Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.214.1
Not analysed yet
ἀνέγνω τὸν ἠλλοιώμενον ὑπὸ τῆς Ἀθηνᾶς. (Vers. 488.) Τὸ δὲ, ὑπ' ἐμοὶ δαμάσει μνηστῆρας, συνήθως ἔχει τὴν ὑπο πρόθεσιν συντεταγμένην μετὰ δοτικῆς. Χρὴ δὲ σημειώσασθαι καὶ οἵοις προσώποις ἑαυτὸν καὶ ὅπως ἐπίστευσεν Ὀδυσσεὺς, ἵνα καὶ οὕτως ἡ ποιητικὴ ποικιλία διαδειχθείη καὶ τὸ τῆς πλάσεως πολύτροπον. Τηλεμάχῳ μὲν γὰρ ὡς υἱῷ γνωρίζεται καὶ ἑκών. ἔγνω γὰρ οἷος ἦν, ὃς καὶ ἀπεδήμησε δι' αὐτὸν, Εὐρυκλείᾳ δὲ ἄκων τῇ καὶ τροφῷ καὶ οἷον μητρὶ, Εὐμαίῳ δὲ καὶ Φιλοιτίῳ πρὸς αὐτῇ τῇ ἀκμῇ τοῦ ἔργου γνωσθήσεται. τί γὰρ ἔδει πρῴην; τῇ μέντοι γυναικὶ Πηνελόπῃ ἁπάντων ὕστερον. οὐ γὰρ ἐχρησίμευσεν ἐκείνη εἰς οὐδὲν, ἀλλὰ καὶ προσέβλαψεν ἂν τῆς πολλῆς ἀνεθεῖσα σκυθρωπότητος καὶ ὑποψίαν οὕτω τοῖς μνηστῆρσιν ἐνθεῖσα τοῦ τὸν Ὀδυσσέα δι' ἐλπίδος εἶναι αὐτῇ, καὶ ἄλλως οὐδὲ τερατείαν τινὰ εἶχεν οὕτω τὸ πρᾶγμα Ὁμηρικῇ ποιήσει πρέπουσαν. παραδόξως οὖν καὶ πολυτρόπως ἀνεγνωρίσθη πᾶσιν, οἷς ἦλθεν εἰς γνῶσιν, μηδενὸς ἀναγνωρισμοῦ συμπεσόντος ἑτέρῳ ἀναγνωρισμῷ τὸ σύνολον· ἄλλως γὰρ τῷ Τηλεμάχῳ, ἑτέρως τῇ Εὐρυκλείᾳ, ἑτεροίως τοῖς δούλοις, παραδοξότερον δὲ τῇ Πηνελόπῃ, ἄλλον δὲ τρόπον τῷ Λαέρτῃ, καὶ ὅλως ἀνομοίως ἅπασιν. (Vers. 492.) Ὅτι μετὰ τὸν ἀναγνωρισμὸν καὶ τὴν ῥηθεῖσαν τοῦ Ὀδυσσέως ἀπειλὴν ἡ Εὐρύκλεια, τέκνον ἐμόν, φησιν, οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ' ἐπιεικτόν. Καὶ ὅρα ὅτι τέκνον ὠνόμασε τὸν δεσπότην, ὃν, ὡς ἐκεῖνος ἔφη, ἐπὶ τῷ ἑαυτῆς ἔθρεψε μαζῷ. (Vers. 494.) εἶτα ἑρμηνεύουσα, πῶς εἶπε τὸ ἐπιεικτὸν, φησίν· ἕξω δ' ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. τοῦτο δὲ ἐκ τοῦ φθάσαντος δοκεῖ παραπεποιῆσθαι νοήματος τοῦ, ὀφθαλμοὶ δ' ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος. ἔστι δ' ἐπιεικτὸν κυρίως τὸ εἶκον ἁφῇ ὡς μαλακόν· οὐκ ἐπιεικτὸν δὲ τὸ ἀνάπαλιν. Ὅρα δὲ καὶ τὸ λίθος θηλυκῶς λεχθὲν ἐν τῷ, στερεὴ λίθος. Τὸ δὲ ἕξω ἀντὶ τοῦ κατάσχω τὸ πρᾶγμα, σιγήσω, κατὰ τὸ, ἀλλ' ἔχε σιγῇ μῦθον, ὃ κατωτέρω κεῖται· ἢ καὶ ἄλλως κοινότερον ἀντὶ τοῦ διατεθῶ, ἐφ' οἷς παραγγέλλεις. (Vers. 495.) εἶτα τῆς γραὸς εὐνοϊκῶς ὑπισχνουμένης, εἴ περ ὑπ' αὐτῷ θεὸς δαμάσει μνηστῆρας, τότε καταλέξειν αὐτῷ γυναῖκας αἵ τε αὐτὸν ἀτιμάζουσι, καὶ αἳ νηλιτεῖς εἰσὶν ἢ νηλίτιδες ἀπὸ εὐθείας βαρυτόνου καθ' ἑτέραν γραφὴν. (Vers. 500.) Ὀδυσσεὺς οὐ χρῆναι εἶπε τὴν γραῦν αὐτὰς μυθεῖσθαι· φράσομαι γάρ, φησι, καὶ αὐτὸς ἐγὼ καὶ εἴσομαι ἑκάστην· (Vers. 502.) ἀλλ' ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεῷ. λόγος δὲ τοῦτο πεποιθότος τινὸς εἰς τὸ θεῖον. τὸ δὲ οὕτω τὸν Ὀδυσσέα τῶν γυναικῶν πειράσασθαι φθάσας ὁ Τηλέμαχος παρήγγειλε τῷ πατρί. (Vers. 505.) Ὅτι καὶ τοὺς πόδας ἀπονιπτόμενοι ἐλαίῳ ἠλείφοντο οἱ παλαιοί. Εὐρύκλεια οὖν τὸν δεσπότην ἔνιψέ τε καὶ ἤλειψε λίπ' ἐλαίῳ. οὗ γενομένου αὖτις ἀσσοτέρω πυρὸς τοῦ κατὰ τὴν ἐσχάραν ἕλκετο δίφρον Ὀδυσσεὺς θερσόμενος, ἤγουν θερμανθησόμενος, ὡς διὰ τὸ νίψεσθαι, καθὰ ἐῤῥέθη, ποῤῥωτέρω γενόμενος. (Vers. 507.) οὐλὴν δὲ κατὰ ῥάκεσσι κάλυψε, μὴ καὶ τῇ γυναικί ποθεν ἐκφανείη διὰ τὸ τῶν ῥακέων ῥωγαλέον. (Vers. 510.) Ὅτι προσώπῳ γυναικείῳ μηδὲ ὑπνοῦν ἀφιεμένῳ ὑπὸ λύπης προσφυὲς εἰπεῖν ποτὲ τὸ, καὶ γὰρ δὴ κοίτοιο τάχα ἔσσεται ἡδέος ὥρη, ἤγουν ταχὺ ἔσται εὐνασθῆναι καιρὸς, ὅν τινά γ' ὕπνος ἕλοι γλυκερὸς καὶ κηδόμενόν περ. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· ἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη γοόωσα, ἔς τ' ἐμὰ ἔργα ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ. αὐτὰρ ἐπὴν νὺξ ἔλθοι ἕλῃσί τε κοῖτος ἅπαντας, κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ' ἀδινὸν κῆρ ὀξεῖαι μελεδῶναι ὀδυρομένην ἐρέθουσι. (Vers. 517.) Καὶ ὅρα τὸ μελεδῶναι, οὗ ἡ εὐθεῖα ἡ μελεδώνη. ὅτι δὲ καὶ τρισυλλάβως ἔστιν ἡ μελεδὼν, οὐκ ἔστιν ἀμφιβαλεῖν. γίνονται δὲ ἀμφότερα παρὰ τὸ τὰ μέλη ἔδειν, ὅ περ ὅτι ἀπὸ τοῦ ἔθειν γίνεται τροπῇ τοῦ θῆτα εἰς δέλτα προείρηται. συγγενῆ γὰρ ἀλλήλοις τὰ τοιαῦτα φαίνεται σύμφωνα. διὸ καὶ ἀντιμεταχωρεῖ πρὸς ἄλληλα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων δεδήλωται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ γέγραπται. ἡ τοιαύτη δὲ τῶν εἰρημένων συμφώνων φιλία ἐκ τοῦ τένδειν, ὅ πέρ ἐστιν ἐσθίειν κατὰ τὸ, ὃν πόδα τένδει, τὸν προτένθην ἐποίησεν, ὅς ἐστι προγεύστης, ὁ καὶ δέατρος παρὰ τὸ ἔδειν, οὐ μὴν ἐλέατρος· ἐκεῖνος γὰρ μάγειρός ἐστι παρὰ τοὺς ἐλεούς· ὧν χρῆσις ἐν τῷ, εἰν ἐλεοῖσιν ἔχευαν· ὁμοίας ἐναλλαγῆς καὶ τὸ μήδω μήθω καὶ τὰ ἐξ αὐτῶν. κατ' αὐτὴν δὲ καὶ μασθὸν καὶ μαθὸν διὰ τοῦ θῆτα εἰπεῖν ταυτόν ἐστιν, εἰ καὶ ἄλλως ὁ αὐτὸς μαστὸς διὰ τοῦ τ λέγεται ὡς μασητὸς ὢν βρέφεσιν. οὕτω δίχα τῶν ἄλλων καὶ ἐκ τοῦ δρῶ τὸ βλέπω, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, ὅθεν καὶ τὸ ὑπόδρα ἰδεῖν καὶ ὁ δραπέτης. κατὰ τροπὴν ὁμοίαν γίνεται ἀθρεῖν τὸ ἄγαν βλέπειν, οἷον, οὔτ' ἀθρῆσαι δύνατο· εἰ μὴ ἄρα ἴσως εἴποι τις, ὅτι ὥς περ ἀπὸ