# Commentarii ad Homeri Odysseam 2.210.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.210.1

ρίαν ἐν δευτέρῳ βιβλίῳ τῶν αὐτῶν μυθικῶν δασύνει παρὰ τὴν ὁδὸν, λέγων ὡς Ἀντικλείας ὁδευούσης παρὰ τὸ Νήριτον, ὗσεν ὁ Ζεύς. τὴν δὲ ὑπὸ ἀγωνίας ἐκεῖ πεσοῦσαν τεκεῖν. καὶ τὸ γεννηθὲν κληθῆναι Ὀδυσσέα παρὰ τὸ ἐν τῇ ὁδῷ ὗσαι. (Vers. 406.) Τὸ δὲ, γαμβρὸς ἐμὸς, ἀντὶ τοῦ, ὦ γαμβρέ μοι, ὡς δηλοῖ καὶ τὸ θύγατερ ἐπαχθέν. κωλύει δὲ τὸ εἰπεῖν γαμβρὲ κατὰ κλητικὴν ἡ ἐμὸς ἀντωνυμία, ἧς οὐκ ἔστι κλητικὴ διὰ τὴν συνέμπτωσιν τὴν πρὸς ἑτέραν ἀντωνυμίαν αἰτιατικὴν τὴν ἐμέ. (Vers. 407.) Τὸ δὲ, πολλοῖσι γὰρ ἔγωγε ὀδυσσάμενος, λέγει μὲν τὸ, πολλοῖς μισηθεὶς καὶ δι' ὀργῆς ἐλθὼν παθητικῶς, οὐ μὴν κατ' ἐνέργειαν, ὁποῖον τὸ, τί νύ οἱ τόσον ὠδύσαο Ζεῦ; ἔχει δὲ τὸν γαρ σύνδεσμον προτεθειμένον κατὰ συνήθειαν Ὁμηρικὴν ἐμπερίβολον. τὸ μέντοι σαφὲς καὶ ὀρθότερον οὕτω· τῷ δ' Ὀδυσσεὺς ὄνομα ἔστω· πολλοῖς γὰρ ἔγωγε ὀδυσσάμενος τόδ' ἱκάνω, ἀντὶ τοῦ ἐνταῦθα, καθὰ καὶ ἀλλαχοῦ γέγραπται. (Vers. 408.) Τὸ δὲ, ἀνδράσιν ἠδὲ γυναιξὶν, ἐπισημότατον ἐν κλεπτοσύνῃ τὸν Αὐτόλυκον ἐνδείκνυται, εἴ γε μὴ μόνον ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν ἀπεχθὴς ἦν. οὕτω καὶ ἐν Ἰλιάδι ἐπίσημός τις ἀνὴρ, ὂν ἄνδρες τε καὶ γυναῖκες κορυνήτην ἐκάλουν. (Vers. 409.) Ἐπώνυμον δὲ καὶ νῦν, ὡς καὶ ἐν ἄλλοις, τὸ φερώνυμον. οὐχ' ὅτι μέντοι αὐτὸς ὁ παῖς παρώργησέ τινας, ἀλλ' ὅτι ὁ πάππος· ὁποῖα καὶ ἄλλα τοιαῦτα δεδήλωται. καὶ ὅμως εἴ τις διὰ τὸν πάππον ὀδώδυσται καὶ τῷ ἐγγόνῳ παιδὶ, εἴη ἄν πως καὶ ὁ παῖς ἐπωνύμως δι' ἑαυτὸν Ὀδυσσεύς. (Vers. 411.) Κτήματα δὲ καὶ νῦν ἁπλῶς τὰ ἐν κτήσει, ἐξ ὧν καὶ τὰ δῶρα δίδονται, ὡς δηλοῖ ἐπαγόμενον τὸ, ἦλθεν Ὀδυσσεὺς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. (Vers. 415.) Τὸ δὲ, χερσὶν ἠσπάζοντο, ἤγουν ἐδεξιοῦντο καὶ εἰς ἑαυτοὺς ἐπεσπῶντο, προγέγραπται καὶ ἑτέρωθι. χείλεσι δὲ ἀσπάζεσθαι οὐκ ἔστι παρὰ τῷ ποιητῇ. (Vers. 416.) Τὸ δὲ, μήτηρ μητρὸς, παραφράζει τὴν μάμμην, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἔγγονον τὸ παιδὸς παιδὶ φίλῳ. (Vers. 431.) Ὄρος δὲ καταειμένον ὕλῃ τὸ δασὺ καὶ οἷον ἐνδεδυμένον φυτῶν πυκνότητι καὶ κεκαλυμμένον· ὅθεν καὶ εἴνω τὸ καλύπτω· οὗ παράγωγον τὸ εἰνύω, ὡς τὸ, θριξὶ δὲ πάντα νέκυν καταείνυον. Τὸ δὲ ὄρος νῦν μὲν, ὡς καὶ ἀλλαχοῦ ποτὲ, κοινῶς προήνεκται· τὰ πλείω δὲ ἰάζεται, ὡς καὶ ἐν τῷ, κατ' οὔρεος εἶσι, καὶ, οὔρεά τε σκιόεντα. Τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ, ὅρος ὁ περιορισμένος, ὡς δῆλον ἐκ τοῦ ἀμφ' οὔροισι, καὶ, δίσκου οὖρα πέλονται. οὕτω καὶ ἐκ τοῦ ὀρούω οὖρος βαρυτόνως ὁ ἄνεμος ἰώνισται, καὶ ὁ πρὸς διαστολὴν δὲ αὐτοῦ ὀξυτονούμενος ἐν Ἰλιάδι οὐρὸς, οἷον, οὐρούς τ' ἐξεκάθαιρον. ὁ μέντοι κατὰ τὸ γάλα οὐρὸς δοκεῖ μὴ ἑλκυσθῆναι εἰς Ἰωνίδα διάλεκτον· οὕτω δὲ οὐδὲ ὁ παρὰ Ἀττικοῖς ζωϊκὸς ὄρος ὁ καὶ αὐτὸς ψιλούμενος. αὐτὸν δὲ διέστειλε τοῦ ὄρους ἡ διπλόη τοῦ ρ. εὕρηται γὰρ ὄῤῥος ἐν ἁπλότητι παρὰ τῷ κωμικῷ τόπος ὢν περὶ τοὺς γλουτοὺς, ὁ καὶ ταῦρος. ἐν μέντοι συνθέσει προσλαμβάνει καὶ αὐτὸς παρά τισι τὸ υ. ὀῤῥωδεῖν μὲν γὰρ καὶ ὀροπύγιον ὀρνέων, οὐ μὴν κατά τινας ὀρθοπύγιον, ἀνάλογον καὶ κοινότερον. Ἰωνικὸν δέ που τὸ οὐροπύγιον, ὄρος ὄν, φασι, πυγῆς, ἀφ' οὗ καὶ ὀῤῥωδεῖν τὸ εὐλαβεῖσθαι. οἱ γὰρ εὐλαβούμενοί, φασι, κατά τι ἀνασπῶσι τὰ κατ' αὐτόν. καὶ τὰ ἄλογα δὲ ὑποστέλλει τὴν οὐρὰν, ὅτε εὐλαβεῖται. ἐκ τοῦ παρακολουθοῦντος οὖν ὀῤῥωδεῖν, τὸ τὸν τοιοῦτον ὄῤῥον ἰδίειν, ὃν οὐρὰν οἱ ἰδιῶται φασὶν, οἷα τῆς οὐρᾶς αὐτῷ παρωνυμουμένης. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ἀῤῥωδεῖν διὰ τοῦ α στερητικῶς εἴρηται κατὰ Ἐρέννιον Φίλωνα. δηλοῖ γὰρ τὸ μὴ ὀῤῥωδεῖν, ἀλλὰ καταφρονεῖν καὶ τεθαρηκέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὄρος ἐνδεδυμένον ὕλῃ, ληφθῆναι δοκεῖ καὶ τὸ, ὕδωρ ἀμφιένυσθαι τὸν δύντα καθ' ὕδατος, καὶ πυρὶ σπαργανοῦσθαι τὸν πυρούμενον. ἐντεῦθεν δὲ καὶ ἱμάτια πόλεως ὁ τειχισμός. τῇ ῥηθείσῃ δὲ Ὁμηρικῇ ἐννοίᾳ συγγενὲς καὶ τὸ, λάϊνον ἕσασθαι χιτῶνα, τὸν λίθοις χωσθέντα. (Vers. 433.) Τὸ δὲ, Ἠέλιος μὲν ἔπειτα καὶ ὁ ἐφεξῆς στίχος, περίφρασίς ἐστι τοῦ, γέγονεν ἡμέρα. δῆλον δὲ, ὡς Ἥλιος οὐ μόνον ὁ φαινόμενος ἀστὴρ, ὡς καὶ ἐνταῦθα καὶ ἐν τῷ, Ἠέλιος δ' ἀνόρουσε καὶ ἑξῆς, ἀλλά που καὶ σωματικὸς δαίμων, ὡς ἐν τῷ, Ἠέλιος μὲν σκοπιὴν ἔχε, καὶ, Ἠέλι', ἤτοι σὺ μετ' ἀθανάτοισι φάεινε. (Vers. 434.) Ἀκαλαῤῥείτης δὲ Ὠκεανὸς κατὰ τοὺς σοφοὺς ὁ ἀκαλῶς καὶ ἡσύχως ῥέων, ὅ ἐστι πλημύρων, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη. τὰς γὰρ ἐπιβάσεις, φασὶ, τῶν πλημυρίδων, ἃς πολλαχοῦ ποιεῖ, πραείας ποιεῖ καὶ οὐ τελείως ῥοώδεις. (Vers. 435.) Βῆσσα δὲ ἡ μὲν τοῦ ὄρους ἐν δυσὶ σσ· πόλις δέ τις Βῆσα ἐν τῇ Βοιωτίᾳ γράφεται καὶ δι' ἑνός. Ἐπακτῆρες δὲ οἱ κυνηγοί. καὶ ὡς μὲν ἐκ τοῦ ἐπάγειν ἡ λέξις γίνεται, δηλοῖ ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ, ὡς ἐπάγοντες ἐπῇσαν. διττὴ δὲ τῆς λέξεως ἔννοια· ἢ γὰρ διότι ἐπάγονται κύνας, ὅθεν καὶ συνθέτως

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
