# Commentarii ad Homeri Odysseam 2.205.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.205.1

εἰ μή τις γρηῦς ἐστὶ παλαιὴ κέδν' εἰδυῖα, (Vers. 347.) ἥ τις δὴ τέτληκε τόσσα φρεσὶν ὅσσα τ' ἐγώ περ, κατὰ τὸ ἀνάλογον καὶ δυνατὸν καὶ ἐγχωροῦν δηλαδή. πῶς γὰρ ἂν ἄλλως γυνὴ εὑρεθείη τετληκυῖα τόσα φρεσὶν ὅσα ὁ παρὼν ξένος; (Vers. 348.) τήνδε δ' ἄν, φησιν, οὐ φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο. καὶ δὴ γίνεται οὕτω. καὶ νίπτει αὐτὸν μετ' ὀλίγα ἡ περίφρων Εὐρύκλεια, γρηῦς πυκινὰ φρεσὶ μήδεα ἔχουσα, ὃ ταυτόν ἐστι τῷ, κεδνὰ εἰδυῖα· ὀλιγηπελέουσα, ὡς ἐρεῖ ὁ ποιητὴς (Vers. 356.) τουτέστιν ἀσθενῶς ἔχουσα καὶ ἤδη ὀλίγη πέλουσα κατὰ τὸ εἶναι, καὶ κατά γε τοῦτο τετληκέναι δοκοῦσα φρεσὶν ὅσα καὶ Ὀδυσσεύς. τλήμονες γὰρ οἱ πάνυ γέροντες καὶ πολλῶν κακῶν ἴδρυες. ἡ δ' αὐτὴ καὶ μαῖα ἦν ποτὲ τῷ Ὀδυσσεῖ, ὡς δηλοῖ τὸ, ἣ κεῖνον δύστηνον ἐΰτρεφεν ἠδ' ἀτίταλλε δεξαμένη χείρεσσιν ὅτε μιν πρῶτον τέκε μήτηρ. μαίας δὲ ταῦτα πάντα ἴδια. (Vers. 348.) Ἰστέον δὲ ὅτι φίλα Ὀδυσσεῖ φανοῦνται τὰ τῆς τοιαύτης γραὸς, καὶ εὐτυχῶς αὐτῷ ἐπιλέξεται ἡ Πηνελόπη ταύτην. ἐθέλει γὰρ ὁ ποιητὴς γυναῖκα πλάσασθαί τινα ἐκ τῶν ἔνδον καὶ οἰκειοτέρων καὶ μάλιστα δυναμένων, ἣ καὶ αὐτὴ συναντιλήψεται τῶν ἔργων τῷ Ὀδυσσεῖ ἐν τοῖς ἐφεξῆς. ἐπικρίνει γοῦν ταύτην ὡς χρησιμωτάτην. καὶ τοίνυν ἀναγνωρίσει μὲν αὐτὴ ὡς ἔκπαλαι εἰδήμων τὸν φίλτατον τρόφιμον Ὀδυσσέα νίπτουσα, ὡς ἐφεξῆς ῥηθήσεται. καὶ ὁρμήσει μὲν ἐκλαλῆσαι τὸ πρᾶγμα ὑφ' ἡδονῆς, οὐ δυνήσεται δὲ οἷα ὀλιγηπελέουσα, καθὰ εἴρηται. τὸ γῆράς τε γὰρ ἐφέξει αὐτὴν τοῦ λαλῆσαι, καὶ μὴν καὶ ἡ παρ' ἐλπίδας χαρὰ ὁποῖα τὰ τῶν γερόντων, οὓς καὶ τοῦ ζῆν ἔσθ' ὅτε ἀπάγει τὸ πολὺ τοῦ χαίρειν. καὶ Ὀδυσσεὺς δὲ ἐπαναστὰς κωλύσει αὐτὴν ῥᾳδίως διὰ τὸ ὀλιγηπελέειν. καὶ αὐτὸς μὲν ἱκετεύσει σιγᾶν, ἡ δὲ πείσεται οἷα φίλη μαῖα. καὶ οὕτως ἐχεμυθήσασα τοῦ λοιποῦ ἡ γραῦς ἔσται τῷ Ὀδυσσεῖ κατὰ τῶν μνηστήρων καὶ αὐτὴ ἐν καιρῷ χρήσιμος. Καὶ τοίνυν Ὀδυσσεὺς μὲν οὐκ ἂν ἴσως δοκοίη σκέψασθαι καλῶς ὑπὸ τοιαύτης γυναικὸς τοὺς πόδας νίψασθαι, οἷα αἱρούμενός, φασι, τὴν δυναμένην ἐκ τῆς ἐπισήμου γνωρίσαι αὐτὸν οὐλῆς. διὸ καὶ ἀθετεῖται ὁ τοιοῦτος τόπος παρὰ τῶν παλαιῶν. ὁ μέντοι ποιητὴς εὐμεθόδως εἴτουν εὐπλάστως διὰ τοιαύτης γραὸς τὸν Ὀδυσσέα νίψας αὐτὸν μὲν οὐδὲν βλάψει, πιθανῶς πλάσας τὸ πᾶν καὶ εὐτυχῶς ἀπαλλάξας αὐτόν. ἦν γὰρ τῷ ὄντι ἀναγκαῖον ἔχειν καὶ γυναῖκα ἐκ τῶν ἔνδον, ὡς ἐῤῥέθη, συναιρουμένην αὐτῷ. εἰ δ' ἴσως καὶ ἐξ ἱστορίας τοῦτο ἔχει ὁ ποιητὴς, οὐκ ἂν ἑτέρα εὑρέθη κρείττων εἰς τοιοῦτον ἔργον ἤ περ ἡ Εὐρύκλεια. Σημείωσαι δὲ καὶ τὸν τόπον τοῦτον εἰς παράδειγμα βουλεύματος οὐκ εὖ μὲν ἐσκεμμένου, εἰς ἀγαθὸν δὲ ἐκβάντος. ἰδοὺ γὰρ, Ὀδυσσεὺς εἰ καὶ γραῦν οὐ καλῶς ἐπελέξατο τὴν δυναμένην ἀναγνῶναι αὐτὸν, ἀλλ' ὅμως εὐτυχῶς ἔσχεν ἀναγνωρισθεὶς ὑπ' αὐτῆς. πολλὰ γὰρ τῇ μνηστηροκτονίᾳ καὶ ἡ τοιαύτη συνήνεγκε γραῦς Εὐρύκλεια. καὶ ταῦτα μὲν οὐκ ἔξω λόγου. (Vers. 338.) ὁ δὲ ξένος κἀνταῦθα Κρήτης μέμνηται, περιφράσας αὐτὴν ἐκ τῶν κατ' αὐτὴν ὀρέων. φησὶ γάρ· ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμου. ἣν ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερον μακρὰν νῆα φασί. (Vers. 337.) Τὸ δὲ, χλαῖναι καὶ ῥήγεα ἤχθετο, Αἰολικὸν σχῆμα καὶ Δωρικόν. καὶ εἰσὶ παρὰ Πινδάρῳ τοιαῦτα πολλά. Ἀττικὸς δὲ ἀνὴρ οὐκ ἂν οὕτω φράσοι, ἀλλὰ διὰ τὰς χλαίνας ἐρεῖ ἂν ἤχθοντο πληθυντικῶς. (Vers. 339.) Τὸ δὲ νοσφισάμην ἀντὶ τοῦ ἀφῆκα, νόσφιν ἐποιησάμην. (Vers. 340.) Τὸ δὲ, ἀΰπνους νύκτας ἴαυον καὶ τὸ, πολλὰς δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσσα, τῆς αὐτῆς ἐννοίας εἰσί. (Vers. 343.) Ποδάνιπτρα δὲ ἢ αὐτὴν λέγει τὴν νίψιν τῶν ποδῶν ἢ τὸ ὕδωρ, ᾧ πόδας νίπτονται, ὃ καὶ ἀπόνιπτρον ἔλεγον, ὡς καὶ ὁ κωμικὸς ἐν Ἀχαρνεῦσι δηλοῖ. Ἰστέον δὲ ὅτι, καθάπερ ἐν τῷ, βοῶν ἐπιβουκόλος ἀνὴρ, περιττεύει τὸ βοῶν, καὶ ἐν τῷ, οἶνον οἰνοχοεῖ, τὸ οἶνον, καὶ ἐν τῷ, αἰπόλος αἰγῶν, τὸ αἰγῶν· αἰπόλος γὰρ οὐδενὸς ἄλλου ζῴου λέγεται, ἀλλὰ μόνων αἰγῶν· οὕτω καὶ ἐνταῦθα παρέλκει τὸ ποδῶν ἐν τῷ, ποδάνιπτρα ποδῶν. διὸ μετ' ὀλίγα ἠρκέσθη εἰπὼν οἰσομένη ποδάνιπτρα. καὶ εἴρηται περὶ τῶν τοιούτων ἐν Ἰλιάδι εἰς ὅσον ἐχώρει. Τὸ δὲ, ἐπιήρανα θυμῷ, κρεῖττον οὕτω γράφεσθαι ἤ περ ἐπίηρ' ἀνὰ θυμῷ. ἡ γὰρ ἀνὰ πρόθεσις οὐκ εἴωθεν ἁπλῶς ἐπὶ τοιούτων σημαινομένων δοτικῇ συντάσσεσθαι. ἔστι δὲ πρωτότυπον τοῦτο τοῦ ἐπίηρα. ἐντεῦθεν γὰρ ἐκεῖνο γίνεται ἀποκοπὲν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. (Vers. 348.) Τὸ δὲ, οὐ φθονέοιμι ποδῶν ἅψασθαι, ἀντὶ τοῦ οὐ μεμφοίμην. πολλαχοῦ γὰρ ὁ φθόνος καὶ ἐπὶ μέμψεως ἁπλῶς τίθεται. (Vers. 350.) Ὅτι ἔπαινος ἀγαθοῦ ξένου τὸ, ξεῖνε φίλε, οὔ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ' ἀγορεύεις. (Vers. 351.) ἔστι δὲ φιλίων ὁ φίλτερος, καὶ γίνεται

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
