# Commentarii ad Homeri Odysseam 2.220.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.220.1

οἷον προοιμιαζόμενος τὴν κατὰ τῶν μνηστήρων μάχην. ποιεῖ γοῦν τὴν Πηνελόπην οἷς οὐ μόνον ἄλλοι, ἀλλὰ καὶ αὐτὸς ὁ παῖς ἐθέλει γήμασθαι αὐτὴν, ᾧ ἂν βούλεται, μελετῶσαν καὶ αὐτὴν ἀναγκαίως τὸ τοιοῦτον ἔργον. καὶ τοίνυν ἐπεὶ πρὸ βραχέων ἔφη τὸν ἄριστον αἱρήσεσθαι εἰς ἄνδρα, βουλεύεται αὐτὴ διακρῖναι τὸν τοιοῦτον καὶ νοεῖ πρὸς παράδειγμα τὸν Ὀδυσσέα ἐξευρεῖν αὐτὸν, καὶ ἆθλον ἐκείνη ἐξενεγκεῖν πελέκεας δώδεκα δι' ὧν ἐκεῖνος ὠΐστευε, καὶ τὸν ἰσχύσαντα οὕτω διοϊστεῦσαι λαβεῖν ἄνδρα, ὡς ἐοικότα τῷ πάλαι ἀνδρί. καὶ οὕτω παρ' ἑαυτὴν τὸ βούλευμα στήσασα κατὰ ψυχὴν ἐκκαλύπτει ἄρτι τῷ δῆθεν ξείνῳ, οἷα γνοῦσα τοῦτον ἀγχίνουν καὶ οἷος οὔ πώ τις ἀνὴρ πεπνυμένος ξεῖνος ἦλθεν εἰς αὐτήν. (Vers. 583.) καὶ Ὀδυσσεὺς ἀκούσας ἐπαινεῖ τὴν βουλὴν ὡς εὐτυχῶς αὐτῷ ἐπινοηθεῖσαν, καὶ παραινεῖ ποιῆσαι οὕτω. (Vers. 573.) καὶ τοίνυν ἡ μὲν γυνὴ ἐξαγάγῃ τοὺς πελέκεας καὶ τὸ παλαί ποτε τόξον τοῦ Ὀδυσσέως, καὶ προκαλέσεται τοὺς μνηστῆρας εἰς πεῖραν. οἱ δὲ λαβόντες μεταχειρίσονται ἀγεννῶς. καὶ ὁ ξεῖνος ζητήσει καὶ αὐτὸς τὸ τόξον ἐφ' ᾧ πειράσασθαι ἀφελῶς. καὶ οἱ μνηστῆρες μόγις μὲν, ἀλλ' οὖν δώσουσι. καὶ αὐτὸς διοϊστεύσας πάντων πελέκεων ἐπαινεθήσεται. εἶτα καὶ κατὰ τῶν μνηστήρων τραπόμενος ἀνύσει δεύτερον μέγιστον ἄεθλον. καὶ οὕτως εὐμόρφως ἐντεῦθεν ἀρξάμενος περανεῖ τὰ ἐφεξῆς πάνυ πιθανῶς καὶ ὡς οὐκ ἂν ἔχοι τις κρεῖττον πλάσασθαι. ἔστι δὲ ἃ λέγει ἐνταῦθα ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τοιαῦτα· (Vers. 571.) ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος ἥ μ' Ὀδυσῆος οἴκου ἀποσχήσει. νῦν γὰρ καταθήσω ἄεθλον τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν ἵστασχ' ἑξείης δρυόχους ὣς, δώδεκα πάντας. στὰς δ' ὅ γε πολλὸν ἄνευθε διαῤῥίπτασκεν ὀϊστόν. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτο ἐφήσω· ὃς δέ κε ῥηΐτατ' ἐντανύσει βιὸν ἐν παλάμῃσι καὶ διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, τούτῳ ἅμ' ἑποίμην νοσφισαμένη, τουτέστιν ἀφεῖσα, τόδε δῶμα κουρίδιον μάλα καλὸν ἐνίπλειον βιότοιο, τοῦ ποτὲ μεμνήσεσθαι ὀίομαι ἔν περ ὀνείρῳ. τοῦτο δὴ τὸ παρεπόμενον τοῖς πάνυ τι ποθοῦσι. καὶ οὕτω μὲν ἡ Πηνελόπη. (Vers. 583.) ὁ δὲ ξεῖνος, ὦ γύναι, φησὶν, αἰδοίη Ὀδυσῆος, μηκέτι νῦν ἐν δόμοις ἀνάβαλλε τοῦτον ἄεθλον. πρὶν γὰρ ἐλεύσετ' ἐνθάδ' Ὀδυσσεὺς, πρὶν τούτους τόξου τε νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, τῶν πελεκέων δηλαδή. Ἰστέον δὲ ὅτι ἐθέλει Ὀδυσσεὺς οὕτω γενέσθαι, ὡς ἂν ἢ μή τινος τῶν μνηστήρων δυνηθέντος αὐτὸς μόνος εὐδοκιμήσῃ, ὃ καὶ γενήσεται, ἢ καὶ τυχὸν δυνηθέντων τινῶν ἐντανύσαι οἱ μὲν λοιποὶ χωρισθήσονται ἀπελθόντες, οἱ δὲ δυνηθέντες, ὀλίγοι ὄντες, στασιάσωσι καὶ αὐτοὶ πρὸς ἀλλήλους καὶ οὕτως εἰς πλέον ὀλιγωθέντες ἀλαπαδνότεροι ἔσονται. δῆλον δὲ, ὡς καὶ οἶδεν Ὀδυσσεὺς οἷον τὸ τόξον. ὅθεν καὶ θαῤῥεῖ μὴ ἂν ῥᾳδίως ἐντανυσθῆναι αὐτὸ τῶν τινὶ μνηστήρων. ἀστείως δὲ καὶ τοῦτο πλάττεται. ἦν μὲν γὰρ ποιῆσαι τινὰς ἐντανύσαντας καὶ βαλόντας, οὐκ ἐθέλει δὲ ὁ ποιητὴς τοῦτο, ἵνα μηδεὶς ἐκφύγῃ, ἀλλὰ πᾶσιν ἀχρείοις οὖσι τοξεύειν ἀναφανείη ὄλεθρος, καὶ μή τις θάνατον καὶ Κῆρας ἀλύξῃ, ὃ δὴ μάλιστα ἐθέλει ὁ φιλοδυσσεὺς Ὅμηρος. Δυσώνυμον δὲ ἠῶ τὴν τοῦ γάμου ἡ Πηνελόπη φησὶ, καθὰ καὶ τὴν Ἴλιον Κακοΐλιον εἶπεν οὐκ ὀνομαστήν. ἄλλως γὰρ οὐ δύσφημον οὐδὲ τὸ τῆς ἠοῦς ὄνομα. συντελεῖ δὲ ἐνταῦθα καὶ τὸ, νὺξ ἔσται ὅτε στυγερὸς γάμος ἀντιβολήσει. οὐ βούλεται οὖν οὐδ' ὀνομάζειν ἡμέραν, ἧς ἀνθαιρεῖται νύκτα. (Vers. 572.) Ἰστέον δὲ ὅτι οὐκ ἀφυῶς ἄν τις τὴν δυσώνυμον ταύτην ἠῶ καὶ ἀποφράδα ἐρεῖ. ἡ γὰρ δυσώνυμος πάντως καὶ δυσφραδὴς, ὅμοιον δὲ εἰπεῖν ἀποφράς. Τὸ δὲ, οἴκου ἀποσχήσει, ἀντὶ τοῦ πόῤῥω ἕξει, ἐκβαλεῖ, ἀφέξει. οὗ ἐναντίον τὸ παρέξειν καὶ τὸ παρασχεῖν, ἃ δὴ καὶ ἐν Ἰλιάδι εὕρηνται. Τὸ δὲ καταθήσω καιρίως ἐῤῥέθη διὰ τὸ κάτω τίθεσθαι κατὰ γῆς τοὺς τοιούτους πελέκεας, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (Vers. 573.) Σποπητέον δ' ἐνταῦθα, εἴ περ ὡς εἰκὸς ἡμιπέλεκκα ἦσαν τῷ εἴδει καὶ οἱ κατὰ τὸν Ὀδυσσέα γυμναστικοὶ πελέκεις. τί γὰρ ἄλλως ἔδει αὐτοὺς ἀκεραίους εἶναι; εἴτε δὲ οὕτως εἴτε ἑτέρως ἔχει, ἰστέον ὅτι πελέκεων μὲν οὐ μία σημασία· δηλοῖ γὰρ ἡ λέξις ὁμωνυμίας λόγῳ κατὰ τοὺς παλαιοὺς καὶ σταθμὸν ἐν Κρήτῃ ἑξάμνουν, ἢ δεκάμνουν. τὰ δέ γε ἡμιπέλεκκα μιᾷ ἐννοίᾳ τῇ συνήθει ἀρκοῦνται. Ὅρα δὲ τὸ ἑξάμνουν καὶ δεκάμνουν καινῶς παρασχηματισθὲν ἐκ τῆς μνᾶς. ἐκείνης γὰρ ἡ ἀνάλογος παραγωγὴ μναῖος καὶ μναῖον εἶναι ὤφειλεν. Ἀριστοτέλης δὲ σεμνότερον ἄλλως παραγαγὼν μναϊαῖος ἔφη, φυλάξας μὲν τὴν τριγράμματον εὐθεῖαν, ἥ περ ἦν ἡ μνᾶ, παραγαγὼν δὲ ἀπ' αὐτῆς μετὰ καὶ πλεονασμῷ τοῦ ἰῶτα τὸ μναϊαῖος, λίθος τυχὸν μνᾶν ἱστῶν, ἢ χαλκὸς, ἤ τι ἕτερον. ὁ δὲ ἐν τοῖς τοιούτοις πλεονασμὸς τοῦ ἰῶτα δηλοῦται καὶ ἐν τῷ, καμινιαία αἰθάλη, καὶ ἐν τῷ, παλαντιαῖος, καὶ ἐν ἄλλοις.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
