# Commentarii ad Homeri Odysseam 2.22.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.22.1

ὁ ποιητὴς ὅπως ῥᾷον ἡ Σκύλλα τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ἄνω ἤγαγε ταῖς περιμήκεσι δειραῖς, φησίν· (Vers. 252.) ὡς δ' ὅτε ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ ἰχθύσιν οὐ μεγάλοις τισὶν ἀλλὰ τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων, ἤγουν βρώματά τινα δέλεαρ καταβάλλων, ὅ ἐστι ῥίπτων, ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔῤῥιψε θύραζε, ὣς οἵ γ' ἀσπαίροντες ἀείροντο ποτὶ πέτρας, ἤτοι ἀέριοι ἐκουφίζοντο φερόμενοι. καὶ ἔστιν ἡ παραβολὴ αὕτη ἔχουσά τι γλυκύτητος, οὐ μόνον ὡς παραβολὴ ἁπλῶς, ἀλλὰ καὶ ὡς τοιαύτη παραβολὴ, σκυθρωπὸν δηλαδὴ ἔχουσα οὐδὲν, ἀλλ' ἐξ ὕλης οὖσα γλυκείας. τοιαῦτα γὰρ καὶ τὰ θηρατικὰ διηγήματα. ἐχρῆν δὲ πάντως τὸν Ὀδυσσέα νῦν ἀδειάζοντα οὕτω φράζειν πρὸς τοὺς τρυφῶντας Φαίακας, ἵνα μὴ τὸ παθητικὸν τοῦ λόγου ἄκρατον ὂν ἀποκναίη ἐκείνους εἰς ἀκρόασιν. (Vers. 251.) Ὅρα δὲ ὡς πρόβολον τὸν προβλῆτα λίθον λέγει, ὅθεν λαβόντες οἱ μεθ' Ὅμηρον καὶ τὸν σύμμαχον πρόβολον τροπικῶς λέγουσι. Ῥάβδῳ δὲ ἁλιεύοντα παράγει, ὡς ἀσφαλέστερον ὂν τοῦτο τοῦ καλάμοις ἁλιεύειν, καὶ διατοῦτο προσφυέστερον ταῖς δειραῖς τῆς Σκύλλης. ὁ γὰρ κάλαμος εὐσύντριπτός ἐστι, καὶ μάλισθ' ὅταν μέγα τι ἀνέλκῃ. (Vers. 252.) Ὀλίγους δὲ ἰχθύας οὐ τῷ πλήθει κατὰ διωρισμένον ποσὸν, ἀλλὰ τοὺς μικρούς. καὶ ἔστι πολλαχοῦ χρῆσις τῆς τοιαύτης σημασίας παρὰ τῷ ποιητῇ. παλαιὸς δὲ ὁ γράψας, ὅτι ὅλος μὲν ἐπὶ πηλικότητος τάσσεται καὶ ἐφ' ἑνὸς ἀνθρώπου ἢ ἁπλῶς ζῴου, πᾶς δὲ ἐπὶ ποσότητος καὶ πολλῶν· ὁ λέγων οὖν ὅλος ἄνθρωπος ἓν λέγει σῶμα· ὁ δὲ λέγων πᾶς ἄνθρωπος πλείους δηλοῖ· ἔτι δὲ δηλώσας καὶ ὅτι μέγας μὲν ἐπὶ πηλικότητος, πολὺς δὲ ἐπὶ ποσότητος· διὸ τὸ, ποία ὥρα ἤτοι πόση, ἀκυρολογεῖται, λέγει καὶ ὅτι μικρὸς μὲν ἐπὶ πηλικότητος, ἤγουν μεγέθους, ὀλίγος δὲ ἐπὶ ποσότητος, καὶ τηλικοῦτος μὲν ἐπὶ πηλικότητος, τοσοῦτος δὲ ἐπὶ ποσότητος. Ὅμηρος δ' ἐναλλάσσει, καί σε τοσοῦτον ἔθηκά φησι ἀντὶ τοῦ τηλικοῦτον· καὶ, ἰχθύσιν ὀλίγοις ἤγουν μικροῖς· καὶ, ὀλίγος ἐὼν ἤγουν μικρός. Ἰστέον δὲ ὅτι ὁ παντελῶς ὀλίγος ἰχθὺς ἄπιχθυς ἐλέγετο παρὰ τοῖς παλαιοῖς καὶ ἐδήλου τὸν μὴ ἐσθιόμενον. καὶ φέρουσιν ἐκεῖνοι χρῆσιν εἰς τοῦτο ἐκ τοῦ κωμικοῦ. ἐν μέντοι τῷ περὶ ὀνομασίας ἡλικιῶν τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ὅτι ἀπίχθυες κατά τινας οἱ μὴ ἐσθίοντες ἰχθῦς, καὶ φέρει ἐκεῖνος καὶ Ἀριστοφάνους χρῆσιν ἐξ Ἐρεχθέως ταύτην· τοὐνθένδεν ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ. προάγει δὲ καὶ ἄλλας λέξεις, ἐν αἷς ὁμοία ἐμφαίνεται σημασία τῆς ἀπο προθέσεως, ἀποίνους γάρ φησι θυσίας καλεῖσθαι τὰς νηφαλίους, καὶ ἀποβώμια δέ τινα ἱερὰ ὧν οὐκ ἐπὶ βωμοῦ ὁ καθαγισμὸς ἀλλ' ἐπὶ ἐδάφους. Ὅρα δὲ κἀνταῦθα ἰχθυοφαγίαν παλαιὰν, ὡς καὶ πρὸ τούτων, ὅπου ἤσθιόν τινες ὅ, τι φίλας χεῖρας ἵκοιτο. εἰ καὶ Εὔβουλος κωμικώτερον παίζων φησίν· ἰχθὺν δὲ ποῦ Ὅμηρος ἐσθίοντα εἴρηκέ τινα τῶν Ἀχαιῶν; καὶ λέγει μὲν ἐκεῖνος ἀληθῶς. οὐδαμοῦ γὰρ προσώπῳ ἡρωϊκῷ τροφὴν ἐξ ἰχθύων διεσκεύασεν. ἄλλως μέντοι νοεῖται ὡς καὶ ἰχθυοφάγουν κατ' ἀνάγκην οἱ ἥρωες. εἰ δὲ μὴ ἰχθυοφάγουν οἱ Πυθαγορισταὶ ὕστερον, οὐδὲν αὐτὸ πρὸς τὰ πάλαι ἡρωϊκά. ἦν δὲ τοῖς Πυθαγορισταῖς ἀπειρημένον τὸ ἰχθυοφαγεῖν εἰς σύμβολον τοῦ ἐχεμυθεῖν. ἐπειδὴ θεῖον ἡγοῦντο τὴν σιωπήν. σιγηλὸν γὰρ ὁ ἰχθὺς διχά γε τοῦ σκάρου. διὸ καὶ ἔλλοψ ἐῤῥέθη διὰ τὸ ἴλλεσθαι ὅ πέρ ἐστιν ἐκβάλλεσθαι, ἐκκλείεσθαι, στερεῖσθαι ὀπός. καθολικὸν γὰρ ὁ ἔλλοψ ἐπὶ πάντων ἰχθύων, καθὰ καὶ ὁ μέροψ ἐπὶ ἀνθρώπων. εἰ καὶ ἰδίως ἰχθύς τις ἔλλοψ καλεῖται, καθὰ καὶ ἄνθρωπός τις Μέροψ, ὁ καὶ παρὰ τῷ ποιητῇ. ὅτι δὲ καὶ κύριον ὄνομα ἰχθὺς παρὰ τοῖς παλαιοῖς, ὁ Ἀθήναιος λέγει, προσιστορῶν καὶ μὴ μόνον τὸν σκάρον φθέγγεσθαι. γράφει γὰρ οὕτω· πολλαχοῦ εὑρίσκονται ὀρυκτοὶ ἰχθύες, ζῶντες κατὰ τόπους, οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας, οὔτε θερμῶν ναμάτων, τὸ καινότατον, ξενίζει δὲ καὶ τὸ, τοὺς ἐν Κλείτορι ποταμῷ Ἀρκαδίας περὶ τὸν Λάδωνα ἰχθύας φθέγγεσθαι, καί τοι Ἀριστοτέλους εἰπόντος μόνον σκάρον φθέγγεσθαι καὶ τὸν ποτάμιον χοῖρον. καὶ ἐν Ἀόρνῳ δὲ ποταμῷ ἰχθύες οἳ καλοῦνται ποικιλίαι φθέγγονται οἷα κίχλαι. δοκεῖ δὲ ὁ εἰρημένος σκάρος ὡς ἡ σκαρὶς ἐκ τοῦ σκαίρειν γίνεσθαι, ὡς καὶ ἀπὸ τοῦ σπαίρειν ὁ σπάρος. οὓς ὑπερφιλῶν τις ἔγραψεν· ἁλιεύομεν σπάρους καὶ σκάρους, τῶν, ἤγουν ὧν τινῶν, οὐδὲ τὸ σκῶρ θεμιτὸν ἐκβαλεῖν θεοί. Ἐτυμολογία δὲ ἰχθύος ἐκ τοῦ ἷγμαι ἷξαι ἷκται, τραπέντων τῶν δύο ψιλῶν συμφώνων εἰς τὰ σφῶν ἀντίστοιχα, καὶ ἀκολούθως ψιλωθέντος καὶ τοῦ κατάρχοντος ἰῶτα διὰ τὸ ἐπαγόμενον δασὺ χ, οὗ περ οὐ δύναται προκεῖσθαι δασεῖα, δίχα γε τοῦ ᾗχι ὅ πέρ ἐστιν ὅπου. Ὅτι δὲ τοὺς ἰχθῦς ἅπαντας Ἐμπεδοκλῆς καμασήνας λέγει, καὶ διατί, καὶ ὅτι φιλόκρεως ἀνὴρ εἴποι ἂν τὸ, μηδέ ποτ' ἰχθὺν ὦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
