Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.225.1
Not analysed yet
ὥς περ πέλω πλῶ πλήσσω, πέτω πτῶ πτήσσω. (Vers. 52.) Τὸ δὲ, ἀλλ' ἑλέτω σε καὶ ὕπνος καὶ ἑξῆς, προτροπὴ εἰς τὸ ὑπνῶσαι ἐστί. Τὸ δὲ, ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα, γνωμικῶς τε εἴρηται καὶ ἐκ μεταφορᾶς τῶν ἀγρυπνούντων ἔν τινι φυλακῇ, πόλεως τυχὸν ἢ ἀγροῦ ἤ τινος τοιούτου. Καίρια δ' ἐνταῦθα καὶ τὰ κομματικὰ νοήματα· ἐν δυσὶ γὰρ στίχοις τρία κεῖται κόμματα ἐπισπεύδοντα εἰς τὸ ἀναγκαίως ὑπνῶσαι. (Vers. 32.) Ὅτι ἀστεῖον ἐπί τινος βλαπτομένου ἢ ἐπιτασσομένου πρός τινος δυνατοῦ τὸ, στῆ δ' ἂρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε. Μέμψις δὲ ἐπὶ ἀκαίρῳ ἀϋπνίᾳ τὸ, τίπτ' αὖτ' ἐγρήσσεις, ὡς ἐῤῥέθη, πάντων περικάμμορε φωτῶν. (Vers. 35.) Ἔπαινος δὲ καίριος καὶ γοργὸς εἰς ἀγαθὸν παῖδα τὸ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα, ἤγουν ὁποῖόν τις ἐπιθυμεῖ ἔχειν υἱόν. (Vers. 45.) Θαρσοποιὸν δὲ ἐκ μεγάλου τινὸς πρὸς τὸν αὐτοῦ ἐν φόβοις δεόμενον τὸ, σχέτλιε, καὶ μέν τις χερείονι πείθεται ἑταίρῳ, ὅς περ θνητός ἐστι καὶ οὐ τόσα μήδεα οἶδεν. αὐτὰρ ἐγὼ τοιόσδε εἰμί. ὡς δὲ ἡ μυθικὴ Ἀθηνᾶ λέγει, θεός εἰμι, διαμπερὲς, ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοις· (Vers. 48.) εἰ δὲ καὶ ὡς εἰς μάχην ὁ τοιοῦτος ἐπικουρῆσαι ὑπισχνεῖται, ἁρμόζει καὶ τὰ ἐφεξῆς· ἐρέω δέ τοι ἐξαναφανδόν· εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων νῶϊ, τουτέστιν ἡμᾶς, περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, καί κεν τῶν ἐλάσαιο, ἤγουν ἀπελάσεις, βόας καὶ ἴφια μῆλα. Καὶ ὅρα ὡς ἀσφαλῶς εἶπεν, ἀπελάσεις λείαν ζῴων, ἡττήσας δηλαδὴ τοὺς τοσούτους· ἄλλως γὰρ ἀπίθανον ὑπὸ δύο θνητῶν πεντήκοντα λόχους κακόν τι μέγα παθεῖν· βλαβῆναι μέντοι ἐστὶ μερικῶς. (Vers. 49.) Σημείωσαι δὲ ὅτι μεγαλοφωνότερον νῦν ἡ ποιητικὴ ἔφη Μοῦσα ἤ περ ὅτε πρὸς τριακοσίους μόνους τὸν Ὀδυσσέα ἐν τοῖς πρὸ τούτων ἀντέστησε. πάντως γὰρ οἱ πεντήκοντα λόχοι πολλῷ πλείους τριακοσίων ἀνδρῶν. ἐκ τοῦ μείζονος δὲ κἀνταῦθα ὁ τῆς ἐπιχειρήσεως λόγος τῷ ποιητῇ. (Vers. 40.) Ἔτι σημείωσαι καὶ ὅτι μεῖζον ὁ Ὁμηρικὸς Ὀδυσσεὺς, ὡς καὶ πρὸ βραχέων ἐλέχθη, κρίνει τοῦ ἀνελεῖν τοὺς μνηστῆρας τὸ δυνηθῆναι ὑπεκπροφυγεῖν τοὺς ἐκείνων. μνηστῆρες μὲν γὰρ καὶ ὀλίγοι ἔπεσον καὶ οὐδὲ νήφοντες· οἱ δὲ τῶν μνηστήρων οὔτε τοιοῦτοι οὔτε τοσοῦτοι, ἀλλὰ πολλῷ καὶ κρείττους καὶ πλείους. (Vers. 56.) Ὅτι ἐν τῷ, ὕπνος τὸν Ὀδυσσέα ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, λυσιμελὴς, ἔοικε παρετυμολογεῖν τὸ, λυσιμελὴς ὕπνος, ἵνα εἴη τοιοῦτος ὁ λύων τὰς μελεδῶνας καὶ νοοῖτο κατὰ μίαν ἔννοιαν καὶ λυσιμελὴς συνθέτως καὶ διαλελυμένως λύων μελεδήματα θυμοῦ ὁ αὐτός. καὶ μὴν αὐτὸς καὶ ἄλλως καλεῖται λυσιμελὴς παρὰ τὸ λύειν τὰ μέλη, ὡς δηλοῦται καὶ ἐν τῷ, λύθεν δέ οἱ ἅψεα πάντα. εἴη δ' ἂν τοιοῦτος καὶ ὁ κάματος, εἴ γε καὶ καμάτῳ φίλα γυῖα λέλυνται, ὥς τε αὖθις τῷ λόγῳ τούτῳ ἄλλως μὲν λυσιμελὴς, ἄλλως δὲ λύων μελεδήματα ψυχῆς ὁ αὐτός. (Vers. 58.) Ὅτι κλαυθμὸν γυναικεῖον φράζει τὸ, κλαῖε δ' ἂρ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν, ἕως κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν. (Vers. 61.) Ὅτι ἔθους ὄντος τοῖς εἰς ἄκρον λυπουμένοις αἱρεῖσθαι θάνατον, γίνεται αὐτὸ καὶ τῇ Πηνελόπῃ. εὔχεται οὖν, ὡς αἴθε Ἄρτεμις πότνια θεὰ, ἰὸν ἐνὶ στήθεσι βαλοῦσα, ἐκ θυμὸν ἕλοιτο αὐτίκα νῦν· διὰ αἰφνιδίου δηλαδὴ θανάτου, ὡς πολλαχοῦ φαίνεται· ἢ ἔπειτά με ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατ' ἠερόεντα κέλευθα, ἐν προχοαῖς δὲ βάλοι ἀψοῤῥόου Ὠκεανοῖο. ὅμοιον δὲ καὶ μετ' ὀλίγα (Vers. 80.) ὑπ' Ἀρτέμιδι εὔξεται θάνατον, ταυτολογοῦσα συνήθως διὰ λύπην πολλὴν ἐν τῷ, ἢ ἔμ' εὐπλόκαμος βάλοι Ἄρτεμις. (Vers. 64.) Ἰστέον δὲ ὅτι κέλευθα ἠερόεντα ἢ τὰ πρὸς δύσιν καὶ Ἅιδην, ἢ καὶ ἁπλῶς τὰ περὶ ἀέρα. ἔνθα καὶ ὅρα ὡς καὶ τὴν δι' ἀέρος φορὰν κέλευθον εἶπεν. (Vers. 65.) Ἀψόῤῥοος δὲ Ὠκεανὸς ὁ κύκλῳ τῆς γῆς περινοστῶν καὶ ἂψ πάλιν ἐπὶ τὸ αὐτὸ ἱκνούμενος κατὰ τὸ, περιτελλομένων ἐνιαυτῶν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτως· ἀψόῤῥοος, ὁ εἰς ἑαυτὸν ἀναλύων ἐν τῷ εἰλεῖσθαι κύκλῳ περὶ τὴν γῆν. τινὲς δὲ ἀψόῤῥοόν φασι τὸν ταχὺ ῥέοντα, ὡς οἷον αἰψόῤῥοον. (Vers. 79.) Σημείωσαι δ' ἐν τούτοις καὶ ὅτι δίο ταῦτα ἡ γυνὴ εὐξαμένη, θάνατον τὸν αὐτίκα ἢ ἀλλὰ ἁρπαγὴν τὴν ὑπὸ θυέλλης, καὶ διασκευάσασα τὴν εὐχὴν ἐν ἔπεσιν ὀκτωκαίδεκα, εἶτα συνάγουσα τὸ νόημα λέγει ἐπαναληπτικῶς ἐν στίχοις δυσὶν, ὡς ἐμὲ ἀϊστώσειαν θεοὶ, δι' ἁρπαγῆς δηλαδὴ, ἢ Ἄρτεμις βάλοι αἰφνιδίῳ ἀπαγοῦσα θανάτῳ. καὶ οὕτως ἐξ ἀνάγκης διττολογεῖ, μετατάξασα ἐνταῦθα, καὶ πρώτην μὲν θεμένη τὴν ἁρπαγὴν, εἶτα τὴν ἐξ Ἀρτέμιδος διαβολήν. (Vers. 66.) Ὅτι τὴν ἱστορίαν τῶν θυγατέρων τοῦ Πανδαρέου μερίσας ὁ ποιητὴς δυσὶ τόποις, ὃ καὶ ἐπὶ ἄλλων πολυτρόπως ποιεῖ, περὶ μὲν ἀηδόνος ἤδη δεδήλωκε θέμενος ἐκείνην ἐν παραβολῇ· ἄρτι δὲ καὶ περὶ τῶν λοιπῶν θυγατέρων ἱστορεῖ,