# Commentarii ad Homeri Odysseam 2.215.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.215.1

τοῦ διορῶ συγκέκοπται τὸ δρῶ, οὕτω καὶ ἀπὸ τοῦ θεωρεῖν τὸ θρεῖν, καὶ κατ' ἐπίτασιν ἀθρεῖν. (Vers. 516.) Κῆρ δὲ ἀδινὸν ἢ τὸ οἰκτρὸν ἢ τὸ πυκινόν· τοιοῦτον γὰρ τὸ τῆς καρδίας σπλάγχνον. (Vers. 510.) Τὸ δὲ κοῖτον ἡδὺν εἰπεῖν καὶ ὕπνον γλυκὺν, ταυτόν ἐστι. Τὰ δὲ ῥηθέντα προσεχῶς ἔπη ἔστι παρῳδηθῆναι καὶ ἐπὶ ἀνδρὸς, ὅτε τις ὁμοίοις ἐνέχεται πάθεσιν. (Vers. 518.) Ὅτι τὰ προσεχῶς ῥηθέντα περιπαθῶς εἰποῦσα ἡ Πηνελόπη ἐπάγει καὶ παραβολὴν, ἐν ᾗ μύθου τέ ἐστιν ἀφέλεια, καὶ ἱστορίας δὲ στρυφνότης. καὶ οὕτω διαδείκνυσιν οἷον αὐτῇ τὸ πένθος. φησὶ γάρ· ὡς δ' ὅτε Πανδαρέου κούρη χλωρηῒς ἀηδὼν καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο, δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνὴν, παῖδ' ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ κτεῖνε δι' ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος· ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, καὶ ἑξῆς, ὡς μετ' ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὅτι ἡ ῥηθεῖσα παραβολὴ οὐ τοσοῦτον διὰ τὸ πένθος παρείληπται, ὅσον διὰ τὸ τρέπεσθαι τὴν γυναῖκα εἰς πολλοὺς λογισμοὺς, καθὰ καὶ ἡ ἀηδὼν θαμὰ τρωπῶσα χέει φωνήν. διὸ καὶ ἡ ἀπόδοσις τῆς παραβολῆς δίχα φησὶν αὐτῇ ὀρώρεσθαι ἤγουν ὀρίνεσθαι τὴν ψυχὴν ἔνθα καὶ ἔνθα. Τὸν δὲ περὶ τῆς ἀηδόνος μῦθον διαφόρως ἤτοι ἀνομοίως τοῖς νεωτέροις μεταχειρίζεται ὁ ποιητής. οὔτε γὰρ Πανδίονος ὁμοίως αὐτοῖς μέμνηται, εἰ μὴ ἄρα διώνυμος ἐκεῖνος ἦν Πανδάρεός τε καὶ Πανδίων καλούμενος, οὔτε Πρόκνης, οὔτε Τειρέως. καὶ τὸν παρὰ τοῖς νεωτέροις δὲ Ἴτυν Ἴτυλον αὐτὸς λέγει. καὶ ἡ μὲν κατὰ τὸν ποιητὴν ἱστορία τε καὶ μυθολογία μετὰ μικρὸν εἰρήσεται, καὶ μὴν καὶ τὰ τῶν νεωτέρων. εὕρηται δὲ γραφὴ παλαιὰ καὶ τὸν παρὰ τῷ ποιητῇ Ζῆθον Ζήτην γράφουσα, οἷον, κοῦρον Ζήταο ἄνακτος, καὶ τὸν Ἴτυλον βουλομένη Ἀήτυλον εἶναι, κατὰ ἀφαίρεσιν δὲ τοῦ ἄλφα Ἤτυλον διὰ τοῦ ἦτα, ὡς οἱονεὶ ἐξ ἀήτου γένος ἕλκοντα, ὅθεν καὶ ὁ πατὴρ Ζήτης, Βορέου γὰρ ἐκεῖνος υἱός. οἱ δὲ ταῦτα γράψαντες καὶ τρίτην τινὰ πρὸς τὰ τοιαῦτα ἐρεσχελίαν γράφουσιν. ἀλλ' αὐτὴν μὲν ἐατέον· ἃ δὲ κοινῶς οἱ μεθ' Ὅμηρον περὶ ἀηδόνος γράφουσι, τοιαῦτα ἐστί. Πανδίονος Ἀττικοῦ τυράννου γίνεται Πρόκνη καὶ Φιλομήλα. τούτων ἡ Φιλομήλα γαμεῖται Τηρεῖ τῷ Θρᾳκὶ, καὶ γίνεται τῷ μετοικισμῷ ἐξ Ἀττικῆς γυναικὸς Θρᾳκική. μέλλοντα δέ ποτε Ἀθήναζε τὸν Τηρέα ἥκειν, ἱκέτευεν ἡ γυνὴ τὴν ἀδελφὴν Πρόκνην ἐν τῷ ἐπανήκειν συνενέγκασθαι. ὁ δὲ ποιεῖ μὲν τοῦτο, περὶ δὲ τὴν ὁδὸν βιάζεται τὴν κόρην, καὶ φθείρας γλωσσοτομεῖ, ὡς ἂν μὴ ἔχοι τῇ ἀδελφῇ ἐκλαλῆσαι τὸ πάθος. ἀλλ' ἡ Πρόκνη ἐν ἱστῷ ἐξυφαίνει τὴν βίαν, καὶ ἐπεὶ μὴ εἶχε τῇ γλώττῃ, ἐκφαίνει τῇ χειρί. καὶ ἡ Φιλομήλα τὴν τῆς ἀδελφῆς γλῶτταν ἀντισταθμᾶται τοῦ παιδὸς, καὶ ἀνελοῦσα τὸν υἱὸν Ἴτυν παραβάλλει τῷ ἀνδρὶ φαγεῖν. ὁ δὲ παθὼν τὴν βρῶσιν ἀλλ' ὕστερον γνωρίζει τὸν παῖδα λειψάνοις μικροῖς τεκμηράμενος, καὶ διώκει τὰς ἀδελφὰς, τῷ παιδὶ συγκαταθύσων αὐτάς. αἱ δὲ φεύγουσι, καὶ τοὺς κρείττονας αἰτησάμεναι πτερύσσονται εἰς χελιδόνα μὲν ἡ Φιλομήλα, Πρόκνη δὲ εἰς ἀηδόνα. διὸ τραχύφωνος μέν ἐστιν ἡ χελιδὼν καὶ ἀηδὴς τὸ μέλος οἷα κολουσθεῖσα τῆς γλώττης, καὶ συχνὰ τὸν Τηρέα ὑποτραυλίζουσα κατὰ στόμα προφέρει, ἀηδὼν δὲ τὸν Ἴτυν τοῦ μέλους προβάλλεται. Τηρεὺς δὲ εἰς ἔποπα μορφωθεὶς ποῦ ἄρα εἰσὶν ἀναφωνεῖ συχνά. καὶ οὕτω μὲν οἱ τοιοῦτοι φασί. τοῖς δὲ περὶ τὸν ποιητὴν ἑτεροῖα δοκεῖ. Πανδαρέου, ᾧ πατὴρ Μέροψ ὁ Μιλήσιος, κούρας οἴδασι Μερόπην, Κλεοθήραν καὶ Ἀηδόνα. τούτων ἡ πρεσβυτάτη Ἀηδὼν Ζήθῳ τῷ Ἀμφίονος ἀδελφῷ, φασὶ, γαμηθεῖσα ἔσχεν υἱὸν ἕνα τὸν Ἴτυλον. φθονοῦσα δὲ τῇ τοῦ Δάερος Ἀμφίονος πολυτεκνίᾳ, συχνοὶ γὰρ αὐτῷ ἐγίνοντο παῖδες ἐκ Νιόβης τῆς Ταντάλου ἢ Ἱππομεδούσης, ἐπεὶ ἑώρα τὸν υἱὸν Ἴτυλον συναθύροντα ἐκείνοις καί ποτε καὶ συνανακλινόμενον παραγγέλλει κατὰ καιρὸν τῷ παιδὶ ἰδίᾳ κοιτασθῆναι, ἢ κατά τινας τὴν ἐνδοτέρω κοίτην ἑλέσθαι, ὡς ἂν ἀωρὶ νυκτὸς αὐτὴ ἐπελθοῦσα τὸν πρῶτον ἀποσφάξῃ τῶν Ἀμφίονος παίδων. ὁ δὲ ἦν ὁ Ἀμαλεύς. τοῦ δὲ Ἰτύλου ἐκλαθομένου ἢ ἄλλως μὴ ὑπακούσαντος, ἐπεισφρήσασα νυκτὸς ἡ Ἀηδὼν ἀποσφάττει τὸν παῖδα Ἴτυλον, εἰς τὸν Ἀμαλέα δοκοῦσα βάπτειν τὸ ξίφος. ὡς δὲ τὸ τοῦ φθόνου κακὸν οὕτω κατέσκηψεν εἰς τὸν Ἴτυλον, κάτοχος ἡ μήτηρ γενομένη τῷ πένθει αἰτεῖ θεοὺς ἐξ ἀνθρώπων γενέσθαι, καὶ ἀλλαγεῖσα εἰς ἀηδόνα τὴν φαινομένην τὸ τοῦ Ἰτύλου πένθος ὅμως οὐ μετήλλαξεν, ἀλλ' ἐπὶ τὸ στόμα ἔχει αὐτὸν ᾄδουσα. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἄλλοι δὲ τὴν ἄνθρωπον Ἀηδόνα οὐκ ἀγνοοῦσαν φασὶ τὸν Ἴτυλον ἀνελεῖν, ἀλλὰ ἑκοῦσαν. κτείνασα γάρ, φασι, τὸν τοῦ Ἀμφίονος Ἀμαλέα, εἶτα δὴ φόβῳ τῆς ἐκείνου γυναικὸς καὶ τὸν ἴδιον Ἴτυλον ἐπέσφαξε, φθάνουσα τὴν ἐλπιζομένην ἐκ τῆς δυσμε-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
