# Commentarii ad Homeri Odysseam 2.226.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.226.1

ὡς ἐκεῖ προεσημάνθη. φησὶ γοῦν ἡ Πηνελόπη περὶ αὐτῶν οὕτως· ὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι, εἴτουν Ἅρπυιαι ἀνηρείψαντο· αἷς τοκῆας μὲν ἀπήγαγε θεός· αἱ δὲ λίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Ἥρη δ' αὐτῇσι περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτὴν, μῆκος δ' ἔπορεν Ἄρτεμις ἁγνή· ἔργα δ' Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. ὅτε δὲ Ἀφροδίτη αὐταῖς ᾐτήσατο τέλος θαλεροῖο γάμοιο ἐκ Διὸς, ὃς εὖ οἶδεν ἅπαντα μοῖράν τ' ἀμμορίαν τ' ἀνθρώπων, τότε δὴ τὰς κούρας Ἅρπυιαι ἀνηρείψαντο, πρὸ γάμου δηλαδὴ, καὶ ἔδωκαν στυγερῇσιν Ἐριννύσιν ἀμφιπολεύειν, ὣς ἐμὲ ἀϊστώσειε θεός. (Vers. 80.) εἶτα ἵνα μὴ ἀδύνατα δοκῇ εὔξασθαι, εἰ καὶ εἰς παράδειγμα τὰς Πανδαρέου κόρας παρήγαγεν, ἐπανακάμπτει πάλιν εἰς τὴν ῥηθεῖσαν βολὴν τὴν ἐξ Ἀρτέμιδος, ὡς οἷα προτιμωμένη τὸν αἰφνίδιον θάνατον, οὗ περ Ἄρτεμις αἰτία δοκεῖ. καὶ εὔχεται οὕτω θανεῖν, (Vers. 81.) ὄφρα, φησὶν, Ὀδυσῆα ὀσσομένη, ἤγουν ἀνειδωλοποιουμένη καὶ μὴ ἐκλαθομένη αὐτοῦ, καὶ γαῖαν ὑπὸ στυγερὴν ἀφικοίμην, (Vers. 82.) μηδέ τι χείρονος ἀνδρὸς εὐφραίνοιμι νόημα, τουτέστιν, ἵνα θάνοιμι ἔχουσα μνήμην τοῦ ἀρίστου ἀνδρὸς ἐγγεγραμμένην μοι ἀνεξάλειπτον εἰς ψυχήν. Πάνυ δὲ σεμνῶς εἴρηται τὸ, μὴ χείρονος ἀνδρὸς εὐφραίνοιμι νόημα, ἀντὶ τοῦ, μὴ ἑτέρῳ μιγείην ἀνδρί. δῆλον δ' ὅτι ὁ τοιοῦτος χείρων Ὀδυσσεῖ ἀντιδιαστέλλεται τῷ ἀρείονι καὶ ἀρίστῳ. ὁ δὲ λόγος οἰκεῖος καί τινι αἱρουμένῳ θανεῖν ἤ περ δευτέρου τινὸς εὐεργέτου μετὰ τὸν πρῶτον τυχεῖν. (Vers. 66.) Ὅρα δὲ ὡς ἡ ῥηθεῖσα παραβολὴ σχοινοτενῶς ἐσχημάτισται· μετὰ τρεισκαίδεκα γὰρ στίχους ἀποδέδοται. Μερόπη δὲ καὶ Κλαιοθήρα ἦσαν αἱ ἐνταῦθα τοῦ Πανδαρέου κοῦραι, ἃς οἱ μὲν βρεφόθεν ὀρφανισθῆναι φασὶν, ὡς ἐντεῦθεν ἀνάγκην εἶναι, τυρῷ καὶ μέλιτι καὶ τοιούτοις τισὶ βρεφοκομεῖσθαι αὐτάς. ἕτεροι δὲ μὴ ὀρφανισθείσας οὕτως ἐκτραφῆναι φασὶν, ἀλλὰ πρὸ τῆς ὀρφανίας, οἷα φιλουμένας τῇ Ἀφροδίτῃ. δοκοῦσι δὲ, ὡς καὶ προεγράφη, οὐ φαῦλαι τινὲς εἶναι κορίσκαι, ἀλλὰ καὶ περικαλεῖς καὶ ὡς εἰπεῖν ἐπαφρόδιτοι, καὶ συνεταὶ δὲ, ὡς νῦν ὁ ποιητὴς λέγει, καὶ ἐργατικαὶ, ἤδη δὲ ἴσως καὶ δειναὶ προσενεχθῆναι καὶ οὐ προσηνεῖς. ἀποβῆναι δὲ δυστυχεῖς ἔς γε τὸ μακρόβιον ἢ καὶ εἰς τὸ κατὰ βίον περιφανὲς καὶ εὔδαιμον· διὸ μυθευθῆναι, ἁρπαγῆναι μὲν ἀέλλαις διὰ τὸ ὁπωσοῦν ἀφανὲς, Ἐριννύσι δὲ παραδοθῆναι ἀμφιπολεύειν· ἐξ οὗ δὴ ῥήματος αἱ ἀμφίπολοι, ὡς δὲ ἀγρίως εἶχον αἱ Ἐριννύες, καὶ ὡς στυγεραὶ ἦσαν ἤγουν στυγηταὶ ἢ στυγναὶ, καὶ ὡς οἱ περὶ αὐτὰς ἐριννυώδεις καὶ αὐτοὶ, δῆλον ἐκ τῶν μύθων· οἱ καὶ Ἥραν μὲν δότειραν οἴδασιν εἴδους καὶ πινυτότητος, (Vers. 70.) εἰ καὶ ἄλλως κοινότερον ἡ Ἀθηνᾶ τοῖς πινυτοῖς ἐπιστατεῖ· Ἄρτεμιν δὲ μεγέθους τοῦ κατὰ γυναῖκας· Ἀθηνᾶν δὲ ταῖς γυναικείαις ἐφιστᾶσι τέχναις, Ἀφροδίτην δὲ γάμοις, εἰ καὶ ἑτέρως Ἥρα γάμων ἐπιστατεῖν λέγεται. (Vers. 69.) Ἰστέον δὲ καὶ ὅτι κατὰ τὰς ῥηθείσας ἐννοίας τὸ τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ κομίζεσθαι, οὐ μόνον βρεφοκομίαν παραδηλοῖ, ἀλλὰ καὶ τρυφῆς ἐστὶν οὗ ἔνδειξις. (Vers. 72.) Ἰστέον δὲ ὅτι καὶ τὸ δέδαε μέση λέξις ἐστί. καὶ νῦν μὲν ἀντὶ τοῦ ἐδίδαξε κεῖται, ὡς ταπολλὰ δὲ ἀντὶ τοῦ ἔμαθεν ἤτοι ἔγνω ἀπὸ μαθήσεως. οὕτω καὶ τὸ μανθάνειν μέσως ἔχει παρὰ τοῖς μεθ' Ὅμηρον, ὡς δηλοῖ τὸ, μανθάνει γράμματα παρὰ τοῖς σοφισταῖς. (Vers. 74.) Τέλος δὲ γάμου ἢ ὁ γάμος περιφραστικῶς ἢ ἡ τεκνοποιΐα. Θαλερὸν δὲ γάμον λέγει διὰ τὸ ἐκεῖθεν ἄρχεσθαι τοὺς ἀνθρώπους εἰς γενεὰν, ὧν ἑκάστῳ καὶ θάλος τὸ γεννηθὲν λογίζεται, ὡς τὸ, τοιόνδε θάλος χορὸν ἐσοιχνεῦσαν. (Vers. 76.) Ἐν δὲ τῷ, πάντα, ἤγουν μοῖραν ἀμμορίαν τε, μοῖραν φανερῶς τὴν εὐδαιμονίαν καὶ εὐτυχίαν φησίν· ἧς αἴτιος Ζεὺς ἐδόκει εἶναι ὁ καθ' εἱμαρμένην. ὁ δὲ τοιοῦτος Ὁμηρικὸς τόπος δοκεῖ ἀρχὴν ἐνδοῦναι τοῦ εἰς εἱμαρμένην ἀλληγορεῖσθαι τὸν Δία. (Vers. 77.) Τὸ δὲ, Ἅρπυιαι ἀνηρείψαντο, ταυτὸν, ὡς ἐῤῥέθη, τῷ, ἀνέλοντο θύελλαι, ὃ ἐν ἀρχῇ κεῖται τῆς παραβολῆς. (Vers. 78.) Τὸ δὲ ἀμφιπολεύειν οὐκ ἐξ ἀνάγκης δουλική ἐστι λέξις. τί γὰρ σεμνὸν ταῖς θεοφιλέσι κόραις τὸ δούλαις γενέσθαι; ἀλλ' ἁπλῶς τὸ συμπεριοδεύειν δηλοῖ. (Vers. 74.) Ἡ δὲ πρὸ γάμου ἁρπαγὴ τῶν νεανίδων, καθ' ἣν Ἀφροδίτη μὲν γάμον αὐταῖς ᾐτεῖτο, Ἅρπυιαι δὲ αὐτὰς ἀνείλοντο, χρήσιμος καὶ εἰς γάμου ψόγον, ὡς κρεῖττον δῆθεν λογισθὲν, Ἁρπυίαις ἀπαχθῆναι αὐτὰς ἤ περ γάμῳ ἐνδεθῆναι. ἄλλως δέ γε τὸ Ἁρπυίαις ἀνερειφθῆναι καὶ Ἐριννύσι δοθῆναι ἀμφιπολεύειν κόραι ἂν πάθοιεν ἔκτοποι πατρίδος γενόμεναι καὶ δειναῖς περιτυχοῦσαι τροφοῖς ἢ δεσποίναις. (Vers. 81.) Γαῖα δὲ στυγερὴ ἡ κατὰ τὸν Ἅιδην. ἡ γὰρ ἄνω φίλη μήτηρ, καὶ διατοῦτο Δήμητρος τόπος. καὶ ἄλλως δὲ ὁ τάφος εἴη ἂν γαῖα στυγερή. ὡς καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
