Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.221.1
Not analysed yet
ἔχει δὲ ὁ τόπος οὗτος καὶ πρωτοτυπίαν τοῦ ἀθλοθετεῖν ἐν τῷ, ἄεθλον καταθήσω. (Vers. 574.) Δρύοχοι δὲ κυρίως πάσσαλοι, ἐφ' ὧν στοιχηδὸν διατεθειμένων ἡ τρόπις ἵσταται τῶν καινουργουμένων πλοίων διὰ ἰσότητα. καὶ ἄλλως δὲ εἰπεῖν, δρύοχοι πάτταλοι ἐκ δρυὸς, ὅ ἐστιν ἁπλῶς ξύλου, καθιστῶντες τὴν τρόπιν ἐν τῷ πέριξ αὐτὴν συνέχειν, ὡς δῆλον ἐκ τοῦ, πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς; ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦ τ' ἔκαμνον τὸ κύτος. θαυμαστικὴ δὲ ἡ τοιαύτη ἔννοια παρὰ Ἀθηναίῳ ἐπὶ μεγίστης νηός. ἧς καὶ τοὺς ἱστοὺς ἐφ' ὕψει σεμνύνων ἐκεῖνος ἐπάγει τὸ, ἄστρων γὰρ ψαύει καρχήσια· ὃ παραπεποίηται ὑπερβολικῶς ἐκ τοῦ, οὐρανῷ ἐστήριξε κάρα. δῆλον δ' ὅτι ἄκρα τοιούτων ἱστῶν τὰ καρχήσια καὶ οἷον εἰπεῖν κάραι. τούτοις δὲ ὁμώνυμα καί τινα ποτήρια, ὡς ἐν ἄλλοις δηλοῦται. γίνονται δὲ δρύοχοι παρὰ τὸ τὴν δρῦν, ὅ ἐστι τὴν τρόπιν, συνέχειν ἑκατέρωθεν, ἢ καὶ ἄλλως παρὰ τὸ ξύλα συνεκτικὰ εἶναι τρόπεως. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ταυτὸν μὲν δρῦς καὶ ξύλον, οὐ ταυτὸν δὲ ὅμως δρύοχοι καὶ ξύλοχοι. δρύοχοι μὲν γὰρ ξύλα, ἐφ' ὧν ἡ τρόπις ἵσταται· ξύλοχοι δὲ δάσος δένδρων ἐν ὄρει. τὸ γοῦν δρυόχους ὣς ἀντὶ τοῦ κατὰ τάξιν καὶ στοῖχον, ὁποῖον ἔχουσι καὶ δρύοχοι. κατὰ στοῖχον γὰρ ἀκριβῆ καὶ οἱ πελέκεις ἵσταντο, ἵνα ὁ τῆς πρώτης στειλειᾶς ἤγουν ὀπῆς ἐπιτυχὼν διαμπερὲς ἔχῃ ὀϊστεῦσαι διὰ πάντων. πελέκεις γὰρ νῦν μόνος ὁ τούτων σίδηρος δίχα τῶν στειλειῶν. Ἰστέον δὲ ὅτι τινὲς ἔγραψαν δρυόχους ὡς δώδεκα. οἳ δρυόχους μὲν εἶπον πελέκεις, οἷς διὰ τῶν τρημάτων δρυΐνους στειλειοὺς ἔστιν ἐνέχεσθαι. Τὸ δὲ, ὡς δώδεκα, ἐνόησαν ῥηθῆναι ἀντὶ τοῦ, ὡσεὶ δώδεκα, κατὰ σχῆμα εἰκασμοῦ. εἴη δὲ ἂν κρεῖττον τὸ πρῶτον. (Vers. 575.) Τὸ δὲ, στὰς πολλὸν ἀπάνευθεν, τόξου τε ἀρετὴ καὶ τοξότου ἐστί. Τοῦ δὲ διαῤῥίπτειν ὀϊστὸν οὐκ ἔστι κρείττω λέξιν εὑρεῖν· κάλλιον γάρ ἐστι καὶ τοῦ ἀφιέναι καὶ τῶν λοιπῶν. (Vers. 576.) Τὸ δὲ, ἄεθλον τοῦτο ἐφήσω, δυνατὸν μὲν γράφειν καὶ ἄεθλον τοῦτον ἐφήσω, ὡς δηλοῖ ἑξῆς τὸ, μηκέτι ἀνάβαλλε τοῦτον ἄεθλον. ἔδοξε δὲ ὅμως τῷ ποιητῇ τὸν ἄεθλον ἐνταῦθα οὐδετέρως εἰπεῖν τὸ ἄεθλον, ὁμοίως τῷ, ὁ λύχνος τὸ λύχνον καὶ τοῖς τοιούτοις. (Vers. 577.) Τὸ δὲ, ῥηΐτατα ἐντανύσει, καὶ τὸ, δυοκαίδεκα πάντων, διαστίζει σωφρόνως. ὡς εἴ γε μὴ οὕτω τανύσει τις, οὐδὲ πάντων διοϊστεύσει, οὐκ ἂν τοιούτῳ ἀνδρὶ αὐτὴ ἕποιτο. Κουρίδιος δὲ οὐ μόνον ἀνδρὶ γυναικὶ, ἀλλ' ἰδοὺ καὶ τόδε δῶμα κουρίδιον. (Vers. 580.) Τὸ δὲ, μάλα καλὸν καὶ ἔμπλεον βιότου καὶ τὸ ἑξῆς, εὐδαίμονος οἴκου ἔπαινος. Δῆλον δὲ ὅτι ἀρχαϊκὸν μὲν τὸ ἐνίπλειον καὶ τὰ κατ' αὐτὸ, τῆς ὑστέρας δὲ Ἀτθίδος τὸ ἔμπλεων καὶ τὰ οὕτω σύστοιχα. (Vers. 583.) Τὸ δὲ, ὦ γύναι Ὀδυσῆος, καὶ τὸ, πρὶν γὰρ ἐλεύσεται Ὀδυσσεὺς καὶ τὰ τούτου ἐφεξῆς ἀστείως ἐσχημάτισεν Ὀδυσσεὺς, ὡς αὐτὸς ἤδη παρὼν τῇ γυναικί. (Vers. 584.) Τὸ δὲ ἀνάβαλλε ἀντὶ τοῦ ἀναβάλλου, ὑπερτίθεσο. καὶ σημείωσαι ὅτι ἀσυνήθως ἐκπεφώνηται κατ' ἐνέργειαν, παθητικῶς γὰρ ἄλλως ἡ λέξις τέτριπται. (Vers. 586.) Σημείωσαι δὲ καὶ ὅτι ἀνωτέρω διὰ τῆς Πηνελόπης εἰπὼν ὁ ποιητὴς τὸ, ὃς δ' ἂν ῥᾷον ἐντανύσει βιὸν ἐν παλάμαις καὶ διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, ἄλλως τὸ αὐτὸ διὰ τοῦ Ὀδυσσέως ἔφρασε, παραφράσας ἐν τῷ, πρὶν τόδε τόξον ἐΰξοον ἀμφαφόωντας νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, ἀντὶ μὲν βιοῦ τόξον εἰπών. τὸ δὲ ἐν παλάμῃσι μεταλαβὼν εἰς τὸ ἀμφαφόωντας, τὸ δὲ, διοϊστεύσει πελέκεων καὶ ἑξῆς, στενοχωρήσας εἰς τὸ, διοϊστεῦσαί τε σιδήρου. (Vers. 589.) Ὅτι οὕτω τοῖς Ὀδυσσέως λόγοις ἡ γυνὴ χαίρει, ὥστε λέγειν ἀεὶ ἐθέλειν αὐτοῦ ἀκούειν. φησὶ γοῦν· εἰ ἐθέλεις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι τέρπειν, οὔ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. ἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰὲν ἀνθρώπους. ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκε θεὸς ἐπὶ ζείδωρον ἄρουραν. ἀλλ' ἤτοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνὴν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσιν ἐμοῖς πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἃ καὶ ἀλλαχοῦ ἔφη. (Vers. 591.) Ὅρα δὲ καὶ νῦν, ὅτι ἀρξάμενος ἀπὸ τοῦ γαρ συνδέσμου ἀπέδωκεν εἰς τὸ ἀλλά· οἷον, ἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους εἶναι, (Vers. 595.) ἀλλὰ λέξομαι εἰς εὐνὴν, τουτέστι κοιμηθήσομαι δὴ, ὡς τοῦ δευτέρου ἀλλα ἰσοδυναμοῦντος τῷ δή. (Vers. 592.) Ἐν δὲ τῷ, ἑκάστῳ μοῖραν ἔθηκε, μοῖραν φησὶ τὴν καθ' εἱρμὸν βίου διανέμησιν, οἷον, μοῖρα τῷ ἐργωμένῳ κοπιᾶν, τῷ βαδίζοντι κινεῖσθαι, τῷ ὑπνοῦντι ἐγρηγορέναι. οὕτω δὲ καὶ τῷ ἐγρηγορότι ζῴῳ τὸ ἀπονυστάζειν καὶ διὰ τοῦτο ἀκολούθως ὑπνοῦν. (Vers. 593.) Τὸ δὲ, ἐπὶ ζείδωρον ἄρουραν, πρόσκειται διὰ τὸ θεῖα ἔξω μοίρας κεῖσθαι. (Vers. 596.) Τὸ δὲ, αἰεὶ δάκρυσι πεφυρμένη, ὑπερβολικῶς κεῖται. ὡς γὰρ οὐκ ἔστιν