Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.231.1
Not analysed yet
ὅπου κεῖται ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ ἔμμεναι. Τὸ δὲ, εἴρετο γάρ μιν, ἐῤῥέθη πρὸς τὸ, οὐκέτ' ἔφη· εἰ γὰρ μὴ ἠρωτήθη, οὐδ' ἂν ἔφη. Ἡ δὲ, ὡς ἐῤῥέθη, τοῦ Τηλεμάχου διέκβασις εἰς ἀγορὰν εἰς μικρόν τι χρήσιμός ἐστι τῷ ποιητῇ, διὸ οὐδὲ πολυλογεῖ αὐτήν. ἐξελθὼν γὰρ ὁ Τηλέμαχος ἐκκλίνει μόνον τὸ οἴκοι ἐντυχεῖν τῷ πατρὶ καὶ ἀνάγκην σχεῖν ὁμιλῆσαι καὶ οὕτως ὑποψίαν κινῆσαι τινά. ὁ δὲ ἐν τοσούτῳ βλέπει τοὺς δούλους, ἤγουν τὸν συβώτην Εὔμαιον καὶ τὸν βουκόλον Φιλοίτιον, καὶ λαμβάνει πεῖραν χρησιμεύουσαν αὐτῷ. (Vers. 133.) Ἐκ δὲ τῶν ἀνωτέρω κειμένων τὸ μὲν ἐμπλήγδην ἑτέρους μὲν τιμᾶν χείρονας, τοὺς δὲ ἀρείονας ἀτίμως ἀποπέμπειν, ἀδιακρίτου ἤθους ἐστί. (Vers. 136.) Τὸ δὲ οἶνον μὲν πίνειν τινὰ ὄφρα ἐθέλῃσι, τοῦ δὲ οὐκέτι πεινῆν, αὐτάρκη δηλοῖ δίαιταν. (Vers. 140.) Τὸ δὲ, αὐτὰρ ὅ γε ὥς τις πάμπαν ὀϊζυρὸς καὶ τὰ ἑξῆς, ἐπί τινος ῥηθήσεται χαμαικοιτοῦντος ἑκοντί. (Vers. 143.) Τὸ δὲ ἔδραθε σύνθετόν ἐστι· δράθω γὰρ καὶ δραθεῖν τὸ ἀποτιθέναι τὸ δρᾶν, ὅ ἐστι βλέπειν, περὶ οὗ ἀλλαχοῦ εἴρηται. τὸ μέντοι πλάθειν παρὰ Σοφοκλεῖ ἐν τῷ, τὰ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν, οὐχ' οὕτω σύνθετόν ἐστιν, ἀλλ' ἐκ τοῦ πλῶ, τὸ πελάζω, γίνεται πλάθω· ἐξ οὗ ἴσως καὶ Πλαθάνη ἡ παρὰ τῷ κωμικῷ. (Vers. 149.) Ὅτι οἰκονομία εἰλαπίνης ἅ περ ἡ δούλη μαῖα ἐπιτάσσει ταῖς λοιπαῖς δμωαῖς, δῖα κληθεῖσα γυναικῶν αὕτη νῦν, καθὰ καὶ δῖος Εὔμαιος. φησὶ γάρ· ἀγρεῖθ', αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, ὅ ἐστι πονησάμεναι, ὡς πολλαχοῦ δηλοῦται, ῥάσατέ τε ἔν τε θρόνοις εὐποιήτοισι τάπητας βάλλετε πορφυρέους, περὶ ὧν καὶ αὐτῶν ἱκανῶς δεδήλωται ἐν ἄλλοις· αἱ δὲ σπόγγοισι τραπέζας πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας καὶ δέπα ἀμφικύπελλα· ταὶ δὲ μεθ' ὕδωρ ἔρχεσθε κρήνηνδε. εἰκὸς δὲ τὴν τραπεζοκόμον ταύτην σκευωρίαν μὴ οὕτω γίνεσθαι ἀεὶ, ἀλλὰ σήμερον διὰ τὴν ἑορτήν· νουμηνία γάρ ἐστιν. ἐπάγει δὲ ἡ γραῦς καὶ ὅτι οἴσετε θᾶσσον· διατί; οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλα ἦρι νέονται, τουτέστιν ἅμα ὄρθρῳ τῷ καὶ ἀλλαχοῦ κειμένῳ. ἐπεί, φησι, καὶ πᾶσιν ἑορτὴ, τουτέστι πάνδημος καὶ οὐ μόνοις τοῖς ὑπερφιάλοις μνηστῆρσι. νεομηνία γὰρ ἡ ἡμέρα, ὡς ἐῤῥέθη, Ἀπόλλωνος ἱερὰ, τουτέστιν ἡλίου, ὃς αἴτιος νεομηνίας συνοδεύων τηνικαῦτα τῇ σελήνῃ. διὸ εὐτυχῶς καὶ εὐκαίρως ὁ θεοφιλὴς Ὀδυσσεὺς τῶν ἔξω πάντων περὶ τὴν ἑορτὴν πονουμένων αὐτὸς μετὰ τόξου τοῖς ἐχθροῖς ἐπιθήσεται περὶ ἑορτὴν τοξότου Ἀπόλλωνος, ἐφ' ἧς τρεῖς σιάλους ὁ Εὔμαιος κομίζει, οἳ ἦσαν ἐν πᾶσιν ἄριστοι, ἕνα καθεκάστην κομίζειν εἰωθώς· καὶ Μελάνθιος δὲ αἶγας ἄγει, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι· καὶ Φιλοίτιος ἐκ τῆς ἀντιπέραν ἠπείρου φέρει βοσκήματα· καὶ οὕτω πολυτελὴς μὲν ἡ εἰλαπίνη, πολὺς δὲ ὁ φιλοτήσιος οἶνος, οἷς ὁ τῶν μνηστήρων κόρος σύντροχος. καὶ ῥᾷον οὕτω λοιπὸν πίπτουσι βεβαρημένοι, οἷς ἐπλήσθησαν εἰς τρυφήν. τούτου γὰρ ἕνεκεν ὁ ποιητὴς τὰ τοιαῦτα πλάττεται, ἵνα πολυτρόπως ὁ τῶν μνηστήρων φόνος πιθανολογηθῇ. Ὅρα δὲ πάλιν τὸ ἄριστον τεθὲν ἐπὶ συῶν καθὰ καὶ πρὸ τούτων. Τὸ δὲ ἀγρεῖτε γίνεται μὲν ἐκ τοῦ ἀγρέω ἀγρῶ, τὸ ἀγρεύω. ἔστι δὲ ταυτὸν τῷ σπουδαίως ἄγετε, καὶ, ὡς εἰπεῖν, ἄγετε ῥᾷον. διὸ καθάπερ ἄγε καὶ ἄγετε παρακελευσματικῶς, οὕτω νῦν μὲν ἀγρεῖτε. ἐν δὲ Ἰλιάδι ἑνικῶς· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην. Τὸ δὲ κορήσατε δῶμα ἀντὶ τοῦ σαρώσατε, καλλύνατε· ὅθεν καὶ κόρημα τὸ σάρον, δι' οὗ φιλοκαλεῖται γῆ· καὶ κόρη ἡ ἀπ' ἀνδρὸς καθαρὰ καὶ τὸ τῆς ὄψεως διειδές· καὶ νεωκόρος καὶ τὰ κατ' αὐτόν· καὶ ἐκκορηθείης ἀντὶ τοῦ ὡς κάθαρμα ἐκβληθείης. Ἰστέον δὲ ὅτι τὸ ῥηθὲν σάρον, ἤτοι σάρωτρον, καὶ ὄφελμα ἐκαλεῖτο κατὰ τοὺς παλαιοὺς ἐν ἀντιφράσει· οὐ γὰρ ὀφέλλονται ἤτοι αὔξονται τὰ σαρούμενα· διὸ καὶ τὸ σάρον παραιρεῖ καὶ μειοῖ. τοιοῦτον δέ τι καὶ τὸ σαροῦν διὰ τὸ πρωτότυπον σαίρω· ἐξ οὗ καὶ σήρανες γῆς, καὶ σεσηρέναι ῥῆμα, καὶ χείλη σεσηρότα· ἐφ' ὧν πάντων σχίσμα τι φαίνεται καὶ μείωσις ὁλότητος. ἐπεὶ οὐδέν τι τῶν σεσηρότων ἔστι συνεχὲς, ἀλλὰ τῇ διεχείᾳ πάσχει ἀπέλευσίν τινα τῆς ὁλότητος. (Vers. 150.) Τὸ δὲ ῥάσατε ἀντὶ τοῦ ῥάνατε, ὡς μὴ λιθοστρώτου ἴσως ὄντος τοῦ τῆς εἰλαπίνης δαπέδου εἰς τὸ πᾶν. ὅτι δὲ ἦν τι καὶ λίθοις ἐστρωμένον, δηλοῖ τὸ ἐν τοῖς ἑξῆς κραταίπεδον, περὶ οὗ φασὶν οἱ παλαιοὶ, ὅτι κραταίπεδον τὸ λιθόστρωτον καὶ οὕτω στεῤῥόν. ἐπεὶ καὶ κραταίποδες οἱ στεῤῥοὶ καὶ ἰσχυροὶ καθ' ὁμοιότητα τοῦ χαλκόποδες. θέμα δὲ τοῦ ῥάσατε ῥάζω, ἐξ οὗ ἐν τοῖς ἑξῆς τοῖχοι ἐῤῥάδαται ὁμοίως τῷ ὠνομάδαται καὶ τοῖς τοιούτοις. ὡς γὰρ βῶ βάζω, οὕτω καὶ ῥῶ ῥάζω. ἐκ δὲ τοῦ τοιούτου ῥῶ καὶ τὸ ῥαίνειν γίνεται. ὅθεν δὲ τὸ ῥάσατε, ἤγουν ῥάατε, ἐκεῖθεν καὶ τὸ παρὰ τῷ δειπνοσοφιστῇ ῥάσμα, οἷον, Δημήτριος ὁ Φαληρεὺς τάδε καὶ τάδε φαῦλα πράσσων ῥάσματα μύρων