν συκοφάντην, ὃς οὐ βλέφαρα δάκνων λυπεῖ ἀλλὰ ψυχὴν αὐτήν. καὶ ὧδε μὲν ταῦτα. (Vers. 208.) Ὅρα δὲ καὶ ὅτι ἀρξάμενος καὶ νῦν ἀπὸ τοῦ γαρ μετὰ πέντε στίχους τὸ τῆς ἐννοίας ἀποδίδωσι κρέμασμα ἐν τῷ, (Vers. 213.) νῦν δ' ἄγετε, ὃ ταυτόν ἐστι τῷ, ἀλλ' ἄγετε, ὃ δὴ σύνηθες Ὁμήρῳ, καθὰ καὶ πρὸ ὀλίγων δεδήλωται. Ἐν δὲ τῷ, ὦ φίλοι, λείπει τὸ εἰπὼν, συνεπιτροχασθέντος τοῦ λόγου τῷ, τε καιρῷ καὶ τῇ τοῦ λαλοῦντος Ὀδυσσέως σπουδῇ. πάντως γὰρ τὸ ἐντελὲς οὕτως· ὤτρυνεν ἑταίρους εἰπὼν ὦ φίλοι. (Vers. 212.) οὕτω δὲ καὶ ἐν τῷ, τῶνδε μνήσεσθαι ὀΐω, λείπει τὸ ὑμᾶς. (Vers. 209.) Τὸ δὲ μεῖζον ἔπι κακὸν, τινὰ μὲν ἀντίγραφα κατὰ ῥῆμα προσφέρουσιν, ἵνα λέγῃ, ὡς μεῖζον ἀμφέπει κακόν· τινὰ δὲ πρόθεσιν ἔχει ἔπι ἀντὶ τοῦ ἔπεστι. (Vers. 210.) Τὸ δὲ κρατερῇφι βίῃφι, σύγκρισιν ὑπολαλεῖ βίας καὶ φρονήσεως, οἱονεὶ λέγοντος Ὀδυσσέως, ὅτι Κύκλωψ μὲν βίαν εἶχε καθ' ἡμῶν, ἐγὼ δὲ νόῳ περιεγενόμην. (Vers. 211.) Ἀρετὴν δὲ καὶ νῦν τὴν ἀνδρίαν εἶπεν Ὀδυσσεὺς, ἐπιμαρτυρούμενος ἑαυτῷ καὶ ἀνδρείῳ εἶναι καὶ συνετῷ. Ἰστέον δὲ ὅτι ἔχει τι ὅμοιον τὸ κατὰ τὴν Σκύλλαν πρὸς τὸ τοῦ Κύκλωπος, ἐπεὶ καὶ ἐκεῖ καὶ ὧδε ἀπὸ σπηλαίου τὸ κακόν. καὶ φίλοι δὲ ὥς περ ἐκεῖ, οὕτω καὶ ἐνταῦθα ἓξ ἀπόλλυνται. (Vers. 214.) Ῥηγμῖνα δὲ βαθεῖαν ἁλὸς τὴν ἐπιφάνειαν τῆς θαλάσσης νῦν λέγει, ἤ τοι τὸ ἐπιπολάζον, παρὰ τὸ ῥήγνυσθαι κώπαις, ἢ ἐπεὶ κύματα ῥήγνυνται καὶ ἐκεῖ. διαστέλλεται δὲ αὕτη τῆς κατὰ τοὺς αἰγιαλοὺς κατὰ τὸ βαθύ. αὕτη μὲν γὰρ βαθεῖα, ἐκείνη δὲ ἢ ἀβαθὴς ἢ ἀγχιβαθής. (Vers. 217.) Τὸ δὲ ἐν θυμῷ βάλλευ, περιφραστικῶς ἀντὶ τοῦ, ἐνθυμοῦ. παθητικῶς δὲ εἶπε βάλλεο, οὐχὶ βάλλε. Οἰήϊα δὲ τίνα εἰσὶν, ἤδη προδεδήλωται. (Vers. 225.) Ὅτι τὸ, ἐντὸς πυκάζοιεν σφέας αὐτοὺς, ἀντὶ τοῦ κρύπτοιεν, σκέπτοιεν. (Vers. 227.) Ὅτι ὥς περ ἐν Ἰλιάδι ἐν τῷ, ἢ λάθετ' ἢ οὐκ ἐνόησε, λήθην λέγει τὴν ἑκούσιον ἀμέλειαν, οὕτω καὶ νῦν φησὶν Ὀδυσσεὺς τὸ, (Vers. 226.) Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς λανθανόμην, ἤγουν ἑκὼν ἠμέλουν. ἔστι δὲ ἐφημοσύνη ἡ ἐντολὴ, ὥς περ αὖ μεγηθοσύνη ἡ ἀμέλεια. (Vers. 227.) ἦν δὲ Κίρκης ἐντολὴ μὴ θωρήσσεσθαι κατὰ Σκύλλης, ὃ περιφρονήσας Ὀδυσσεὺς κατέδυ κλυτὰ τεύχεα. (Vers. 228.) καὶ δύο δοῦρε μακρὰ ἐν χερσὶ λαβὼν δίκην ἀμφοτεροδεξίου εἰς ἴκρια νηὸς ἔβαινε πρώρης. ἔνθεν γάρ, φησιν, ἐδέγμην πρῶτα φανεῖσθαι Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμ' ἑτάροισιν, οὐδέ πῃ ἀθρῆσαι δυνάμην. (Vers. 232.) ἔκαμον δέ μοι ὄσσε πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην. ἃ δὴ χρήσιμα παρῳδηθῆναι, ὅτε σκοπευσάμενός τις ἐπὶ μακρὸν μὴ βλέπει τὸ ζητούμενον. (Vers. 230.) Ὅρα δὲ τὸ, ἴκρια πρώρης. οὐ γὰρ μόνον πρύμνης ἴκρια, ὡς καὶ προεγράφη, ἀλλ' ἰδοὺ καὶ πρώρης· ἑτέρωθι δὲ καὶ μέσον τῆς νηὸς ἔνθα οἱ ναῦται κοιμῶνται, ὡς δηλοῖ καὶ τὸ, νηὸς ἐπ' ἰκριόφιν καταλέξεται. (Vers. 226.) Ἀλεγεινὴν δὲ λέγει τὴν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
