# Commentarii ad Homeri Odysseam 2.223.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.223.1

τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔσχατα ἐσχάτων, ἢ καὶ ἄλλως εἰπεῖν, πανύστατα. κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ἐπεὶ δὲ σκληρὸν δοκεῖ ἐπὶ καρδίας τὸ ὑλακτεῖν, ἐπάγει συνήθως ἐπὶ θεραπείᾳ τῆς λέξεως, ὁποῖα καὶ ἐν ἄλλοις παρεσημάνθη, παραβολὴν ταύτην. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρα ἀγνοιήσασα ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει, καρδία δηλαδὴ, ἀγαιομένου κακὰ ἔργα. καὶ οὕτω θεραπεύσας τὸ τὴν καρδίαν ὑλακτεῖν τῇ κατὰ τὴν κύνα περὶ τοῦ ὑλακτεῖν παραβολῇ ἐπάγει· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ, ὃς καὶ εἰς παροιμίαν ἔπεσε, τοιοῦτος ὤν· τέτλαθι κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ἰφθίμους ἑτάρους· σὺ δ' ἐτόλμας ὄφρα σε μῆτις ἐξάγαγεν ἐξ ἄντροιο, ὀϊόμενον θανέεσθαι. τεχνικὴ δὲ αὕτη μέθοδος, παραμυθεῖσθαι τινὰ ἑαυτὸν ἐφ' οἷς πάσχει ἐξ ὧν ἄλλοτέ ποτε πέπονθεν. Ἰστέον δὲ ὅτι κύντερον Ὀδυσσεὺς λέγει τὸ κατὰ τὸν Κύκλωπα ὡς πρὸς τὰ τῶν δμωΐδων κακά. ἄλλως γὰρ ἁπλῶς οἴκτιστον μὲν αὐτὸς φθάσας ἔφη τὸ κατὰ τοὺς ἑτέρους ὅτε αὐτοὺς ἡ Σκύλλα ἥρπασε. τὸ δὲ κατὰ Λαιστρυγόνας οὐ μόνον οἴκτιστον, ἀλλὰ καὶ χείριστον. ἐπελέξατο δ' ἐνταῦθα ὁ ποιητὴς τὸ κατὰ τὸν Κύκλωπα, διότι Σκύλλα μὲν καὶ Λαιστρυγόνες ἄπρακτος ἦσαν ἀνία, κατὰ δὲ τοῦ Κύκλωπος ἔπραξεν ἄμυναν Ὀδυσσεὺς, τλήμων φανεὶς ἕως εὗρε καιρόν· ὥς περ δὴ καὶ ἐνταῦθα τίσεται κατὰ καιρὸν τὰς κακάς. (Vers. 8.) Ἔτι ἰστέον καὶ ὅτι τὸν γυναικεῖον γέλων κιχλισμὸν ἐκάλουν οἱ παλαιοὶ, ὁποῖός τις καὶ ἄρτι ὁ δουλικός. οἱ δ' αὐτοὶ καὶ χύτραν ἔλεγον εἶδός τι φιλήματος, καθὰ καὶ δράπετον καὶ παιδάριον. Παυσανίας δὲ καὶ γιγγλισμὸν γένος λέγει φιλήματος. τὸ μέντοι γιγρὶ ἐπιφώνημά τι ἐπὶ καταμωκήσει, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐξ οὗ καὶ γιγρὼν, ἀφροδισιακός, φασι, δαίμων, ὃς καὶ δοκεῖ διάκονος γενέσθαι τῷ Ἄρει τῆς μοιχείας. Ὅρα δὲ ὡς οὐ μόνον πολυλογεῖν ἀνοίκειον γυναιξὶν, αἷς κόσμον ἡ σιγὴ φέρει, ἀλλὰ καὶ ὁ ἄθρους γέλως καὶ ἡ ἀκόλουθος εὐφροσύνη. χρὴ γὰρ, ὡς ταπολλὰ, ἡσύχως ἔχειν αὐτάς. διὸ καὶ ψιθύρου Ἀφροδίτης κατὰ Παυσανίαν ἱερὸν ἦν Ἀθήνῃσι καὶ Ἔρωτος δέ· οὗ καὶ Δημοσθένης, φησὶ, μέμνηται ἐν τῷ κατὰ Νεαίρας. ἐκαλεῖτο δέ, φασι, ψίθυρος διὰ τὸ τὰς εὐχομένας αὐτῇ πρὸς τὸ οὖς λέγειν, ὅ περ ἐδήλου μὲν χρῆναι μυστηριάζεσθαι τὰ τοιαῦτα. οὐκ ἦν δὲ ἀπεικὸς, δηλοῦν καὶ τὸ δεῖν εἶναι ἀπέχειν τὸ τρανὲς τῶν φωνῶν, ὧν μέρος καὶ τὰ θρασέα γελοιαστικά. Ἰστέον δὲ καὶ ὅτι τὸ, γέλωτα καὶ εὐφροσύνην, εὕρηται ἔν τισιν ἀντιγράφοις, γέλω τε καὶ εὐφροσύνην, ἀποκοπὲν ἴσως καὶ αὐτὸ ὁμοίως τῷ, γέλω ἔκθανον. τοιαύτη δὲ ἀποκοπὴ καὶ ἐν τῷ, ἱδρῶτα ἱδρῶ. (Vers. 10.) Τῷ δὲ μερμηρίζειν σύστοιχον, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε, καὶ ἡ μέρμηρα, ὅ πέρ ἐστι φροντίς· οὗ χρῆσις ἐκεῖ παρήνεκται τὸ, ἄμπαυμά τε μερμηράων. συστοιχεῖ δὲ τούτοις καὶ ἐπίῤῥημα τὸ ἀμερμηρεὶ, ὅ πέρ ἐστι δίχα μερίμνης, ἣ καὶ αὐτὴ ἐκ τοῦ μερίζειν γίνεται· ὅθεν καὶ τὸ μερμηρίζειν καὶ τὰ κατ' αὐτό. (Vers. 12.) Τοῦ δὲ, ἐῷ μνηστῆρσι μιγῆναι, τὸ πρῶτον εὐκτικὸν, ἐάοιμι ἐῷμι, ὡς βοάοιμι βοῷμι, τὸ δεύτερον ἐῷς, καὶ τρίτον ἐῷ μετὰ προσγεγραμμένου τοῦ ι πρὸς διαστολὴν τοῦ ἐῶ ἐνεστῶτος· ἐκ δὲ τούτων τὸ ἐῴην ἐῴης ἐῴη. τοιαύτης δὲ ἀκολουθίας καὶ τὸ ὁράοιμι ὁρῷμι, ὁράοις ὁρῷς, ὁράοι ὁρῷ μετὰ προσγραφῆς τοῦ ι· πληθυντικὸν δεύτερον ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ο μικροῦ, ὁρόῳτε ἐν Ἰλιάδι, οἷον, νῦν δὲ φίλως χ' ὁρόῳτε, ἤγουν ἡδέως ἂν βλέποιτε. (Vers. 14.) Τί δὲ τὸ ἀμαλὸν καὶ ἡ ἀμαλὴ, ἐξ ὧν καὶ τὸ ἀμαλδύνειν πλεονασμῷ τοῦ δέλτα, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ περιβαίνειν καὶ τὸ ἀμφιβαίνειν τισὶ, ταυτὰ ὄντα, ὅτι φυλακὴν καὶ σκέπην δηλοῦσι συμμαχικὴν, ἡ Ἰλιὰς μυριαχοῦ δηλοῖ. (Vers. 15.) Τὸ δὲ ἀγνοιήσασα γίνεται μὲν διὰ χρησιμότητα μέτρου πλεονασμῷ τοῦ ἰῶτα ἐκ τοῦ ἀγνοεῖν, παράγει δὲ ἀναλόγως τὴν ἄγνοιαν. Ὑλακτεῖν δὲ καὶ ὑλάειν δῆλον ὅτι ἀδιάφορά εἰσι. πρωτότυπον δὲ τὸ ὑλάειν· δεύτερον δὲ ἀπ' αὐτοῦ τὸ ὑλάσσειν· ἐξ οὗ ὄνομα ὑλακτὸς, καὶ ἀπ' αὐτοῦ ῥῆμα τὸ ὑλακτεῖν, ὁμοίως τῷ τάσσω, ἄτακτος, ἀτακτῶ. (Vers. 16.) Ἀγαιόμενος δὲ κακὰ ἔργα ὁ μεμφόμενος, ἐκ τοῦ ἀγῶ ἀγαίω, ὡς γῶ γαίω τὸ γαυριῶ. ὅτι δὲ τὸ ἀγαιομένου καὶ ἀταιομένου γράφεται ὡς ἀπὸ τοῦ ἀτῶ ἀταίνω τὸ βλάπτω, οἱ παλαιοὶ δηλοῦσι κριτικοί. (Vers. 17.) Στῆθος δὲ πλήττεται διὰ τὸ ἐκεῖσε πάθος τοῦ θυμοῦ ἐν καρδίᾳ. οὕτω καὶ ποὺς ἀνδρὸς στρατιωτικοῦ ἐν πολέμῳ ὑποτρέμων πεπείραται ἐν τοῖς νῦν, δόρατι πληγεὶς ὑπὸ τοῦ πάσχοντος, κολάσοντος οὕτω τὸ μέρος, ὅθεν τὸ κακόν. Τὸ δὲ ἠνίπαπε πλεονασμὸν ἔχει ποιητικόν· τὸ γὰρ κοινὸν ἤνιπα, μέσος παρακείμενος τοῦ ἐνίπω. (Vers. 18.) Τὸ δὲ, τέτλαθι κραδίη, ἀπὸ μέρους ἀντὶ τοῦ, σὺ, ὦ Ὀδυσσεῦ. διὸ καὶ ὑποκαταβὰς ἔφη· ὀϊόμενον θανέεσθαι, σὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
