Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.212.1
Not analysed yet
ἔξω ἔχων καὶ ὡς οἷά τι βέλος ἀεὶ προβεβλημένος αὐτόν. δῆλον δ' ὅτι ὁ χαυλιόδων καὶ προόδων ἂν λέγοιτο κατὰ τοὺς παλαιοὺς, οἵ φασιν, ὅτι προόδων ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος. (Vers. 451.) Τὸ δὲ λικριφὶς ἀΐξας, ὅ ἐστι πλαγίως, ὡς ἡ Ἰλιὰς δηλοῖ, συὸς ἴδιον. οὕτω γὰρ σχηματισθεὶς ἐπέρχεται πλήξων. Τὸ δὲ, οὐδ' ὀστέον ἵκετο φωτὸς, ἀσφαλίζεται τὴν ὠκύτητα τοῦ Ὀδυσσέως, ἣν ἡ Ἰλιὰς ἐν τῷ ἐπιταφίῳ ἱστορεῖ ἀγῶνι. οὐ γὰρ ἂν ἦν ἴσως ὠκύπους ὁ καὶ τὸ ὀστέον τηνικαῦτα θραυσθεὶς ὑπὸ τοῦ συός. (Vers. 453.) Τὸ δὲ ἀντικρὺ διῆλθε καὶ ὡς ἄν τις εἴπῃ διαμπερὲς, γενναῖον δηλοῖ τὸ τοῦ Ὀδυσσέως οὔτασμα. γέγονε δὲ τὸ οὕτως ἀντικρὺ διὰ τὸν ὠθισμὸν τοῦ συός. ὅτι δὲ ἐκ τοῦ οὐτῆσαι ἡ ὠτειλὴ, δῆλον ἐκ τῶν τῆς Ἰλιάδος. καὶ ὡς ταυτὸν οὐτῆσαι καὶ πλῆξαι καὶ τύψαι, καὶ ὡς διαφέρουσι τοῦ βάλλειν. οὕτω δὲ δῆλον καὶ ὅτι προηγησαμένης που ὠτειλῆς ὡς ἐπὶ Ὀδυσσέως ἢ καὶ ἄλλως ἁπλῶς εἰπεῖν πληγῆς, ὕστερον μετὰ θεραπείαν τοῦ τραύματος ἐπιγίνεται ἡ οὐλή· ὥς τε ἀκυρολογεῖν, ὥς φασιν οἱ παλαιοὶ, τὸν λέγοντα οὐλὴν ἀντὶ ὠτειλῆς. (Vers. 457.) Ἐν δὲ τῷ, ἐπαοιδῇ δ' αἷμα ἔσχεθον, ἔστι νοεῖν ὅτι, καθά περ τὰ περίαπτα· τοιοῦτον γάρ τι ὁ κεστὸς ὁ ἐν Ἰλιάδι· οὕτω καὶ τὴν δι' ἐπαοιδῶν θεραπείαν οἶδεν ὁ ποιητής. πρωτότυπον δὲ τῆς ἐπῳδῆς ἡ ἐπαοιδή. (Vers. 460.) ἐκ δὲ τοῦ ἰησάμενοι Ἰωνικοῦ γίνεται ἰητρὸς, ὥς περ ἐκ τοῦ κοινῶς ἰάσασθαι ὁ ἰατρός. (Vers. 465.) Τοῦ δὲ θηρεύοντα προϋπάρχειν δοκεῖ ἢ τὸ θηράω, θηρῶ, ἢ μᾶλλον ἄῤῥητόν τι τὸ θηρέω. ἐξ οὗ τὸ θηρεύω κατὰ τὸ χέω, χεύω, ζητέω, ζητεύω παρ' Ἡσιόδῳ, καὶ τὰ ὅμοια. προϋπάρχει δὲ τούτων ὁ θὴρ ὁ καὶ φὴρ Αἰολικῶς, καθὰ ἐδήλωσεν ἡ Ἰλιάς· ἔτι δὲ καὶ ἡ θήρα, ᾗ ὁμώνυμος νῆσος Θήρα ἡ παρὰ Πινδάρῳ, ἧς οἱ νησιῶται Θηραῖοι, ὧν τῆς γλώσσης ἴδιον τὸ λέγεις λέγει καὶ τὰ λοιπὰ τοιαῦτα ῥήματα δίχα τοῦ ἰῶτα προφέρειν· λέγες γάρ φασι καὶ λέγε, ἀκολούθως δὲ καὶ τύπτες τύπτε καὶ τὰ ἄλλα ὁμοίως· καὶ δοκοῦσι καὶ οἱ τοιοῦτοι δωρίζειν. ἐπεὶ οἱ Δωριεῖς τὸ τύπτειν καὶ λέγειν ἐκ τοῦ, ὡς εἴρηται, τύπτε καὶ λέγε, τύπτεν καὶ λέγεν φασὶ προσθέσει τοῦ ν· ὅθεν τὸ τυπτέμεν καὶ λεγέμεν, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Τοῦ δὲ ἔλασε σῦς, ὅ πέρ ἐστιν ἔπληξεν, ἐνεργέστερον τὸ διήλασε. τὸ μέντοι κατήλασε κωμικὸν σκῶμμα ἐστίν. (Vers. 466.) Ὁ δὲ Παρνησὸς, ὃν ἡ κοινὴ χρῆσις διὰ τοῦ α λέγει Παρνασὸν, πολὺς ἐν ταῖς ἱστορίαις, φυλάσσων μέχρι καὶ νῦν παρὰ Βοιωτοῖς ὑποβάρβαρον τὸ ἀρχαῖον ὄνομα. Τερνεσὸν γὰρ αὐτὸν παραλαλοῦντες φασὶν οἱ ἐγχώριοι. ἡ δὲ διὰ τῶν δύο σσ γραφὴ τοῦ Παρνησσοῦ κατήργηται παρὰ τοῖς ὕστερον. καὶ τοιαῦτα μὲν τὰ τοῦ εἰρημένου Ὁμηρικοῦ χωρίου λεπτά. Ὅτι δὲ τοῖς παλαιοῖς περισπούδαστον ἦν τὸ κυνηγετεῖν, αἱ παλαιαὶ πράξεις δηλοῦσιν. ἐν αἷς μυρία πρόσωπα λαμπρὰ περιᾴδονται, χαίροντα τῇ θηρατικῇ τέχνῃ καὶ εὐδοκιμοῦντα περὶ αὐτήν. ὅτι μηδὲ ἔστιν εἰκαῖον ἔργον αὕτη, ἀλλὰ γυμνάσιον πολεμικὸν, δίχα γε τοῦ καὶ βίον προσπορίζειν ἐνιαχοῦ ὅλοις ἔθνεσιν. ἦσαν δὲ καὶ γέρα θήρας παρά τισι. Μακεδονικὸν οὖν ἔθος ἱστόρηται, γέρας εἶναι τῷ ἔξω λίνων ὗν κεντήσαντι μὴ καθῆσθαι ἐν δείπνοις, ἀλλὰ κατακλίνεσθαι. ἕως δὲ τότε καθήμενοί, φασιν, ἐδείπνουν. Κάσανδρος οὖν ἀνδρεῖός τε ὢν καὶ κυνηγὸς ἀγαθὸς πέντε καὶ τριάκοντα ἐτῶν γεγονὼς, ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸ ἆθλον ἐκτελέσαι. ἄλλως δὲ ὅτι ἐκαθέζοντο ἐν τοῖς δείπνοις οἱ ἥρωες, οὐ μὴν κατεκέκλιντο, δῆλον ἐστί. λέγεται γοῦν, ὡς καὶ Ἀλέξανδρός ποτε εἰς ἑξακισχιλίους ἡγεμόνας ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων ἁλουργοῖς περιστρώσας ἱματίοις. καὶ Ἀθήνῃσι δέ, φασι, καθήμενοι ἐδείπνουν ἐν πρυτανείῳ. (Vers. 467.) Ὅτι τὴν ῥηθεῖσαν οὐλὴν γραῦς χείρεσσι καταπρηνέσσι λαβοῦσα γνῶ ἐπιμασσαμένη, τουτέστιν ἐφαψαμένη, πόδα δὲ προέηκε φέρεσθαι· ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός· ἂψ δ' ἑτέρωσ' ἐκλίθη ἢ ὁ λέβης ἢ αὐτή. τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ· τὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα· τὼ δέ οἱ ὄσσε δακρυόφιν πλῆσθεν· ὅθεν λαβών, φασι, Σοφοκλῆς ἔφη, ὡς χάρμα ὑφέρπει δάκρυον ἐκκαλούμενον. θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἁψαμένη δὲ γενείου εἶπεν· ἦ μάλ' Ὀδυσσεύς ἐσσι φίλον τέκος, οὐδέ σ' ἔγωγε πρὶν ἔγνων, πρὶν πάντα ἤγουν ὅλον ἄνακτα ἐμὸν ἀμφαφάασθαι. ἔφη καὶ Πηνελόπην ἐσέδρακεν πεφραδέειν ἐθέλουσα, φίλον πόσιν ἔνδον ἐόντα. ἡ δ' οὔτ' ἀθρῆσαι δύνατ' ἀντίη, οὔτε νοῆσαι· τῇ γὰρ Ἀθηναίη νόον ἔτραπε, τουτέστιν ἡ τοῦ Ὀδυσσέως φρόνησις, ὃς οἷα εἰκὸς, λαβόμενος τῆς γραὸς ἐκ τῆς φάρυγγος, οὐκ ἀφίει λαλεῖν, καὶ οὐ μόνον, ἀλλ' οὐδὲ νοεῖν, ὡς ἀγωνιῶσαν ἐφ' ἑαυτῇ. διὸ οὐδὲ ἀθρῆσαι εἶχεν, ὅτι μηδὲ νοῆσαι. νοῦς γὰρ ὁρᾷ, ὥς περ καὶ ἀκούει. φησὶ γοῦν ὅτι Ὀδυσσεὺς χειρὶ ἐπιμασάμενος, φάρυγος λάβε δεξιτερῇ χειρί. τῇ δ' ἑτέρῃ