# Commentarii ad Homeri Odysseam 2.201.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.201.1

ἐν σχήματι χάσκοντος, ἀφαιρεθέντος τοῦ υ. ἀλλ' εἰ τοῦτο, πῶς ὁ χάσκων κύων εἶχε τὸν ἑλλόν; Τὸ δὲ θαυμάζεσκον παρασημείωσίς ἐστι τοῦ θαυμαστὸν ἀληθῶς εἶναι, διαφορὰς ζῴων ἐν μονοειδεῖ χρώματι διαφαίνεσθαι. τοιοῦτον δέ τι καὶ τὸ, πολλαὶ αὐτὸν ἐθηήσαντο γυναῖκες. ἐκεῖνο δὲ καὶ εἰς ἔπαινον τῆς Πηνελόπης κεῖται, ἧς ἔργον εἶναι δοκεῖ ὁ χιτών. (Vers. 230.) Τὸ δὲ χρύσεοι ὄντες, ὁ μὲν λάεν, ὁ δὲ ἤσπαιρεν, ὅμοιόν ἐστι τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε, ὁ δὲ τοιόσδε. (Vers. 233.) Κρομύου δὲ λοπὸς, λέπυρον, παρὰ τὸ λέπω. καὶ τούτου οὐ χλωροῦ· παχὺς γὰρ ὁ τοιοῦτος· ἀλλὰ ἰσχαλέου. τοῦτο δέ, φασι, πρὸς τὸ εὔτονον ἐῤῥέθη τοῦ χιτῶνος καὶ ἰσχνόν. ὁ γὰρ χλωρὸς λοπὸς οὐκ εὐτόνως ἔχει. Ἰστέον δὲ, ὅτι τε τὸ ῥηθὲν λέπυρον καὶ λεπύχανόν φασιν εὑρῆσθαι παρὰ Θεοπόμπῳ τῷ κωμικῷ, εἰπόντι ὡς ἐκ προσώπου τοῦ Ὀδυσσέως τό· χιτῶνά μοι φέρων δέδωκας δαίδαλον, ὃν ἤκασεν ἄρισθ' Ὅμηρος κρομύου λεπυχάνῳ. τὸ δ' αὐτὸ καὶ λόπισμα εἴρηται. εἰ δὲ καὶ τὸ λόπιμον κάρυον παρ' Εὐβοεῦσιν, ὃ μετεξέτεροι κάρυον καλέουσι κατὰ Νίκανδρον, τῆς αὐτῆς ἐστὶ σημασίας, οὐκ ἔστιν ἐνστῆναι στερεῶς. Τοῦ δὲ λέπειν, ἐξ οὗ καὶ τὸ λέμμα καὶ ἡ λεπὰς καὶ ἡ λεπρὰς καὶ ὁ λεπηρὸς καὶ ἐν συγκοπῇ λεπρὸς καὶ ἡ λεπὶς καὶ ὁ ἀλέπιστος καθά τις εἶπεν ἰχθὺς καὶ ἡ τὸν καυλὸν ἀπολελεμμένη θρίδαξ, χρῆσις μὲν καὶ ἐν τῇ Ἰλιάδι, ἔτι δὲ καὶ παρὰ τῷ εἰπόντι τὸ, μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει, ἤγουν ἐκλεπίζει. εἰκὸς δὲ καὶ τὴν λοπάδα τοιαύτης εἶναι συστοιχίας διὰ τὸ τῆς πλάσεως οὐ παχὺ ἀλλὰ ὡς εἰπεῖν λεπτόν· ὃ δὴ καὶ αὐτὸ ἐκ τοῦ λέπω γίνεται. Ἔτι ἰστέον καὶ ὅτι οὐδὲ τὸ λέπαδνον ἀπήλλακται τοιαύτης παραγωγῆς, καὶ ὅτι τὸ λέπω οὐ μόνον ἀντεγκείμενον, ὡς ἐῤῥέθη, ἔχει τὸ ο ἐν τῷ κινεῖσθαι, ἀλλὰ καὶ τὸ ε φυλάσσει, ὡς καὶ ἐν τῷ λέπας ἡ ὀρεινὴ τραχύτης, καὶ λέπος· οἷον, οὐδενὸς γάρ πώ ποτ' ἀπέβαλεν ὀσπρίου λέπος. καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ λοποῦ ἐκτάσει καὶ λώπιον τὸ ἱμάτιον, ὅθεν λωποδύτης, ὁ καὶ χλαινοθήρας. καὶ ὅτι πρωτότυπον τοῦ ὕστερον ἰσχναλέου τὸ Ὁμηρικὸν ἰσχαλέον, ἀπὸ τοῦ ἴσχω γενόμενον, ἐξ οὗ καὶ ἰσχὰς τὸ ἰσχνὸν σῦκον. (Vers. 240.) Τὸ δὲ, ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος, ὁμοιοῦται πρὸς τὸ, ἐπεὶ κἀκεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. Ἀνεπαχθὴς δὲ καὶ ἀνεμέσητος Ὀδυσσεὺς νῦν τε παρὰ τῇ γυναικὶ ἑαυτὸν ἐπαινῶν κατὰ καιρὸν ἐπὶ πείρᾳ καὶ μετ' ὀλίγα δὲ, ἔνθα φησὶ θεοῖς ἐναλίγκιον αὐτὸν λέγεσθαι, καὶ αὖ πάλιν, ἔνθα κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων εἰδέναι λέγει. (Vers. 241.) Ἡ δὲ δίπλαξ ἢ ἡ αὐτή ἐστι τῇ ἐν Ἰλιάδι μαρμαρέῃ δίπλακι, ἢ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν χλαῖναν πορφυρέην διπλῆν. δῆλον δ' ὅτι καὶ δίπλακα δημὸν ἐν Ἰλιάδι φησὶν ὁ ποιητής. Χιτὼν δὲ τερμιόεις ὁ σύμμετρος καὶ εὐτερμάτιστος καὶ μήτε ἐνδέων μήτε ὑπέρμετρος ὢν, καθὰ καὶ ἀσπὶς τερμιόεσσα ἡ τοιαύτη. ἕτεροι δὲ τερμιόεντα φασὶ τὰ ποδήρη. λέγει δὲ καὶ Ἡσίοδος τερμιόεντα χιτῶνα γεωργῷ πρέποντα, ὅλῳ τῷ σώματι συναπαρτιζόμενον. Ἡ δὲ τοῦ Εὐρυβάτου ἔκφρασις πάνυ καὶ σαφὴς καὶ σύντομος, ἑνὶ ἔπει ἐμπεριγραφομένη διὰ τὸ πρὸς εἰδυῖαν τὴν Πηνελόπην λέγεσθαι. (Vers. 246.) Γυρὸς δὲ ὁ στρογγύλους ἔχων ὤμους, ὑπόκυρτος, οὐκ εὐμήκης. οἱ δὲ παλαιοί φασιν ὅτι γυροὶ λέγονται καὶ οὗ τὰ φυτὰ ἐμβάλλουσι, καὶ ὅτι ἐκ τοῦ γυρὸς ὀξυτόνου καὶ γυρῖνοι, βάτραχοι γυροὶ τὸ σχῆμα παρ' Ἀττικοῖς μήπω πόδας ἔχοντες. Ἴωνες δὲ κατὰ Παυσανίαν γερίνους τοὺς τοιούτους φασίν. Ὅτι δὲ γύρος βαρυτόνως οὐ μόνον κοινότερον ὁ κύκλος, ἀλλὰ καί τι πλακοῦντος εἶδος, δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, γύρος, πλακοῦς, τῷ σχήματι μαστοειδὴς, ᾧ ἐχρῶντο Λάκωνες πρὸς γυναικῶν ἑστιάσεις. Οὐλοκάρηνος δὲ ὁ παρὰ Ἡροδότῳ οὐλόθριξ, καὶ ἔστιν ἐκεῖνο τοῦ παρ' Ὁμήρῳ σαφέστερον. τοῦτο γὰρ διὰ τοῦ ὅλου τὸ μέρος ἔφρασεν· οὐ γὰρ τὸ κάρηνον οὖλον, ἀλλ' αἱ περὶ τὸ κάρηνον τρίχες. (Vers. 247.) Εὐρυβάτης δὲ ἦν καὶ τῷ Ἀγαμέμνονι κῆρυξ. ἀμφότεροι δὲ φερωνύμως ἐκαλοῦντο παρὰ τὸ εὐρὺ βάζειν, ὃ κηρύκων ἐστὶν ἀρετή. λέγεται δέ τις καὶ Ἐφέσιος ἐν τοῖς ὕστερον Εὐρυβάτης, πονηρὸς ἀνὴρ, ὁ καὶ Εὐρύβατος, ἐξ οὗ καὶ τὸ πονηρεύεσθαι εὐρυβατεύεσθαι παροιμιάζεται. καὶ ἔστι τις αὐτοῦ μνήμη καὶ ἐν ἐξηγήσει τῶν εἰς τὸ τέλος τοῦ Ἑρμογένους. δοκεῖ δέ τι πρὸς πονηρίαν τῷ τοιούτῳ Εὐρυβάτῃ συμβαλέσθαι καὶ ἡ πατρὶς Ἔφεσος, ἀφ' ἧς καὶ παροιμία τὸ, Ἐφέσια γράμματα, ἐπὶ τῶν ἀσαφῆ τινὰ λαλούντων καὶ δυσπαρακολούθητα. ἐπῳδαὶ γάρ τινές, φασιν, ἐκεῖνα ἦσαν, ἃς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη. καὶ ἐν Ὀλυμπίᾳ δέ φασι Μιλησίου τινὸς καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα, ὧν γνωσθέντων καὶ λυθέντων τριακοντάκις τὸ ἐφεξῆς πεσεῖν τὸν Ἐφέσιον.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
