Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.21.1
Not analysed yet
ῥηθεῖσαν ἐντολὴν τῆς Κίρκης, ὡς αὐτῷ τοιαύτην κριθεῖσαν. ἦν γὰρ ἀφόρητον αὐτῷ παριδεῖν τοὺς ἑταίρους ὀλλυμένους. (Vers. 231.) Πετραίην δὲ Σκύλλην ἔφη ὡς προσπεφυκυῖαν τῷ σκοπέλῳ, καθὰ πρὸ βραχέων γέγραπται. (Vers. 234.) Ὅτι εἰπὼν, ἡμεῖς δὲ στεινωπὸν ἀνεπλέομεν γοόωντες, καὶ θέλων ἑρμηνεῦσαι τί λέγει στεινωπὸν, ἐπάγει· ἔνθεν μὲν γὰρ Σκύλλα, ἑτέρωθι δὲ δῖα Χάρυβδις, δεινὸν ἀνεῤῥοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ, ἵνα εἴη στεινωπὸς ὁ στενὸς πορθμὸς ὁ μεταξὺ Σκύλλης καὶ Χαρύβδεως, οὗ τὴν στενότητα καὶ πρὸ ὀλίγων ἐδήλωσεν ὁ ποιητὴς ἐν τῷ πλησίον ἀλλήλων τοὺς σκοπέλους εἰπεῖν. καὶ νῦν μὲν οὕτως. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶ ῥυμοτομιῶν καὶ ἀγυιῶν τὴν λέξιν τιθέασιν, ἔνθα δηλαδὴ ἀποστενοῦνται ὦπες οἱ τῶν βλεπόντων, διὰ τὰ ἔνθεν καὶ ἐκεῖθεν οἰκοδομήματα ἢ ἄλλως ἐξαναστήματα. ὥς περ οὖν πάλιν ἐν τοῖς μὴ τοιούτοις πλατύνεται τὸ βλέπειν, ὅθεν καὶ εὐρωπὸν σπήλαιόν τις ἔφη τὸ πλατὺ ἀπεναντίας τῷ στενωπῷ. (Vers. 236) Τὸ δὲ ἀνεῤῥοίβδησεν ἀνηκόντισεν ἑρμηνεύουσί τινες τῶν παλαιῶν. ἴσως δὲ οὐ καλῶς διὰ τὰ προῤῥηθέντα, ἐν οἷς ὁ ποιητὴς τὸ μὲν ἐξακοντίζεσθαι τὸ τοιοῦτον ὕδωρ ἀνιέναι εἶπεν, ἀναροιβδεῖν δὲ τὸ καταπίνεσθαι. εἰς τοῦτο δὲ χρήσιμον καὶ Μνησιμάχου τοῦ κωμικοῦ τὸ, κρατὴρ δ' ἐξεῤῥοίβδητ' οἴνου, ἶσον ὂν τῷ, ἐξηντλήθη καὶ ἔξω πίθου ἐφάνη. (Vers. 237.) Ὅτι τὸ, ὡς ἐῤῥέθη, ἀναπωτικὸν τῆς Χαρύβδεως ἑρμηνεύων ὁ ποιητής φησιν οὕτως· ἤτοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ πᾶσ' ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ' ἄχνη ἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν. ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, πᾶσ' ἐντὸς φάνεσκε κυκωμένη. ἀμφὶ δὲ πέτρη δεινὸν ἐβεβρύχει. ὑπένερθε δὲ γαῖα φάνεσκε ψάμμῳ κυανέῃ. τοὺς δὲ χλωρὸν δέος ᾕρει. (Vers. 236.) Ὅ περ καὶ αὐτὸ καθὰ καὶ τὸ, δεινὸν ἀνεῤῥοίβδησεν, αἰνίττεται φοβερὸν εἶναι τὸ χωρίον τοῦτο γραφῆς, ὥς περ τότε γινόμενον, οὕτω καὶ ὑπὸ τοῦ ποιητοῦ φραζόμενον. ἐν ᾧ καὶ ἡ ἐξ ὀνοματοποιϊῶν τραχυφωνία σεμνῶς καὶ δεινῶς ἐπιτετήδευται διὰ τοῦ ἀναῤῥοιβδεῖν, καὶ μορμύρειν, καὶ ἀναβρόχειν, καὶ βεβρυχέναι, καὶ τῶν λοιπῶν. (Vers. 237.) Ὅρα δὲ τὸ ἐξεμέσειεν, ὃ πρὸ τούτων ἀνιέναι εἶπεν ἐν τῷ, τρὶς μὲν γάρ τ' ἀνίησιν. ἔστι δὲ τὸ ἐξεμεῖν ὑψηλότερον καὶ πρέπον χωρίῳ δεινῷ. καὶ ἦν μὲν προσφυὲς ἐν τούτοις προσθεῖναί που καὶ τὸ ἐρεύγεσθαι, ἀκολούθως τῷ ἐξεμεῖν, οὐχ' εἵλετο δὲ ὁ ποιητής. Ἡ δὲ ἀπὸ τοῦ λέβητος παραβολὴ μικροπρεπὴς μὲν, πάνυ δὲ διασαφητικὴ τοῦ πράγματος. καὶ αὐτὸς γὰρ πνεύματι κυκώμενος ἀναζέει καὶ βράζεται. καὶ τὸ ὕδωρ δὲ τοῦτο πνεύματι ἀνωθούμενον βιαιοτάτῳ, καθὰ καὶ προδεδήλωται, ἀναμορμύρει αἰρόμενον ὑψοῦ, ὡς τὴν αὐτοῦ ἄχνην καὶ τοῦ ὑψηλοτάτου σκοπέλου καθικνεῖσθαι. (Ver. 238.) καίριον δὲ τὸ κυκᾶσθαι ἐν τούτοις, διὸ καὶ δὶς εἴρηται. Τοῦ δὲ μορμύρειν ἡ παραγωγὴ ὁμοία τῇ τοῦ μαρμαίρειν, ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. (Vers. 240.) Τὸ δὲ ἀναβρόξειε ταυτόν ἐστι τῷ ἀναῤῥοιβδεῖν. ἄμφω δὲ ἶσον δύναται τῷ ἀναῤῥοφεῖν, ὡς καὶ προδεδήλωται. τραχυφωνότερον δὲ τούτου τὸ ἀναμορμύρειν, ἐξ οὗ καὶ ἡ μυθικὴ Μορμὼ πλάττεται, δαιμόνιόν τι φοβερόν. Θέμα δὲ τοῦ ἀναβρόξειεν ἄχρηστον τὸ βρόχω, ἐξ οὗ καὶ ὁ βρόχθος ἐπὶ λαιμοῦ, (Vers. 239.) καὶ βροχθίζειν τὸ διὰ τοῦ τοιούτου βρόχθου προάγειν. (Vers. 238.) Τὸ δὲ ἄκροισι, καὶ τὸ σκοπέλοισι, καὶ τὸ ἀμφοτέροισι, διαγελᾷ τῇ παρισώσει ὡς ἂν μὴ διόλου σκυθρωπὸν εἴη τὸ χωρίον. Ἔχει δέ τι κάλλους καὶ τὸ, ἀναμορμύρεσκε καὶ φάνεσκεν, εἰ καὶ μακρὰν ἀλλήλων κεῖνται. (Vers. 244.) Ὅτι τῶν περὶ Ὀδυσσέα πρὸς τὴν Χάρυβδιν ἀπιδόντων, ὅτε ἀνεῤῥοίβδησε δηλαδὴ ἐξεμοῦσαν γὰρ, ὕστερον μόνος ἰδὼν Ὀδυσσεὺς πεπείραται ὧν ἄρτι ἀφήγηται, (Vers. 245.) τόφρα Σκύλλη κοίλης ἐκ νηὸς ἑτάρους ἓξ ἕλετο, ὥς περ ἐπιλέγδην ἑλοῦσα ἐκείνους, καθὰ δηλοῖ καὶ τὸ ἕλετο τουτέστιν ἐξαιρέτους ἔλαβε. διὸ ἑρμηνεύων ἐπάγει· οἳ χερσί τε βίῃφί τε φέρτεροι ἦσαν. οἳ καὶ ὑψόσε ἀειρόμενοι ἐμέ, φησι, φθέγγοντο καλεῦντες ἐξονομακλήδην, τό τ' ὕστατον ἀχνύμενοι κῆρ. καὶ οὐ νῦν μόνον, ἀλλὰ καὶ ὅτε αὐτοῦ εἰνὶ θύρῃσι κατήσθιε κεκλήγοντας, χεῖρας ἐμοί, φησιν, ὤρεγον. (Vers. 258.) ἐφ' οἷς ἐλεεινολογίαν τῷ φρικτῷ διηγήματι ἐπιπλέκων φησίν· οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι πάντων ὅσσ' ἐμόγησα οὐχ' ἁπλῶς, ἀλλὰ πόρους ἁλὸς ἐξερεείνων. καὶ ἔστι τοῦτο θεωρία τις Ὁμηρικὴ, παρασημειωμένου τοῦ ποιητοῦ καὶ οἴκτου πολύ τι ἐνεῖναι τῷ παρόντι ἀφηγήματι, ὡς παρακεῖσθαι ἀλλήλοις ἄνω μὲν δεινὸν χωρίον, ἐνταῦθα δὲ ἐλεεινόν. (Vers. 245.) Ὅτι δὲ τὸ Σκύλλη κοίλης ἐκ νηὸς παρηχεῖν δοκεῖ, γέγραπται οὐ πρὸ πολλῶν. τοιοῦτον δέ τι καὶ ἐν τοῖς τοῦ Ἀθηναίου τὸ, κοίλη κύλιξ. (Vers. 256.) Ὅτι δὲ καὶ τὸ κεκλήγοντας, καθὰ τὸ πεπλήγοντας Συρακούσιοι λέγουσιν, ἐδηλώθη που καὶ αὐτό. (Vers. 251.) Ὅτι παραβολικῶς δηλῶν