# Commentarii ad Homeri Odysseam 2.224.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.224.1

δηλονότι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι τὸ, τέτλαθι κραδίη καὶ ἑξῆς, παρῴδησέ τις οὕτως ἐν τοῖς τοῦ Ἀθηναίου· τέτλαθι δὴ πενίη καὶ ἀνάσχετο μωρολογούντων. οἷς ἐπῆκται καὶ τὸ, ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής· ὅ περ παρῳδία ἐστὶ τοῦ, πόλεμος δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. Τὸ δὲ κύντερον πάνυ καιρίως ἐνταῦθα κεῖται, τὴν ἀσφάλειαν ἔχον ἐκ τῆς ῥηθείσης κατὰ τὴν κύνα παραβολῆς. Ὡς δὲ ἐκ τοῦ Κύκλωπος τοῦ ποιητικοῦ παραποιήσας Ἐμπεδοκλῆς κύκλωπα κούρην ἔφη τὴν τοῦ ὀφθαλμοῦ κατὰ λόγον δριμύτητος, ἐδηλώθη καὶ ἀλλαχοῦ. (Vers. 22.) Ὅτι καὶ ἐνταῦθα καθάπτεσθαι τὸ λογικῶς ἀποτείνεσθαι, οἷον, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ, τουτέστιν ὡς πρὸς τὴν καρδίαν ἀποτεινόμενος. διὸ καὶ ἐπάγει· (Vers. 23.) τῷ δὲ μάλα ἐν πείσῃ κραδίη μένε, ἤγουν τὸ ῥηθὲν ἦτορ, τετληυῖα. ἔστι δὲ τὸ πείσῃ ἀντὶ τοῦ πειθοῖ ἀπὸ εὐθείας τῆς ἡ πεῖσα. ἅπαξ δὲ καὶ τοῦτο ἐνταῦθα κεῖται. Τὸ δὲ τετληυῖα καιρία λέξις ἐν τούτοις, ὥς περ καὶ τὸ τολμᾶν. διὸ καὶ πολλάκις τούτοις ὁ ποιητὴς ἐν τοῖς παροῦσιν ἐχρήσατο. δῆλον δὲ ὅτι ὁ κατορθῶν τὸ τοιοῦτον οὐ μόνον τλήμων λέγεται, ἀλλ' εἰκότως καὶ σχέτλιος παρὰ τὸ ἀνέχεσθαι καὶ τλῆναι. διὸ μετ' ὀλίγα (Vers. 45.) σχέτλιον ἡ Ἀθηνᾶ ἐρεῖ Ὀδυσσέα τὸν ταῦτα λέγοντα. (Vers. 24.) Ὅτι τὸ ἄϋπνον ὄντα τὸν Ὀδυσσέα ὧδε καὶ ἐκεῖ ἑλίττεσθαι καὶ οὐχ' ἁπλῶς ἀλλὰ συχνὰ μεριμνῶντα νυκτὸς παραβάλλων εἰς ὁμοιότητα πράγματος ὁ ποιητὴς φησίν· ὡς δ' ὅτε γαστέρ' ἀνὴρ, πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα αἰόλλει, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι· τότε γὰρ δηλαδὴ πυκνὰ στρέφεται ἡ γαστήρ· (Vers. 28.) ὣς ἂρ ὅ γ' ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων. ὃ καὶ πρὸ τῆς παραβολῆς ἔφη εἰπὼν, νωλεμέως αὐτὸν ἑλίσσεσθαι ἔνθα καὶ ἔνθα. ἀστείως δὲ τὸν περὶ γαστέρος ὀπτῆς πρὸ μικροῦ (Vers. 25.) ἀεθλεύσαντα τοιαύτῃ καὶ νῦν παραβολικῶς εἴκασε. ἐκεῖ μέντοι εἶχέ τις εἰπεῖν καὶ ὡς γαστρίζεσθαι ἤτοι κορέννυσθαι θέλων ὁ Ὀδυσσεὺς ἤθλει. Ἰστέον δὲ ὅτι γαστρίζεσθαι κατὰ τοὺς παλαιοὺς οὐ μόνον τὸ ὡς ἐῤῥέθη χορτάζεσθαι, ἀλλ' ἔστιν ὅτε καὶ τὸ κατὰ γαστρὸς τύπτεσθαι. (Vers. 27.) Αἰολλεῖν δὲ ἁπλῶς τὸ κινεῖν, ἐνταῦθα δὲ τὸ κατὰ εἴλησιν. δοκεῖ δὲ τοῖς παλαιοῖς γίνεσθαι παρὰ τὴν ἄελλαν τὸ αἰόλλειν, ὅ ἐστι ποικίλως καὶ πυκνῶς καὶ ταχέως στρέφειν καὶ κινεῖν. (Vers. 29.) Ὅτι εἰδοποιῶν ὁ ποιητὴς τί δή ποτε μερμηρίζων ὁ Ὀδυσσεὺς πυκνὰ, ὡς ἐῤῥέθη, νυκτὸς ἐστρέφετο, λέγει ὅτι μεριμνῶν, πῶς ἂν μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει, μόνος ἐὼν πολέσιν· (Vers. 40.) οἱ δὲ αἰὲν ἀολλέες ἔνδον ἔασι. τὸ δὲ μεῖζον καὶ εἴ πέρ φησι, κτείναιμι Διός τε Ἀθηνᾶς τε ἕκητι, ποῦ ἂν ὑπεκπροφύγοιμι τοὺς τῶν μνηστήρων πάνυ πολλοὺς ὄντας. ταῦτα δὲ ὁ ποιητὴς μᾶλλον ἐπαπορεῖ πρὸ τοῦ Ὀδυσσέως, πιθανολογῶν τὰ τῆς μνηστηροκτονίας. καὶ ταῦτα μὲν ἀπορητική τις προέκθεσις· λύσις δὲ ἡ θεόθεν ἐπικουρία κατὰ τὸ δίκαιον, ὡς ἡ Ἀθηνᾶ λέγει, τουτέστιν, ἡ παρὰ τῷ Ὀδυσσεῖ σύνεσις, ἣ διαμπερὲς φυλάσσει τὸν Ὀδυσσέα ἐν πάντεσσι πόνοισι. ἔνθα καὶ θαῤῥῶν Ὀδυσσεὺς νομίζει, δι' ἣν ἔχει φρόνησιν, καὶ πεντήκοντα λόχοις ἀνδρῶν ἀντιστῆναι, καὶ πάντας μὲν μὴ ἂν ἀνελεῖν· οὐ γὰρ δυνατὸν τοῦτο ἀνδρὶ ἑνί· βόας μέντοι ἐξ ἐκείνων ἐλάσασθαι καὶ ἴφια μῆλα. οὕτω τὴν ἀγαθὴν ἐλπίδα ὁ ἥρως προβέβληται. καὶ τοῦτο μὲν παρήγορος καραδοκία ἐπὶ τοῖς ἑξῆς. (Vers. 33.) πρὸς δέ γε τὸ παρὸν ἡ αὐτὴ Ἀθηνᾶ ὑπὲρ κεφαλῆς στᾶσα, τί δή ποτέ, φησιν, ἐγρήσσεις, τουτέστιν ἐγρήγορας, πάντων περικάμμορε φωτῶν, ἤγουν ἀνδρῶν πάντων λίαν κακοτυχέστατε. οἶκος μέντοι ὅδ' ἐστί· γυνὴ δέ τοι ἥδ' ἐνὶ οἴκῳ, καὶ πάϊς, οἷόν πού τις ἐέλδεται εἶναι υἱόν. (Vers. 52.) καὶ ἐπὶ τούτοις παραινοῦσα ἡ Ἀθηνᾶ τῷ ἥρωϊ, τουτέστιν αὐτὸς ἑαυτὸν συμπείθων, ἀλλ' ἑλέτω σέ, φησι, καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα. κακῶν δ' ὕπο δύσεαι ἤδη, τουτέστιν ὑπὸ τῆς κακώσεως μικρὸν ὅσον δυσμὰς ἂν βίου ἴδοις· ἢ καὶ ἄλλως, οἰχήσῃ καταδὺς ὡς εἰς βυθόν. ὃ καὶ εὐλαβουμένη Ἀθηνᾶ ἡ τοῦ μύθου τε καὶ ἡ τῆς ἀλληγορίας· κήδεται γὰρ αὐτοῦ καὶ νῦν ὡς καὶ πρὸ τούτων ὅτε ἀγνωμόνως αὐτῷ ἡ τύχη ἐχρῆτο, καὶ δέδιε μή ποτε συγκοπεὶς τῇ ἀγρυπνίᾳ ἡττηθείη αὔριον ἐν τῇ μάχῃ· λαλεῖ τὰ ῥηθέντα, δυσὶ ταύταις χρησαμένη ἐννοίαις, μιᾷ μὲν τοιαύτῃ· τί σοι ἄμετρα μερμηρίζειν οἴκαδέ τ' ἐόντι καὶ τὰ φίλτατα εὑρηκότι εὖ ἔχοντα; ἑτέρᾳ δὲ τοιᾷδε· καὶ μέν τις θνητῷ ἀνδρὶ ἑτέρῳ πείθεται, σὺ δὲ εἴης ἂν οὐ σοφὸς μὴ τὴν θεόθεν ἐπικουρίαν καραδοκῶν. καὶ οὕτως αὐτῷ ὕπνον ἐπὶ βλεφάροις ἡ Ἀθηνᾶ ἔχευε παύσαντι φρονίμως τόν τε θυμὸν τήν τε μέριμναν. (Vers. 33.) Τὸ δὲ ἐγρήσσειν δὶς μὲν ἐνταῦθα κεῖται, εὕρηται δὲ καὶ ἐν ἄλλοις. ποιητικὸν δέ ἐστι καὶ γίνεται ἀπὸ τοῦ ἐγείρω, κατὰ συγκοπὴν ἔγρω, ἐξ οὗ ἐγρήσσω,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
