# Commentarii ad Homeri Odysseam 2.213.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.213.1

ἐγγὺς ἐρυσάμενος ἔφη ἱκετευτικῶς· μαῖα, τίη μ' ἐθέλεις ὀλέσαι; σὺ δέ μ' ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ. νῦν δ' ἄλγεα πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, σίγα, μή τις ἄλλος πύθηται. (Vers. 488.) εἶτα τῇ παρακλήσει ἀναμίξας ἀπειλὴν φησὶν, ὡς εἴ περ ὑπ' ἐμοὶ θεὸς δαμάσει μνηστῆρας, οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι ὁππότ' ἂν ἄλλας δμωὰς ἐν μεγάροισιν ἐμοῖς κτείναιμι γυναῖκας· ἢ καὶ κατ' ἄλλην γραφὴν, κτείνῳμι κατὰ ἔκτασιν ἐκ τοῦ κτείνοιμι. Καὶ σημείωσαι ὅπως πάνυ κινδυνώδη καὶ ἐναγώνιον ποιήσας Ὅμηρος τὴν τοῦ ἀναγνωρισμοῦ περιπέτειαν καὶ σχεδὸν εἰς ἄλυτον περιαγαγών· παραβραχὺ γὰρ ἐπεγνώσθη ἂν ὁ Ὀδυσσεὺς τῇ γυναικὶ καὶ οὕτως ἠχρειοῦτο ἡ πιθανότης τοῦ δράματος· ὅμως αὖθις αὐτὰ κατέστησεν οἴκτῳ τε ἱκετείας καὶ ἀπειλῇ, καὶ κατώρθωσεν ἀναγνωρισθῆναι τὸν Ὀδυσσέα μόνῃ τῇ γραῒ, ὃ καὶ συνήνεγκεν αὐτῷ ὕστερον. συντελέσει γάρ τι καὶ ἡ γραῦς εἰς τὴν μνηστηροκτονίαν, ὡς εἴρηται. Ἔτι σημείωσαι καὶ ὡς ἐπὶ τοῖς συμβεβηκόσιν ἄρτι οὐδέν τι τῶν ἁπάντων ἡ Πηνελόπη παρεσημήνατο. καὶ τοῦτο εὐλόγως. δακρύουσα μὲν γὰρ οὐχ' ὁρᾶται ἡ γραῦς, διότι Ὀδυσσεὺς ἀπ' ἐσχαρόφιν ἵζων ποτὶ σκότον ἐτράπετο οὐκέτι ἀσσοτέρω παρακαθήμενος τῇ Πηνελόπῃ. διὸ οὐ δῆλον ἦν οὐδὲ εἰ τὴν φωνὴν ἐπεσχέθη ἡ γραῦς, καὶ οὐδὲ τοῦ γενείου ἁψαμένη ὁρᾶται οὐδὲ μὴν τοῦ φάρυγγος κρατουμένη διὰ τὴν αὐτὴν αἰτίαν. εἰ δὲ καὶ προσεῖπε τὸν Ὀδυσσέα, ὀλίγιστά τε ἦσαν ἐκεῖνα, καὶ ὑφειμένως δηλαδὴ, ὡς εἰκὸς, ἐλαλήθη. οὐ γὰρ εἶχε γεγωνοτέρᾳ χρήσασθαι τῇ φωνῇ. (Vers. 468.) Τὸ δὲ ἀφεθῆναι τὸν πόδα καὶ τὸν χαλκὸν ἠχῆσαι καὶ τὸ ὕδωρ χεθῆναι, δῆλα μὲν πάντως καὶ τῇ Πηνελόπῃ· δοκοῦσι δὲ δι' ἀσθένειαν γενέσθαι τῆς γραός· ὀλιγεπηλέουσα γὰρ εἶναι ὑπόκειται. διὸ καὶ τοῦ μεγάρου ἐκβαίνουσα μετ' ὀλίγον ἐφ' ᾧ οἴσεσθαι ποδάνιπτρα, ἐπεὶ τὰ πρότερα ἔκχυτο πάντα, οὐκ ἐρωτᾶται ὑπὸ τῆς δεσποίνης, ὡς τῶν προτέρων διὰ τὴν αὐτῆς ὀλιγηπελίαν ἐκχυθῆναι δοκούντων. τὰ δὴ τοιαῦτα οὐκ ἂν οὕτως εὐοικονομήτως διεσκευάσθησαν εἰς τὸ πιθανὸν, εἴ τις νέα καταδρήστειρα ἔνιψε τὸν Ὀδυσσέα. καλῶς ἄρα ἐπελέγη γραῦς αὕτη μαῖα φίλη τῷ Ὀδυσσεῖ, δι' ἧς πιθανῶς τὸ δρᾶμα τῷ ποιητῇ διεσκεύασται. (Vers. 472.) Ἰστέον δὲ, ὡς εὖ ἔσχε τῷ Ὀδυσσεῖ καὶ ὅτι θαλερὴ ἔσχετο φωνὴ τῇ γραῒ, ὡς ἂν μὴ ἐκβοήσῃ. Ἔνθα καὶ ὅρα τὸ θαλερή. οὐ γὰρ ἁπλῶς ἡ φωνὴ αὐτῇ ἐπεσχέθη· οὐ γὰρ ἂν οὐδὲ προσεῖπε τὸν Ὀδυσσέα, ἀλλὰ τὸ θαλερὸν τῆς φωνῆς. ὅτε μέντοι καὶ τοῦ φάρυγγος αὐτῆς ἐλάβετο, τότε οὐδὲν οὐδόλως εἶχε λαλεῖν. Ὅρα δὲ καὶ ὅτι μᾶλλον ὁ Ὀδυσσεὺς ἀπὸ τῆς συμβεβηκυίας αὐτῷ οὐλῆς ἐγνωρίζετο ἢ ἐκ τῶν δώρων τῆς φύσεως· ὃς ἄλλως μὲν ἔπειθε τὴν γραῦν, ὅτε κομιδῆ ἀπειλημμένος ἦν ἐν στενῷ καὶ πρὸς αὐτῷ τῷ ἐλεγχθῆναι ἐτύγχανεν. ὡς δὲ καὶ τῆς οὐλῆς ἅψοιτο, ἔγνω τὸν ἄνακτα. ἐξ αὐτῆς δὲ καὶ τῷ Εὐμαίῳ καὶ τῷ Φιλοιτίῳ ὕστερον ἀναγνωρίζεται. Ἀριστοτέλης δέ, φασιν, ἐπιλαμβάνεται τοῦ τοιούτου ἀναγνωρισμοῦ, λέγων ὡς ἄρα κατὰ τὸν ποιητὴν τῷ τοιούτῳ λόγῳ πᾶς οὐλὴν ἔχων Ὀδυσσεύς ἐστι. τὸ δέ ἐστιν οὐχ' ἁπλῶς τοιοῦτον, ἀλλὰ συμβάλλεταί τι καὶ τὸ ποιὸν τῆς, ὡς ἐῤῥέθη, ἀξιολόγου οὐλῆς σύν γε τοῖς ἄλλοις. καὶ γὰρ κατὰ τὸν τῆς γραὸς λόγον καὶ δέμας καὶ φωνὴν καὶ πόδας ὁ παρὼν ξένος ἐῴκει τῷ Ὀδυσσεῖ. (Vers. 467.) Χεῖρες δὲ καταπρηνέες αἱ φυσικῶς ψηλαφῶσαι κατὰ τὸ θέναρ, ὁποίαις καὶ δραττόμεθα· ὥς περ αὖ πάλιν ὑπτίαις χερσὶ δεχόμεθα τὰ διδόμενα. (Vers. 469.) Τὸ δὲ, ἐν λέβητι πέσε κνήμη, σφοδράν τινα δηλοῖ καταφορὰν διὰ τοῦ ἐνέπεσε, διὸ καὶ καναχεῖ ὁ χαλκός. ἐμπίπτει δὲ ὁ ποὺς τῷ λέβητι, διότι ἀνελπίστως ἀφείθη φέρεσθαι. τοῦτο δὲ γέγονεν ἐκλυθείσης τῆς γραός· διὸ καὶ ἂψ ἑτέρωσ' ἐκλίθη. ἡ δὲ τῆς κνήμης ἔμπτωσις οὐ μόνον καναχῆσαι τὸν χαλκὸν ἐποίησεν, ἀλλὰ καὶ τὸ ὕδωρ ἐξέχεεν ἀνατραπέντος τοῦ λέβητος, ἐπίτηδες καὶ ταῦτα πλάττοντος τοῦ ποιητοῦ διὰ τὸ τῆς περιπετείας ἐναγωνιώτερον. (Vers. 480.) Ὅρα δὲ καὶ τὸ φάρυγος δι' ἑνὸς γ γραφὲν κἀνταῦθα, καθὰ καὶ ἐν τῷ, φάρυγος δ' ἐξέσσυτο οἶνος, ὡς ἀπὸ τοῦ φάρυξ ὡς δοῖδυξ, εἰ καὶ διὰ τοῦ κ ἐκεῖνο κλίνεται. καὶ δοκεῖ τοῦτο εἶναι φυσικώτερον, καθὰ καὶ τὸ ἴυξ τοῦ ἴυγξ ἴυγγος. ἐκεῖ γὰρ δι' εὐφωνίαν δοκεῖ τὸ ν ἤγουν τὸ ἀντ' αὐτοῦ γ τεθεῖσθαι. ἀπὸ γὰρ τοῦ ἰύζω ἰύξω ἴυξ ἐστὶ τὸ φυσικὸν κατὰ ἀποβολὴν τοῦ ἐν τῷ μέλλοντι ω. ἴσως δ' ἐκ τῆς μονογαμμάτου φάρυγος καὶ αἱ Φαρύγαι, τὸ τοπικὸν ὄνομα. (Vers. 482.) Τὸ δὲ, σύ μ' ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ, τὴν μαῖαν ὑπογράφει. τοιαύτη γὰρ ἡ κυρίως μαῖα κατὰ μητέρα τρέφουσα. διὸ καὶ ὁμοίως ἄμφω παράγονται· ἀπὸ τοῦ μῶ γὰρ τὸ ζητῶ καὶ ἡ μαῖα καὶ ἡ μήτηρ. (Vers. 485.) Τὸ δὲ, θεὸς ἔμβαλε θυμῷ, θεῖόν τι δηλοῖ τὸν τοῦ Ὀδυσσέως ἀναγνωρισμὸν εἶναι. οὐ γὰρ ἂν ἄλλως ἡ γραῦς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
