# Commentarii ad Homeri Odysseam 2.222.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.222.1

ἄϋπνόν τινα αἰὲν εἶναι, οὕτως οὐδὲ αἰεὶ δάκρυσιν ἔστι πεφύρθαι. ἐπεὶ καὶ ἄλλως αἰψηρὸς ὁ τοῦ γόου κόρος. (Vers. 597.) Τὸ δὲ ἐποψόμενος ἀλλαχοῦ προγέγραπται. (Vers. 599.) Ὅτι διαφορὰν ὁ ποιητὴς διδοὺς τοῦ τε χαμαὶ στορέσαι καὶ τῶν δεμνίων φησι· λέξεο ἢ χαμάδι στορέσας ἤτοι καταδέμνια θέντων. τὰ γὰρ κλινοειδῆ δέμνια ἐκ τῶν χαμαὶ αἴρουσι τὸν ἐγκοιμώμενον. (Vers. 598.) Καιρία δὲ λέξις ἐπὶ ἀνακλίσεως ὑπνωτικῆς τὸ λέξεσθαι. διὸ καὶ τρία ἐνταῦθα κεῖται τοιαῦτα ῥήματα κατὰ σχῆμα ἐπιμονῆς. Τὸ δὲ λέξεο προστακτικὸν πάνυ καινῶς ἔχει. γίνεται δὲ ἀπὸ τοῦ λέγω λέξω· οὗ ἀναδραμόντος εἰς ἐνεστῶτα ἔστιν αὐτοῦ παθητικὸν τὸ λέξομαι· οὗ παρατατικὸς ἐλεξόμην, τὸ τρίτον λέξετο, καὶ ἐξ αὐτοῦ προστακτικὸν τὸ λέξεο. εἰ δέ γε καὶ εὐκτικόν που εὑρεθείη ἐν ἀντιγράφοις, εὔοδον καὶ οὕτω τὸ μέτρον ἔσται διὰ συνιζήσεως. (Vers. 599.) Τὸ δὲ χαμάδι ἔστι μὲν ὡς τὸ πολλάκι. δύναται δὲ καὶ διὰ τοῦ σ γράφεσθαι χαμάδις, ὡς πολλάκις. οὕτω δὲ καὶ δηθάκις δηθάκι καὶ αὖθις αὖθι καὶ χωρὶς χωρί. Τὸ δὲ, ἢ καταδέμνια θέντων, ἀλλαγή ἐστι σχήματος. ἦν γὰρ τὸ ἀκόλουθον, ἢ χαμάδι στορέσας ἢ ἐν δεμνίοις. ὁ δὲ ἔφη· ἢ χαμαὶ στορέσας ἢ δέμνια θέτωσαν, αἱ δουλίδες δηλαδή. (Vers. 600.) κεῖται δὲ καὶ ἐν τούτοις ὑπερώϊα σιγαλόεντα τὰ ἐκπληκτικά. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Βουληθεὶς ἀνελεῖν Ὀδυσσεὺς τὰς μιγνυμένας τοῖς μνηστῆρσι θεραπαινίδας καὶ μεταγνοὺς διὰ τῶν ἑξῆς πρὸς Εὔμαιον καὶ Φιλοίτιον διαλέγεται· ἐν ᾧ καὶ τῶν μνηστήρων γίνεται ὁμιλία. ΟΔΥΣΣΕΙΑΣ Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἐν προδόμῳ εὐναζόμενος Ὀδυσσεὺς (Vers. 2.) ἀδέψητον μὲν βοέην, τουτέστι βύρσαν, ἐστόρεσεν, ὕπερθεν δὲ κώεα πολλὰ οἰῶν, οὓς ἱερεύεσκον Ἀχαιοί. Εὐρυνόμη δὲ ἡ ταμία ἐπέβαλε χλαῖναν κοιμηθέντι, τουτέστιν εὐνασθέντι. ἄλλως γὰρ, ἐγρήγορεν, ὡς δηλοῖ τὸ, ἔνθ' Ὀδυσσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτο ἐγρηγορόων. (Vers. 6.) Καὶ ὅρα τὸ ἐγρηγορόων ἐκ τοῦ ἐγρήγορα μέσου παρακειμένου γενόμενον. ἐγείρω γάρ· μέλλων ἐγερῶ, παρακείμενος ἤγερκα, μέσος ἤγορα, καὶ Ἀττικῶς ἐγήγορα καὶ πλεονασμῷ ἐγρήγορα. ὅθεν τὸ ἐγρηγορῶ μετὰ τῆς πρωτοτύπου αὐξήσεως, ὁμοίως τῷ πέποιθα πεποιθῶ πεποιθήσω, ἐξ οὗ ἡ πεποίθησις, ὡς ἐγρηγόρησις ἐγρήγορσις. καὶ Ὅμηρος μὲν τετρασυλλάβως οἶδεν ἐγρηγορῶ, οἱ δὲ ὕστερον καὶ γρηγορῶ τρισυλλάβως, ὅ περ οὐ φιλεῖται τοῖς ῥήτορσιν. (Vers. 2.) Ἀδέψητον δὲ βοέην λέγει καθ' ὁμοιότητα τοῦ, βόας αὔας ἤγουν ξηράς. τὸ μὲν γὰρ ἀδέψητον ἤτοι ἀμάλακτον καὶ ἀκατέργαστον αὖον ἂν εἴη. Βοέη δὲ ἡ βοῦς, ὅ ἐστι βύρσα, ἣν βοείην ἐντελῶς μετ' ὀλίγα ἐρεῖ. Ἀδέψητος γοῦν βοέη ἡ ξηρὰ βύρσα. γίνεται δὲ ἡ ἀδέψητος οὕτως· δέφω δέψω τὸ μαλάσσω καὶ κατεργάζομαι· οὗ ὁ μέλλων δέψω, καὶ Δωρικῶς ἢ Αἰολικῶς δεψῶ, καὶ κατὰ ἀναδρομὴν τὴν εἰς ἐνεστῶτα, δεψῶ δεψήσω, ἀφ' οὗ ἀδέψητος. ἀπὸ μέντοι τοῦ δέφω δέψω βυρσοδέψης καὶ σκυτοδέψης, ὡς δὲ ἐν Ἰλιάδι ἐγράφη, καὶ σκυλαδέψης. Βοέη δὲ καὶ βοῦς ἡ ἐπὶ βύρσης διαφέρουσι, καθότι μετουσιαστικὸν μὲν ἡ βοέη, δορὰ δηλαδὴ, ὡς καὶ ἡ λεοντέη καὶ ἡ παρδαλέη, ἡ δὲ βοῦς τὸ τοῦ ὅλου ἔχει ὄνομα, καθὰ καὶ ὁ πριστὸς ἐλέφας τὸ τοῦ ἐλέφαντος. Τὸ δὲ στορῶ στορέσω συγκοπὲν ἀλλοιοῖ τὴν συζυγίαν· στρῶ γὰρ στρώσω γίνεται. ἀγαθὸν δὲ πτωχῷ στόρεσμα ἤτοι στρῶμα τὸ ἔχον κώεα πολλὰ οἱῶν. (Vers. 5.) Κεῖται δὲ Ὀδυσσεὺς ἐν προδόμῳ πρὸς ἀπόπειραν τῶν ἀτασθάλων γυναικῶν. Τὸ δὲ μνηστῆρσι κακὰ φρονῶν πεποίηκε τὴν τῆς ῥαψῳδίας ταύτης ἐπιγραφὴν, λέγουσαν οὕτω· τὰ πρὸ τῆς μνηστηροφονίας. (Vers. 6. sqq.) Ὅτι τοῦ ξένου Ὀδυσσέως ἐν προδόμῳ κοιμηθέντος ἤγουν κειμένου αἱ γυναῖκες ἐκ μεγάρου ἤρχοντο, αἳ μνηστῆρσιν ἐμιγέσκοντο, ἀλλήλαις γέλωτα καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δὲ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι, πολλὰ δὲ μερμήριζεν ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἢ ἔτι ἐῷ, τουτέστιν ἐῴη, μνηστῆρσι μιγῆναι ὕστατα καὶ πύματα,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
