Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.204.1
Not analysed yet
τινων δὲ δασυνόμενον, οἳ καὶ τὸν ἔνον ἐδάσυνον. ἀλλ', ὅ περ ἐλέγετο προσεχῶς, τὸ μὲν τῆς τριακάδος, ὡς εἴρηται, ᾤχετο, τὸ δὲ νῦν ἀπήρξατο ἐν τῇ ἔνῃ, ἥ τίς ἐστι νουμηνία. ὅθεν καὶ μόσχος ἡ τοιαύτη λέγεται ἀρχὴ τοῦ μηνὸς παρὰ τῶν τινὶ παλαιῶν. ἐπίτηδες δὲ ὁ ποιητὴς τοιαύτην ἡμέραν τὴν καὶ ἐσομένην, ὡς ἐῤῥέθη, αὔριον ἐπελέξατο τῇ τοῦ Ὀδυσσέως ἐπανόδῳ, ἵνα τι σχοίη φιλοσοφήσειν ἐν τοῖς ἑξῆς καὶ περὶ ἡλιακῆς ἐκλείψεως, ἣ οὐκ ἐν ἄλλῳ γίνεται καιρῷ, ἀλλ' ἐν αὐτῇ συνόδῳ ἡλίου καὶ σελήνης. Ὅτι δὲ τὸ ἔνη καὶ νέα βούλεται λέγειν τὴν οἱονεὶ παλαιὰν καὶ νέαν, δηλοῖ καὶ ὁ κωμικὸς, ἔνθα παίζων φησὶ περὶ αὐτῆς, πῶς ἂν ἡ αὐτὴ γένοιτο γραῦς τε καὶ νέα γυνή; (Vers. 317.) Ὅτι ἀκούσασα ἤδη Πηνελόπη ἐκ τοῦ ξένου Ὀδυσσέως, ὡς τὸ κλέος αὐτῆς οὐρανὸν εὐρὺν ἱκάνει, φιλοτιμεῖται ἀγαθὴ φανῆναι αὐτῷ. ἔτι δὲ καὶ περιαυτολογεῖ ἠρέμα καὶ αὐτὴ, καθὰ καὶ πρὸ ὀλίγων ὁ ξεῖνος. γράφει γοῦν Ὅμηρος, ὡς ἐκέλευσε ταῖς ἀμφιπόλοις ἀπονίψαι τοῦτον καὶ κατευθεῖναι εὐνὴν, ἤτοι στρῶσαι. (Vers. 318.) ἣν δὴ εὐνὴν καὶ ἑρμηνεύων δέμνια φησὶ καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, ὡς ἂν εὖ θαλπιόων ἢ ὑφὲν εὐθαλπιόων χρυσόθρονον ἠῶ ἵκηται. (Vers. 320.) ἠῶθεν δὲ μάλα ἦρι τουτέστιν ἐν ὄρθρῳ, καθὰ πολλαχοῦ κεῖται, λοέσσαι τε χρῖσαί τε· ἅ περ οἰκεῖα εἰς ξένου ὑποδοχὴν λέγεσθαι. (Vers. 322.) εἶτα ἐπάγει ἡ γυνὴ καὶ ἀπειλὴν κατὰ ἐπηρείας τῆς εἰς τὸν ξένον, εἰποῦσα· τῷ δ' ἄλγιον ὃς ἂν τοῦτον ἀνιάζῃ θυμοφθόρος, οὐδέ τι ἔργον ἐνθάδ' ἔτι πρήξει· ἢ καὶ ἄλλως, οὐδέ τοι ἔργον ἐνθάδε τι πρήξει μάλα περ κεχολωμένος αἰνῶς. (Vers. 325.) καὶ εὐθὺς ἐπισυνείρουσα περιαυτολογικῶς ὡς ἐῤῥέθη, ἔπαινον ἑαυτῆς φησί· πῶς γὰρ ἐμεῦ σὺ ξεῖνε δαήσεαι εἴ τι γυναικῶν ἀλλάων περίειμι νόον καὶ ἐχέφρονα μῆτιν, εἴ κεν ἀϋσταλέος κακὰ εἱμένος ἐν μεγάροισι δαινύῃ; (Vers. 328.) τούτοις δὲ ἐπιπλέκουσα καὶ γνωμικὸν προτρεπτικὸν εἰς πρᾳότητα φησίν· ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν· ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε' ὀπίσω ζωῷ· αὐτὰρ τεθνεῶτί γ' ἐφεψιόωνται ἅπαντες· ὃς δ' ἂν δηλαδὴ ἐκ τοῦ ἐναντίου ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπ' ἀνθρώπους, πολλοὶ δέ μιν ἐσθλὸν ἔειπον. ὥς τε φησὶ κἀμοὶ τὸ κλέος ἐσθλὸν, εἰ οὕτω ποιῶ. ποιῶ δὲ πάντως, ὡς καὶ σὺ φῂς ὁ ξεῖνος· καὶ οὕτω μὲν αὐτὴ πειστικῶς. ὁ δὲ ξεῖνος Ὀδυσσεὺς ἀναίνεται τὴν ξενίαν αὐτῆς ταύτην, ἐν οἷς ἐρεῖ πιθανῶς. (Vers. 326.) Τὸ δὲ, περίειμι νόον καὶ ἐχέφρονα μῆτιν, μαρτυρεῖ καλῶς περίφρονα τὴν Πηνελόπην λέγεσθαι. (Vers. 325.) Τὸ δὲ δαήσεαι καινῶς γενικῇ συνέταξεν, εἰπών· πῶς γὰρ ἐμεῦ δαήσεαι. ποιεῖ δὲ τοῦτο καθ' ὁμοιότητα τοῦ εἰδέναι, ὃ καὶ αὐτὸ γενικῇ ποτὲ συντάσσεται. (Vers. 327.) Αὐσταλέος δὲ καὶ κατὰ διάλυσιν ἀϋσταλέος ὁ αὐχμῶν, ἀπὸ τοῦ αὔω, ἐξ οὗ καὶ ὁ αὐχμὸς καὶ ὁ αὐχμηρός. ἔοικε δὲ ἀπὸ τοῦ τοιούτου αὔω προϋπάρχειν δισύλλαβον παράγωγον καὶ ὁ αὐτὸς, ἐξ οὗ αὖθις ὁ αὐστηρὸς καὶ ὁ αὐσταλέος. πάντως δὲ αὐσταλέος ὁ μὴ λοεσσάμενος καὶ χρισάμενος. Ὁ δὲ κακὰ εἱμένος κακοείμων ἂν εἴη. (Vers. 329.) Ὁ δὲ ἀπηνέα εἰδὼς ἑτεροῖος τοῦ ἁπλῶς ἀπηνέος ἐστὶ, καὶ ὁ ἀμύμονα εἰδὼς τοῦ ἁπλῶς ἀμύμονος. ἀπηνέα μὲν γὰρ καὶ ἀμύμονα ἔργα οἶδεν ὁ περὶ τὰ τοιαῦτα ἤδη ἐπιστήμων. ἀπηνὴς δὲ καὶ ἀμύμων οὐκ ἐξ ἀνάγκης ὁ τοιοῦτος, ἀλλὰ καὶ ὁ μή πω τέλειος εἰς τὸ κακὸν, μηδὲ κατὰ τὸν ποιητὴν μαθὼν ἔργα κακά. (Vers. 331.) Περὶ δὲ τοῦ ἑψιᾶσθαι προείρηται ὅτι λοιδορίαν ἡ λέξις δηλοῖ· ὥστε τοιοῦτον καὶ τὸ ἐφεψιόωνται, ἀντὶ τοῦ λοιδοροῦνται, ἐμπαίζουσιν, ἐφήδονται. (Vers. 333.) Τὸ δὲ κλέος διαφορέουσιν ἀντὶ τοῦ διαφέρουσι, διακομίζουσι πανταχοῦ. ὅθεν καὶ συνδιαφέρειν τὸ συνυπομένειν. εἴρηται δὲ ὡς ἐκ μεταφορᾶς τῶν φορτηγῶν. ὁ μέντοι κωμικὸς ἐν τῷ διαφορήσω σε ἑτεροίαν δηλοῖ σημασίαν τῆς λέξεως, ᾧ καὶ ἡ συνήθεια ἕπεται. (Vers. 334.) Τὸ δὲ, πολλοί μιν ἐσθλὸν ἔειπον, ἀκριβῶς ἐῤῥέθη, ὡς μὴ δυνατὸν ὂν ὑπὸ πάντων ἐπαινεῖσθαι τινὰ, ὥς περ οὐδὲ γνωρίζεσθαι. (Vers. 337.) Ὅτι τραχυτέρου βίου ἐπιλογὴν δηλοῖ τὸ, ἤτοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ἤχθετο, ὅτε πρῶτον τόδε τι γέγονε. κείω δ', ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσα, ἤτοι ἀνέπνευσα, καί τ' ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν, οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ γίγνεται, οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο. λέγει δὲ ταῦτα Ὀδυσσεὺς, ἐθέλων ἕως αὔριον ἐπὶ σχήματος μένειν, ἵνα μή ποθεν ὑποπτευθῇ, ὀκνῶν δὲ καὶ νίψασθαι διὰ τὸ κατὰ τῶν δμωΐδων βαρύνεσθαι. διὸ καὶ ἀπαρνεῖται γυναῖκα ποδὸς ἅψασθαι, αὐτοῦ δηλαδὴ, οὐχ' ἁπλῶς οὐδεμίαν· (Vers. 345.) ἀλλ' ἐκ τούτων, αἵ, φησι, δῶμα καταδρήστειραι ἔασιν,