# Commentarii ad Homeri Odysseam 2.203.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.203.1

κειμηλίων πολλῶν καὶ ἐσθλῶν, εἰ καὶ ἄλλως ψεύδεται, πολλὰ μὲν ἐκ τοῦ αἰτίζειν αὐτὸν λέγων ἔχειν, πολλὰ δὲ καὶ ἐκ Φαιάκων. (Vers. 282.) φησὶ γὰρ πρεπόντως, ὡς πρὸς ἀγύρτην ἄνδρα, ὡς πάλαι ἂν ἤην ἐνθάδ' Ὀδυσσεὺς, ἀλλ' ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, χρήματ' ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι. (Vers. 285.) καὶ εὐθὺς ἐπάγει· ὣς περὶ κέρδεα πολλὰ οἶδεν Ὀδυσσεὺς, ὡς ἀνωτέρω ἐῤῥέθη. (Vers. 287.) μέμνηται δὲ ἀνακεφαλαιωτικῶς καὶ νῦν καθὰ καὶ ἐν τοῖς πρὸς Εὔμαιον τοῦ τῶν Θεσπρωτῶν βασιλέως Φείδωνος. (Vers. 288.) λέγει δὲ καὶ τοὺς τρεῖς στίχους δι' ὧν ἐκεῖνος ὤμνυε περὶ τοῦ Ὀδυσσέως ἀποσπένδων ἐνὶ οἴκῳ. (Vers. 291.) καὶ τοὺς ἑτέρους δὲ τρεῖς στίχους τοὺς περὶ τῆς δείξεως τῶν τοῦ Ὀδυσσέως κτημάτων καὶ τῆς αὐτῶν ποσότητος. (Vers. 296.) καὶ τοὺς τέσσαρας στίχους τοὺς περὶ τῆς ἐς Δωδώνην ἀπελεύσεως τοῦ Ὀδυσσέως, φράσας μὲν ἀπαραλλάκτως αὐτὰ ἐκεῖνα τὰ ἔπη, μετατάξας δὲ τὰς ἐννοίας. καὶ τὸ μὲν ὕστερον ἐν τοῖς ἐκεῖ τὸ, ὤμνυε πρὸς ἔμ' αὐτὸν, πρῶτον ἐνταῦθα θεὶς, δεύτερον δὲ τὸ ἐκεῖ πρῶτον, τὴν τῶν κτημάτων δηλαδὴ ὑπόδειξιν, τρίτον δὲ τὸ ἐκεῖσε δεύτερον τὸν περὶ τῆς Δωδώνης λόγον. οἶδε γὰρ ὁ πολὺς ῥήτωρ Ὅμηρος, ὡς διαφορὰν γραφῆς ποιεῖ καὶ ἡ τῶν νοημάτων μετάταξις. (Vers. 283.) Ἰστέον δὲ ὅτι τὸ ἤην ταυτόν ἐστι τῷ ἦν, πλεονασμὸν τοῦ η παθόν. (Vers. 284.) Καὶ ὅτι τὸ ἀγυρτάζειν, ἐξ οὗ καὶ ὁ ἀγύρτης, αἰτίζειν ἐν τούτοις ἔφη, εἰπών· (Vers. 272.) ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων, ἄλλο τι ὂν παρὰ τὸ πτωχεύειν. ἐκεῖνο γὰρ τῶν πάνυ ἀπόρων ἦν, οἷος Ὀδυσσεὺς ὁ φαινόμενος πτωχὸς καὶ πρὸ αὐτοῦ ὁ Ἶρος. Ὅτι δὲ τὸ ἀγυρτάζειν καὶ ἀγείρειν λέγεται, δῆλον ἐκ τοῦ, (Vers. 293.) ὅσα ξυναγείρατ' Ὀδυσσεύς. (Vers. 288.) Τὸ δὲ, ὤμνυε πρὸς ἔμ' αὐτὸν, τοιοῦτόν τι ὡς εἴ τις εἴπῃ, νὴ τὴν σὴν ἱερὰν κεφαλὴν, καὶ οἷος ὁ τῆς Ἥρας πρὸς τὸν Δία ὅρκος ἐν Ἰλιάδι, ἐπομνυμένης τὸ αὐτοῦ κουρίδιον λέχος. (Vers. 296.) Περὶ δὲ Δωδώνης τῆς πολυθρυλήτου καὶ προγέγραπται, καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δὲ δηλοῦται. μέμνηται δὲ αὐτῶν καὶ ἡ Ἰλιάς. (Vers. 285.) Ὅτι κερδαλέου ἀνθρώπου ἔπαινον ὁ ξεῖνος Ὀδυσσεὺς ἑαυτῷ ἐπιλαλεῖ ἐν τῷ, ὣς περὶ κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων, καθὰ προεγράφη, οἶδ' Ὀδυσσεύς. οὐδ' ἄν τις ἐρίσειε βροτὸς ἄλλος. λέγει δὲ οὕτως ἐν ἐπηκόῳ τῆς γυναικὸς, οἷα εὖ εἰδὼς ἑαυτόν. καὶ οὕτω λαλῶν τἀληθὲς καὶ νῦν περὶ ἑαυτοῦ φιλοτίμως καὶ οὐδὲ ἔξω μεγαλοπρεπείας. (Vers. 286.) Ἰστέον δὲ ὅτι τὸ, οὐδ' ἄν τις ἐρίσοι βροτῶν ἄλλος, διασαφητικόν ἐστι τοῦ, περίοιδε κέρδεα πολλά. ᾧ γὰρ οὐκ ἄν τις ἐρίσειε κέρδεα εἰδότι, κέρδεα ἐκεῖνος περίοιδε. καὶ ἄλλως δὲ εἰπεῖν, ταυτά εἰσιν ἄμφω. δῆλον γὰρ ὅτι ὁ τῶν ἄλλων περιττότερος εἰδέναι κέρδεα οὐδ' ἂν ἔχοι τὸν ἐρίσοντα. (Vers. 301.) Ὅτι κεῖται χρονικὸν ἐνταῦθα τὸ ἄγχι, οἷον, ὣς ὁ μὲν, οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ἄγχι μάλα, τουτέστιν ἐγγὺς μετ' ὀλίγον. διὸ καὶ ἑρμηνεύων ἐπάγει· (Vers. 302.) οὐδὲ δηρὸν ἀπεσσεῖται. Ὅτι δὲ Αἰολικὸν τὸ ἐσεῖται ἐκ τοῦ ἐσῶ ἐσοῦμαι, ἐδηλώθη καὶ ἀλλαχοῦ. (Vers. 303.) Ὅτι τοὺς προδιασαφηθέντας ὁρκωμοτικοὺς πέντε στίχους, οὓς φθάσας ἔφη πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς Εὔμαιον, ὧν ἀρχὴ τὸ, ἴστω νῦν Ζεὺς ἱστίη τ' Ὀδυσῆος καὶ ἑξῆς, λέγει καὶ νῦν πρὸς τὴν γυναῖκα, διομνύμενος ὡς καὶ ἐκεῖ, (Vers. 307.) περὶ ἀκριβῆ τριακάδα σεληνιακοῦ μηνὸς ἐλθεῖν τὸν Ὀδυσσέα οἴκαδε, ὁποία ἡ αὔριον· εἰ καὶ αὐτὸς ἀορίστως εἰπὼν, ἐπέκρυψεν αὐτήν· ἡ Πηνελόπη δὲ, τοῦτο μὲν μὴ λογισαμένη, ἀποδεξαμένη δὲ εἰ καὶ τοῦδε τοῦ λυκάβαντος ἐλεύσεται, ὑπισχνεῖται φιλότητά τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, πολλά τε δῶρα ἐξ ὧν ὁ ξένος μακαρίζοιτο ἄν. (Vers. 309.) ἐνταῦθα δὲ κεῖται καὶ ὁ γαρ σύνδεσμος οὐκ αἰτιολογῶν, ἀλλὰ πάντῃ ἀργὸς ἐν τῷ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη. (Vers. 312.) εἶτα καὶ δυσπιστοῦσα ἡ γυνὴ, ὃ καὶ ἐθέλει πάντως ὁ Ὀδυσσεὺς, ἐπάγει δυσελπιστίας ῥήματα καὶ ψόγον οἴκου δυσοικονομήτου. φησὶ γάρ· ἀλλά μοι ὧδ' ἀνὰ θυμὸν ὀΐεται, ἤγουν φαίνεται, ὡς ἔσεταί περ, οὔτ' Ὀδυσσεὺς ἔτι οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς τεύξῃ. ἐπεὶ οὔ τοι σημάντορές εἰσιν ἐν οἴκῳ, οἷος Ὀδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. ὃ δὴ πρωθύστερόν ἐστι. πρῶτον γὰρ τὸ δέχεσθαι, εἶτα τὸ ἀποπέμπειν. (Vers. 307.) Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακάδα οἱ ὕστερον Ἀττικοὶ ἔνην ἐκάλουν καὶ νέαν, ὡς εἴ τις εἴποι παλαιὰν καὶ νέαν. τὸ μὲν γὰρ τῆς τριακάδος ἤδη πως πεπαλαίωται συμπαροιχώμενον τῷ πεφθινηκότι μηνί. φασὶ γὰρ οἱ σχολιασταὶ, ἔνον καλεῖσθαι τὸ παλαιὸν καὶ παρῳχημένον, ὅθεν δηλαδὴ ἡ ἔνη δι' ἑνὸς ν, εἰ καί τινες διπλάζουσιν αὐτὸ, καθὰ ὑποδηλοῖ καὶ τὸ, ἔστ' ἔννηφι παρ' Ἡσιόδῳ, τὸ καὶ Ἰωνικῶς μὲν ψιλούμενον, παρά

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
