Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.202.1
Not analysed yet
Παυσανίας δέ φησιν ἐν τῷ κατ' αὐτὸν ῥητορικῷ λεξικῷ καὶ ὅτι φωναὶ ἦσαν τὰ Ἐφέσια γράμματα, φυσικὸν ἐμπεριέχουσα νοῦν ἀλεξίκακον, ἃς καὶ Κροῖσον ἐπὶ πυρᾶς φησὶ καὶ αὐτὸς εἰπεῖν, καὶ ὅτι ἀσαφῶς καὶ αἰνιγματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ ζώνης καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμματα. ἄλλοι δὲ φάμενοι, ὅτι Ἐφέσιος ὁ πονηρὸς Εὐρύβατος ἢ τῶν Κερκώπων ὁ ἕτερος, φασὶ καὶ ὅτι Εὐρύβατος ὕστερον παροιμία ἐπὶ τῶν πονηρῶν, ἀπὸ τοῦ πεμφθέντος εἰς Πελοπόννησον ὑπὸ Κροίσου μετὰ χρημάτων ἐπὶ ξενολογίᾳ, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλομένου πρὸς Κῦρον τὸν τοῦ Κροίσου ἐχθρὸν καὶ προδεδωκότος τά τε ἀπόῤῥητα καὶ τὰς Σάρδεις. ὡς δὲ καὶ κλέπτης ἦν Εὐρύβατος ἢ ὁ ῥηθεὶς ἢ καὶ ἕτερός τις, ἡ ἱστορία δηλοῖ. καθειρχθεὶς γάρ, φασι, πολλάκις καὶ διαδρὰς, εἶτα πάλιν ἁλοὺς, καὶ παρακαλούμενος ἐπιδείξεσθαι, ὅπως διεδίδρασκε, τὰς ἐγκεντρίδας ὑποδησάμενος καὶ σπόγγους λαβὼν καὶ ἀναῤῥιχώμενος διὰ τοῦ τείχους τῆς εἱρκτῆς, οἷα δῆθεν δεικνὺς οὕτω φεύγειν, ὡς τοῦ ἄκρου γέγονε καὶ τὸν ὄροφον τῆς οἰκίας ἐξεῖλε, βλεπόμενος καὶ καταπλήττων κατεπήδησεν ἔξω καὶ ᾤχετο ἐν ὅσῳ οἱ φύλακες περιῄεσαν ὅπως ἴδοιεν αὐτὸν κατιόντα. εἰ δὲ καὶ πλείους ἦσαν Εὐρύβατοι, περιεργάσασθαι μὲν τὸ κατ' αὐτοὺς πλῆθος οὐκ ἀνάγκῃ, ἁπλῶς δὲ εἰπεῖν, ὅτι πλείονες ἐγένοντο, καθὰ δηλοῖ ὁ γράψας τὸ, ἠδ' ὅσσα προτέροισιν ἀείδεται Εὐρυβάτοισι, προσεπειπεῖν δὲ καὶ ὡς πάντες πανοῦργοι ἀπέβησαν. διὸ καὶ καθὰ ὁ μῦθος τὸν Δία ἔπλασε πολλάκις μορφούμενον ἄλλοτε ἄλλως ἐπὶ δόλῳ, οὕτω, φασὶ, καὶ Ἀριστοφάνης ἐν Δαιδάλῳ ὑποθέμενος αὐτὸν εἰς πολλὰ μεταβαλλόμενον καὶ πανουργοῦντα φησίν· ἤδη τις ὑμῶν οἶδεν Εὐρύβατον Δία; ὡς τοῦ Εὐρυβάτου δηλαδὴ ποικίλου ὄντος πονηρεύεσθαι. προεδηλώθη δὲ καὶ τοὺς Κέρκωπας πανούργους εἶναι καὶ ἀπατηλοὺς, οἵ τινες ἄρα καὶ ἦσαν ἐκεῖνοι, εἴτε οἱ ἐξ Ὠκεανοῦ καὶ Θείας εἶναι μυθευόμενοι, εἴτε καὶ ἕτεροι. οὓς καὶ ἀπολιθωθῆναι φασὶ διὰ τὸ ἐπιχειρεῖν ἀπατῆσαι τὸν Δία. ἕτεροι δέ φασι νήσων οἰκιστὰς ὄντας Κέρκωπας ἀλλοιωθῆναι θεόθεν διὰ κακοήθειαν εἰς πιθήκων μορφὰς καὶ παρασχεῖν ὄνομα τῷ τόπῳ τὰς Πιθηκούσας. νήσων δὲ περιᾳδομένων κλῆσις αὕτη. ὡς δὲ καὶ οἱ Τελχῖνες οἱ φαρμακεῖς καὶ γόητες ἐπίῤῥητοι κατὰ τούτους ἦσαν καὶ εἰς παροιμίαν ἔκειντο καὶ αὐτοὶ, ἐγράφη ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἦν δὲ πολὺς τὴν πονηρίαν καί τις Φρυνώνδας, καὶ Καλλικῶν δὲ, οἱ δεδηλωμένοι ἐν τοῖς περὶ Ἐλπήνορος. ἐρίζοι δ' ἂν τοῖς τοιούτοις καὶ ὁ περιφόρητος Σίσυφος, καὶ μὴν καὶ ὁ Αὐτόλυκος, εἰ καὶ εἰς ἔλαττον. (Vers. 250.) Τὸ δὲ, σήματα ἀναγνούσῃ, ἀντὶ τοῦ ἀναγνωρισάσῃ. ἔμπεδα δὲ σήματα τὰ μὴ εἰκότα καὶ κατά τινα στοχασμὸν, ἀλλὰ τεκμηριώδη καὶ ἀληθῆ. (Vers. 255.) Τὸ δὲ, οἷ' ἀγορεύεις, ἀλλαχοῦ μὲν ἀπολύτως ἔκειτο καὶ θαυμαστικῶς, ἐνταῦθα δὲ πρὸς ἀκολουθίαν κεῖται συντάξεως, ὅμοιον ὂν τῷ, ἅ περ ἀγορεύεις. (Vers. 263.) Ὅτι παραμυθητικὸν γυναικὸς ἐπὶ ἀνδρὶ κλαιούσης τὸ, μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν τῆκε πόσιν γοόωσα. Ὀδυσσεὺς δὲ τοῦτο τῇ Πηνελόπῃ φησὶν ἐλεῶν φύσει αὐτήν. (Vers. 264.) ἐπεὶ δὲ ἄλλως ἤθελεν αὐτὴν οὕτως ἔχειν, ἕως οἱ μνηστῆρες πεσοῦνται, ἐπάγει· νεμεσσῶμαί γε μὲν οὐδέν. ὃ κατασκευάζων φησί· καὶ γάρ τίς τ' ἀλλοῖον ὀδύρεται ἄνδρ' ὀλέσασα κουρίδιον, τῷ τέκνα τέκῃσι φιλότητι μιγεῖσα, ἤ περ Ὀδυσσῆα, (Vers. 267.) ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι. ὃ δὴ ἀνεμέσητος, ὡς ἐῤῥέθη, τοῦ Ὀδυσσέως περιαυτολογία ἐστίν. (Vers. 263.) Ὅρα δὲ τὸ ἐναίρεο τρίτον σημαινόμενον τοῦ ἐναίρειν παθητικῶς τε λεχθὲν, καὶ οὐδὲ τὸ φονεύειν ἢ τὸ σκυλεύειν δηλοῦν, ἀλλὰ τὸ ἀφανίζειν ἢ αἰσχύνειν. οὕτω γὰρ ἐναίρεται χροῦς καλὸς δάκρυσιν, αἰσχρὸς δηλαδὴ ἀντὶ καλοῦ ἤτοι εὐειδοῦς γινόμενος. (Vers. 265.) Τὸ δὲ, ᾧ τέκνα τέκῃ, ἔστι μὲν ἐτυμολογικοῦ τρόπου. δηλοῖ δὲ εὐνοίας ἐπίτασιν εἶναι ἀνδρὶ καὶ γυναικὶ τὸ τέκνα τεκέσθαι. (Vers. 267.) Τὸ δὲ, ἤ περ Ὀδυσσέα, οὐ συνήθως ἀντὶ τοῦ παρὰ τὸν Ὀδυσσέα. δηλοῖ δὲ μᾶλλον ἐπίτασίν τινα, ὡς εἴ τις εἴποι, πολλῷ δὴ πλέον τὸν Ὀδυσσέα χρὴ κλαίεσθαι. Τὸ δὲ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι, ἠθικῶς ἐῤῥέθη κατ' ἐπιείκειαν. ἦν δ' ἂν σεμνότερον, εἴ περ εἶπεν, ὃς θεοῖς ἐναλίγκιος ἦν. (Vers. 268.) Ὅτι παραμυθητικὸν καὶ προσοχῆς δὲ ἀπαιτητικὸν τὸ, ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον. (Vers. 269.) Ἀληθείας δὲ ὑπόσχεσις τὸ, νημερτέως γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω. (Vers. 271.) Ὅτι κεῖται ἀνακεφαλαίωσις καὶ ἐνταῦθα, ἐπιτέμνοντος Ὀδυσσέως πρὸς τὴν γυναῖκα τά τε κατὰ Θρινακίαν καὶ τὰ κατὰ Φαίακας ἐν στίχοις οὐδὲ ὅλοις ὀκτώ. λέγει δ' ἐν τούτοις πάλιν καὶ πίονα δῆμον Θεσπρωτῶν, οἳ ὅτι ὁμοροῦσιν Ἀμπρακτιώταις καὶ Λευκαδίοις, Ἡρόδοτος ἱστορεῖ. (Vers. 272.) ὑπολαλεῖ δὲ καὶ περὶ