# Commentarii ad Homeri Odysseam 2.209.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.209.1

θ' ὅρκῳ τε. θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας, ὁ τοῦ κλέπτειν ἔφορος. (Vers. 397.) τῷ γάρ, φησι, κεχαρισμένα ἔθυσεν· οὐ μὴν Ἄρεϊ, ὡς οἱ πολεμικοὶ, οὐδὲ Ποσειδῶνι, ὡς οἱ ναυτικοὶ, οὐδὲ Ἡφαίστῳ κατὰ τοὺς χαλκευτάς. διό φησι· (Vers. 398.) καὶ Ἑρμῆς αὐτῷ πρόφρων ἅμ' ὀπήδει, τουτέστιν ἠκολούθει τῷ Αὐτολύκῳ ὡς ἐλλόγως κλέπτοντι. (Vers. 395.) Ἐνταῦθα δὲ ἔστι μὲν μαθεῖν κλεπτοσύνην οὐ κακὴν, καὶ ὅρκον δὲ οὐ φαῦλον, εἴ γε καὶ ἐσθλὸς λέγεται ὁ ταῦτα διαχειριζόμενος, ὡς δηλοῖ τὸ, μητρὸς πατέρα ἐσθλόν. καὶ ἐναβρύνεται δὲ αὐτοῖς· τοιοῦτον γάρ τι τὸ κεκάσθαι, ὅ ἐστι κεκοσμῆσθαι. καὶ θεόθεν δὲ αὐτὰ ἔχει δοθέντα ὡς οἷα δῶρα θεόσδοτα. (Vers. 397.) ἔστι δὲ γνῶναι καὶ Ἑρμῆν κλεπτικῆς, ὡς ἐῤῥέθη, ἐπιστάτην, καὶ ὅρκων δὲ τῶν ἐπ' αὐτῇ, μάλιστα μὲν τῶν ἐπὶ καλῷ, ἤδη δέ που καὶ τῶν ἀνάπαλιν, ᾧ λόγος ἐστὶ καὶ ἐκ γενετῆς συγκεκληρῶσθαι τὴν κλεπτοσύνην. ὃς τῆς μητρὸς Μαίας συλλουομένης, αἷς ἤθελεν ἐκείνη, αὐτὸς ὑφελόμενος τὰ ἐκδυθέντα ἔκρυψε. καὶ οὕτω μὲν ἔχει ταῦτα. (Vers. 396.) Τῶν δ' ἐν τούτοις τί μὲν ἡ κλεπτοσύνη, δῆλον. καὶ ὡς ἀνάλογον παρῆκται τῷ παλαισμοσύνη, ὃ καὶ παρὰ Αἰλιανῷ κεῖται, καὶ τῷ δρηστοσύνη, βριθοσύνη, καὶ τοῖς τοιούτοις. Ὅρκος δὲ νῦν οὐχὶ ὁ κατ' ἐπιορκίαν· τοῦτο γὰρ οὔτε ἐσθλοῦ ἀνδρὸς, οὔτε κοσμεῖ ἄνθρωπον, καὶ οὐδὲ θεὸς δίδωσιν· ἀλλὰ ὁ ἐν καιρῷ σοφιζόμενος, ὅτε δηλαδὴ αὐτὸς μέν τις εὐορκῶν ἐστὶ, τοὺς δὲ ἐπικλόπῳ αὐτῷ ἐγκαλοῦντας παραλογίζεται οἷα μὴ ἔχοντας νοεῖν τὸ σόφισμα. οὕτω πως καὶ Ὀδυσσεὺς ἀνόπιν ἐσοφίσατο τὴν Πηνελόπην ὅρκῳ ἐν τῷ, ἴστω νῦν Ζεὺς ἱστίη τ' Ὀδυσσέως, ὡς δῆθεν ἀληθεύων ἐπὶ πᾶσιν οἷς λέγει. τὸ δ' ἦν οὐχ' οὕτως ἔχον, ἀλλὰ μόνους ἐβεβαίου τοὺς μετὰ τὸν ὅρκον δύο στίχους, τὸ, τοῦδε τοῦ λυκάβαντος ἐλεύσεσθαι τὸν Ὀδυσσέα καὶ τὸ ἑξῆς. τοιοῦτος δέ τις ὅρκος πρὸς ἄλλοις μυρίοις, ἤγουν σοφιστικὸς, καὶ ὁ τῶν ὀμοσάντων τόσας ἡμέρας ἄγειν σπονδὰς, ἐν δὲ τῷ μέσῳ νύκτωρ ἐπιθεμένων τοῖς ἐχθροῖς, ὡς δῆθεν τῆς συμβάσεως τῶν σπονδῶν ἡμερῶν μεμνημένης, οὐ μὴν καὶ νυκτῶν. ὅμοιος δέ τις καὶ ὁ τοῦ παρὰ τῷ δειπνοσοφιστῇ τὸν ἰχθὺν ὑφελομένου· ὃς τὸ ὑποκλαπὲν ὀψάριον ἑτέρῳ δοὺς, εἶτα ἀπαιτούμενος, αὐτὸς μὲν ὤμνυε μήτε ἔχειν τὸν ἰχθὺν, μήτ' ἄλλον εἰδέναι ὑφελόμενον· τὸν δὲ φύλακα τοῦ κλέμματος ἐδίδαξεν ὀμνύειν, ὡς οὔτε αὐτὸς ὑφείλετο οὔτε ἄλλον οἶδεν ἔχοντα τὸν ἰχθύν. καὶ οὕτω τὸν ἰχθυέμπορον ἐσοφίσατο. καὶ οὗτοι μὲν ὅρκοι σοφισματώδεις, ὁποίοις φαίνεται χαίρειν καὶ Σίσυφος. Ῥαδάμανθυς δέ, φασιν, ὑπὲρ τοῦ μὴ θεὸν ὀνομάζειν ἐπὶ πᾶσιν ἐκέλευσέ, φασι, κατὰ χηνὸς καὶ κυνὸς καὶ κριοῦ ὀμνύναι. ὤμνυε δέ, φασι, χῆνα καὶ Σωκράτης· ἄλλος δέ τις κράμβην· ὃν ζηλώσας ὕστερον ὁ χυδαΐζων ὄχλος διόμνυται κατὰ λαχάνων. Ὅτι δὲ καὶ γυναῖκες ὤμνυον ἐπὶ οἴνῳ, Ξέναρχος παίζων δηλοῖ ἐν τῷ, ὅρκον δ' ἐγὼ γυναικὸς εἰς οἶνον γράψω. λάμπει δ' ἐν τοῖς τοιούτοις ἠθικοῖς ὅρκοις ὁ Ὁμηρικὸς, ἐν ᾧ τὰ τοῦ πατρὸς ἄλγεα ὁ παῖς ὀμνύει Τηλέμαχος. φέρεται δὲ περὶ Αὐτολύκου καὶ ὅτι οὕτω σοφὸς ἦν τὴν κλεπτικὴν, ὡς καὶ τὰ χρώματα τῶν κλεπτομένων ζῴων μεταχρωνύειν, ὃ καὶ νῦν παρὰ πολλοῖς γίνεται. Σίσυφον μέντοι οὐ κατεσοφίσατο, καθὰ ἐν ἄλλοις εἴρηται. ἦν γὰρ κατὰ τὴν παροιμίαν καὶ πυρὸς ἕτερα θερμότερα, καὶ δόλων τῶν κλεπτικῶν ἕτεροι κλεπτίστεροι. Ἐν δὲ τῷ κεχαρισμένα τῷ Ἑρμῇ θῦσαι τὸν Αὐτόλυκον καὶ οὕτω λαχεῖν τὴν κλεπτοσύνην ἔστι τις πίστις παροιμίας Ἑλληνικῆς, λεγούσης, δῶρα καὶ θεοὺς πείθειν. (Vers. 402.) Τὸ δὲ, παυομένῳ δόρποιο, δηλοῖ μηδὲ τὸν τοιοῦτον καιρὸν ἀνεπιτήδειον εἶναι σπουδαῖα σκέπτεσθαι. (Vers. 403.) Ἐν δὲ τῷ, ὄνομα εὕρεο, δῆλον ὡς Ὅμηρος κατῆρξε τοῦ εὑρέσεις λέγεσθαι τὰς ἐπὶ τοῖς ἀδήλοις μεθόδους, παθητικῶς δὲ τὸ εὕρεο, κατ' ἀκολουθίαν τοῦ εὑρέσθαι καὶ τοῦ εὑρόμην· κοινῶς μέντοι εὑρὲ καὶ εὑρεῖν, καὶ τοιαῦτα τινά. (Vers. 404.) Ἐν δὲ τῷ, πολυάρητος δέ τοί ἐστιν, ἔοικεν ἡ δούλη Εὐρύκλεια ἐθέλειν τοιοῦτόν τι ὄνομα τῷ παιδὶ τεθῆναι, οἷον Δημάρητον κατὰ τὸν παρὰ Ἡροδότῳ, ἢ Ἄρητον, ὁποῖός τις ἐν Ἰλιάδι κεῖται, ἢ Εὐχήνορα, ἢ τοιοῦτόν τι ἐφετὸν τοῖς πολλοῖς· ὅπου γε καὶ ὁ γελοῖος πτωχὸς Ἀρναῖος παρὰ τὴν ἀρὰν, ὡς δεδήλωται, εἰρῆσθαι δοκεῖ. (Vers. 407.) Αὐτόλυκος δὲ τῇ δούλῃ μὴ προσεσχηκὼς ἐξ ἐκείνων, οἷς ἐκέκαστο, ἐθέλει ὀνομάσαι τὸν παῖδα, ἐκ τοῦ μίσους δηλαδὴ, ὃ εἶχεν ἐκ πολλῶν διὰ τὴν κλεπτοσύνην. δῆλον γὰρ ὡς ὠδύσσοντο αὐτῷ ἐκεῖνοι· ὃ δὴ τίθησιν ὄνομα τῷ ἐγγόνῳ, βιβλιογραφήσας οἷον τὰ κατ' αὐτὸν ἐν ἐκείνῳ κληρονομήσαντι μνήμης τῆς ἐπὶ τῷ πάππῳ οὐ πάνυ εὐκλεῶς· ἐκ τοῦ κατ' ἐκεῖνον γὰρ ὀδύσσω ὁ Ὀδυσσεύς. διὸ καὶ ψιλοῦται κατὰ τὴν ἄρχουσαν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, καὶ ἐν δυσὶ σσ γράφεται ὡς ἐπιπολύ. Σιληνὸς μέντοι ὁ Χῖος κατὰ τὴν ἱστο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
