# Commentarii ad Homeri Odysseam 2.200.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.200.1

ἀνειδωλοποιεῖται, ἅ περ εἴποι ἂν ὁ δυσχερῶς μεμνημένος τινὸς, ἐπιφέρει· χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεὺς, διπλῆν. (Vers. 226.) αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο αὐλοῖσι διδύμοισι, πάροιθε δὲ δαίδαλον ἦεν. εἶτα ἑρμηνεύων τὸ δαίδαλον ἐπιφέρει· ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἑλλὸν ἀσπαίροντα λάων, τὸ δὲ θαυμάζεσκον ἅπαντες, ὡς οἳ χρύσεοι ὄντες, ὁ μὲν λάε νεβρὸν ἀπάγχων, αὐτὰρ ὃ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι. τὸν δὲ χιτῶν' ἐνόησα περὶ χροὶ σιγαλόεντα, οἷόν τε κρομύοιο λοπὸν κατὰ ἰσχαλέοιο. τὼς μὲν ἔην μαλακός· (Vers. 234.) λαμπρὸς δ' ἦν ἠέλιος ὣς, καὶ οὐ κατὰ χρῶμα δηλαδὴ κρομύου. ἦ μὲν, πολλαί γ' αὐτὸν ἐθηήσαντο γυναῖκες. (Vers. 237.) ταῦτα εἰπὼν ἀληθῶς ὁ ξένος, εἶτα ὑποπτεύσας ἀναγνωρισμὸν διὰ τὸ τῆς εἰδήσεως ταύτης ἀκριβὲς, προσποιεῖται μὴ εἰδέναι εἴτε οἴκοθεν αὐτὰ εἶχεν εἴτε καὶ ξενισθείς ποθεν ἔσχε, καὶ φησίν· ἄλλο δέ τοι ἐρέω. οὐκ οἶδ' εἰ τάδε ἕστο περὶ χροῒ οἴκοθ' Ὀδυσσεὺς, ἤ τις ἑταίρων δῶκεν, ἤ τίς που καὶ ξεῖνος· ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος· (Vers. 240.) παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. καὶ πλάττει καὶ αὐτὸς ἄορ δοῦναι καὶ δίπλακα καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα καὶ αἰδοίως ἐκεῖνον ἀποπέμψαι· ἅ περ ἄνδρα ὑπογράφει φιλόξενον. εἶτα λέγει καθ' ἱστορίαν, ὅτι καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ εἵπετο· καὶ τόν τοι μυθήσομαι οἷος ἔην περ. γυρὸς ἔην ὤμοισι, μελανόχροος, οὐλοκάρηνος, Εὐρυβάτης δ' ὄνομ' ἔσκε. τίεν δέ μιν ἔξοχον ἄλλων ὧν ἑτάρων Ὀδυσσεὺς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, τουτέστιν οὐ δι' ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον, (Vers. 248.) ἀλλ' ὅτι ἀρτίφρων ἦν. τοιοῦτος γὰρ ὁ φρεσὶν ἄρτια εἰδώς. (Vers. 253.) οὕτως ἀφηγησαμένου τοῦ ξένου σήματα ἀναγνοῦσα ἡ Πηνελόπη τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεὺς, καὶ κλαύσασα ἱκανῶς νῦν μὲν δή μοι, φησὶ, ξεῖνε πάρος περ ἐὼν ἐλεεινὸς ἐν μεγάροισιν ἐμοῖσι, φίλος τ' ἔσῃ αἰδοῖός τε. (Vers. 255.) αὐτὴ γὰρ τάδε εἵματα ἐγὼ πόρον, ἤτοι παρέσχον, οἷ' ἀγορεύεις, πτύξασ' ἐκ θαλάμου, περόνην τ' ἐπέθηκα φαεινὴν, κείνῳ ἄγαλμα εἶναι· τὸν δ' οὐχ' ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. (Vers. 260.) Καὶ ὅρα τὸ οὐκ ὀνομαστὴν, ἑρμηνευτικὸν ὂν τοῦ Κακοΐλιον. οὐ γάρ τι φαυλόφωνον καὶ δυσπροένεκτον ἡ τῆς Ἰλίου κλῆσις ἔχει. ἀλλὰ Κακοΐλιος ἢ οὐδετέρως Κακοΐλιον ἡ Τροία ἐστὶν, ὡς μὴ ἀξία ἥκειν τινὶ μηδὲ εἰς μνήμην διὰ τὰ ἐν αὐτῇ κακά. οὕτω καὶ Δύσπαρις ἐν Ἰλιάδι ὁ Ἀλέξανδρος καὶ Αἰνελένη ἡ Ἑλένη, οὐ διὰ φαυλότητα κλήσεων, ἀλλ' ὅτι κακῶν ἐγένοντο αἴτιοι. διὸ ἴσως οὐδὲ μνήμης ἄξιοι οὐδ' ἄχρι κλήσεως· ὅ περ ὕστερον χρόνῳ κατεψηφίσθη τοῦ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐμπρήσαντος τὸν ναόν. (Vers. 254.) Ὅρα δὲ καὶ ὡς, ὅ περ φθάσας Ὀδυσσεὺς ηὔξατό που, τὸ φίλος δηλαδὴ ἐλθεῖν τοῖς Φαίαξι καὶ ἐλεεινὸς εὗρε καὶ ἄρτι. ἐλεεινὸς γὰρ ὢν ἕως καὶ νῦν, ἤδη φίλος γίνεται ὁ μετ' ὀλίγα καὶ φίλτατος. Τοῦ δὲ ῥηθέντος χωρίου τὰ κατὰ μέρος τοιάδε· πορφυρέη μὲν ἡ χλαῖνα διὰ τὸ βασιλικόν. (Vers. 226.) Τὸ δὲ διπλοῦν αὐτῆς καὶ ἡ μία περόνη μανδυοειδῆ αὐτὴν εἶναι δηλοῖ, οὐ κύκλῳ ἀμπέχουσαν, ἀλλὰ διπλουμένην κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν διὰ τῶν ἀριστερῶν, ἀφιεῖσαν δὲ ἄνετα, ὡς καὶ προεδηλώθη τὰ δεξιά. (Vers. 225.) Οὔλην δὲ καὶ νῦν ἢ τὴν συνεστραμμένην λέγει καὶ εὔκλωστον, ἢ τὴν ὅλην καὶ ὑγιῆ, ἢ τὴν ἁπαλήν. τινὲς δὲ τὸ οὔλην συνάπτοντες μετὰ τοῦ πορφυρέην φασὶν ἄμφω δηλοῦν τὴν ὁλοπόρφυρον. οὖλον γὰρ πάντως που καὶ τὸ ὅλον. Τὸ δὲ ἔχε δῖος Ὀδυσσεὺς ἀντὶ τοῦ, ἐφόρει· ἐξ οὗ τὸ ἀμπέχειν γίνεται. (Vers. 226.) Εἰς δὲ τὸ διπλῆν γράφουσιν οἱ παλαιοὶ, ὅτι διπλοῦν μὲν κατὰ τὸ μέγεθος· ἱμάτιον γὰρ πτυσσόμενον διπλοῦν λέγεται· διπλάσιον δὲ κατὰ ἀριθμόν. οὕτω γοῦν διπλάσια χρήματα λέγονται. τοῦτο δὲ συντελεῖ καὶ εἰς τὸ, τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν. (Vers. 227.) Αὐλοὶ δέ, φασι, ἐνταῦθα ῥαβδοειδεῖς τινὲς ἀνατάσεις εὐθεῖαι, εἰς ἃς κατακλείονται αἱ περόναι, ἃς διὰ τοῦτο καὶ κληΐδας ἐϋγνάμπτους ἔφη πρὸ μικροῦ. Δίδυμοι δὲ οἱ τοιοῦτοι ἀντὶ τοῦ, διπλαῖ ἢ συμφυεῖς ταῖς περόναις. Δαίδαλον δὲ τὸ δαίδαλμα, τὸ ποίκιλμα, συγκοπὲν ἐκ τοῦ δαιδάλεον. (Vers. 228.) Τὸν δὲ ἑλλὸν καὶ νεβρὸν ὑποκαταβὰς ἔφη, ὃ δηλοῖ νεογνὸν ἔλαφον, νεωστὶ βορὸν ἢ βορᾶς ἁπτόμενον. Περὶ δὲ τοῦ ἑλλὸς ἰχθὺς ζητητέον ἐν ἄλλοις. Προτέρους δὲ πόδας ἢ τοὺς τοῦ κυνὸς λέγει ἢ τὸ πρόσθιον μέρος τῶν ποδῶν τοῦ Ὀδυσσέως. (Vers. 229.) Τὸ δὲ λάων Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ἀπολαύων, ἀφ' οὗ καὶ λαιμὸς καὶ λαυκανία καὶ αὐτὸ τὸ ἀπολαύειν πλεονασμῷ τοῦ υ ὅθεν καὶ τὸ, λάε νεβρὸν ἄγχων, ἤγουν ἀπέλαυεν, ἐτρύφα· ἕτεροι δὲ, ὧν καὶ Κράτης, ἀντὶ τοῦ βλέπων, οὗ κατὰ στέρησιν ὁ ἀλαός· ἄλλοι δὲ ὑλάων ἤγουν ὑλακτῶν ὡς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
