# Commentarii ad Homeri Odysseam 2.233.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.233.1

γραφὴν διφορεῖσθαι τὸ, τοὺς μὲν κατέδησαν ὑπ' αἰθούσῃ. τινὰ γὰρ τῶν ἀντιγράφων ἐν θηλυκῷ γένει, φασὶ, τὰς μὲν κατέδησαν, οἱ τοῦ Μελανθίου δηλαδὴ δύο νομῆες, οἳ χάριν ἀγλαΐας αὐτῷ ἕπονται· οὐ μὴν τοιοῦτοι ὁ Εὔμαιος καὶ ὁ Φιλοίτιος· αὐτοὶ γὰρ οὐκ ἐκφωνοῦνται νομῆας ἔχειν, εἰ μή που κατὰ τὸ σιωπώμενον εἶχον μὲν καὶ αὐτοὶ, Ὅμηρος δὲ μόνων ἐμνήσθη αὐτῶν ὡς ἀναγκαιοτάτων τῷ Ὀδυσσεῖ. (Vers. 178.) Ὅτι ὁ ἀναιδὴς δοῦλος Μελάνθιος καὶ ἐνταῦθα κερτομεῖ, λέγων· ξεῖνε, ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις κατὰ δῶμα, ἀνέρας αἰτίζων; αὐτὰρ οὐκ ἔξεισθα θύραζε; (Vers. 180.) εἶτα καὶ κληδονιζόμενος καθ' ἑαυτοῦ φησί· πάντως οὐκέθ' ἡμᾶς διακρινέεσθαι ὀΐω, πρὶν χειρῶν γεύσασθαι· ὃ καὶ γέγονε μικρὸν ὕστερον. (Vers. 181.) αἰτιᾶται δὲ τὸν Ὀδυσσέα, λέγων καὶ ὅτι σὺ οὐ κατὰ κόσμον ἤτοι κοσμίως καὶ εὐτάκτως αἰτίζεις· εἰσὶ δὲ καὶ ἄλλοθι δαῖτες. καὶ οὕτω μὲν ὁ ἀτάσθαλος δοῦλος εἰς ἀκοσμίαν τάσσων τὸ χθὲς καὶ σήμερον παραμεῖναι τὸν πτωχὸν ἐπαιτοῦντα. (Vers. 184.) Ὀδυσσεὺς δὲ καὶ πάλιν μηδὲν προσειπὼν, ὅτι μηδὲ ἐχρῆν, ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων. Ἰστέον δὲ ὅτι νῦν μὲν τὸ ἀκέων οὐκ ἔχει ἀσάφειαν· ἐν δὲ τῇ φ ῥαψῳδίᾳ τὸ, ἀκέων δαίνυσθε καθήμενοι ξενίζον ἐστὶν, ὡς ληφθὲν ἀντὶ τοῦ ἡσύχως, καθά φασιν οἱ παλαιοί. γίνεται δέ, φασιν, ἐκ τοῦ ἀκεόντως, ἀποκοπὴν παθὸν, εἶτα ἔκτασιν τοῦ ο εἰς ω. (Vers. 182.) Δαῖτας δὲ καὶ ἀλλαχοῦ εἶναι φησὶν, οὐχ' ἁπλῶς διαπαντὸς, ἀλλὰ νῦν ἐν τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος. (Vers. 179.) Τοῦ δὲ ἔξεισθα θύραζε τὸ ἁπλοῦν πρὸ τούτων ἐν τῷ, βλήμενος εἶσθα θύραζε. (Vers. 181.) Ἰστέον δὲ ὅτι τὸ χειρῶν γεύσασθαι ἀστείως εἴρηται ὡς ἐπὶ ἀγαθῆς τινὸς βρώσεως, τοῦτο δὲ διὰ τὴν παρεπομένην ἡδονὴν τοῖς ὁπωσοῦν ἐρίζουσιν. (Vers. 185.) Ὅτι Φιλοίτιον ἱστορεῖ Ὅμηρος δοῦλον Ὀδυσσέως πέραν περί που τὴν ἤπειρον νέμοντα, ἔνθα καὶ ὁ κακὸς Μελάνθιος ἔνεμεν. ἀλλ' οὗτος μὲν οἷος ἦν, ἔγνωσται. οἷα δὲ καὶ πείσεται, γνωσθήσεται. Φιλοίτιος δὲ ἄρτι πρώτως ἐνταῦθα λαληθεὶς καὶ ὄρχαμος ἀνδρῶν προσαγορευθεὶς, καθά που καὶ ὁ Εὔμαιος, πιστὸς εἶναι φανεῖται τῷ δεσπότῃ κατὰ τὸν Εὔμαιον. τάχα δ' ἂν ὁ τοιοῦτος Φιλοίτιος ἀπὸ τοῦ φίλος παράγοιτ' ἂν ὁμοίως τῷ μένος Μενοίτιος. εἰπεῖν γὰρ ἐτυμολογεῖσθαι αὐτὸν παρὰ τὸ φιλεῖν οἶτον, ἀπίθανόν ἐστι διὰ τὸ δυσοιώνιστον τοῦ ὀνόματος· εἰ μὴ ἄρα ἐκ τοῦ φιλεῖν σύγκειται, ἀφ' οὗ ὁ φιλήτης ἤγουν ὁ κλέπτης, ἵνα οὕτως εἴη Φιλοίτιος ὁ ὑποκλέπτων θάνατον γυμνασίᾳ καὶ διαίτῃ σώφρονι. φιλήτου δὲ τοῦ εἰρημένου χρῆσις μὲν παρά τε Ἡσιόδῳ καὶ παρὰ Ἀρχιλόχῳ ἐν τῷ, φιλήτᾳ νύκτωρ περὶ πόλιν πολευμένῳ, ἤγουν κλέπτῃ νυκτιλόχῳ. ἐτυμολογία δὲ παρὰ τὸ ὑφελεῖν, ὅ πέρ ἐστι κλέψαι, ὡς ἂν ᾖ ὑφειλήτης, καὶ ἀφαιρέσει φειλήτης, καὶ ἀπελεύσει τοῦ ε τῆς ει διφθόγγου δι' αἰτίαν τὴν ἑτέρωθι δηλωθεῖσαν, φιλήτης. καὶ οὕτω μὲν ταῦτα. (Vers. 191.) ὁ δὲ Φιλοίτιος πρῶτα μὲν ἐρωτήσει τὸν σύνδουλον, τίς δὴ ὅδε ξεῖνος νέον ἦλθε; τίνων δ' ἐξεύχεται εἶναι; ποῦ δέ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; προσθεὶς καὶ ὅτι δύσμορος ὁ ξένος. καὶ ἔοικε δὲ δέμας βασιλῆϊ ἄνακτι. (Vers. 195.) ἀλλὰ θεοί, φησι, δυόωσιν, ἤγουν εἰς δύην καὶ κακοπάθειαν ἄγουσι, πολυπλάγκτους ἀνθρώπους, ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσονται ὀϊζύν. καὶ οὕτως εἰπὼν δεξιτερῇ δέχεται, ἤγουν δεξιοῦται χειρὶ παραστάς· καὶ χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσω ὄλβος, καὶ ἑξῆς ὡς καὶ ἄλλος τις πρὸ τούτου εὔξατο. (Vers. 201.) ἔτι δὲ σχετλιάζει καὶ κατὰ τοῦ Διὸς, λέγων καὶ αὐτὸς ἅ τις ἐρεῖ κατὰ τοῦ μετὰ τὸ ὠφελῆσαι βλάπτοντος· Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτὸς, ἤγουν γεννήσῃς, μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. ἔστι δ' ἐν τούτοις τὸ μὲν, θεῶν ὀλοώτερος, οὐ κατὰ σύγκρισιν, ἀλλ' ἁπλῶς ἀντὶ τοῦ, ὀλοὸς ἐν θεοῖς, ὃ καὶ ἀλλαχοῦ δεδήλωται. (Vers. 202.) Τὸ δὲ γείνεαι ὡς πρὸς τὸ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε· πατρὸς γὰρ τὸ γείνεσθαι, ἤτοι γεννᾶν. οἰκτιζόμενος ἐπὶ πλέον τὸν δεσπότην ὁ Φιλοίτιος φησίν· ἴδιον, τουτέστιν ἵδρωσα, ἠγωνίασα ὡς ἐνόησα, (Vers. 204. sqq.) εἶτα ἤγουν ὡς εἰς νοῦν ἔλαβον· δεδάκρυνται δέ μοι ὄσσε μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ κἀκεῖνον ὀΐω τοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. εἰ δ' ἤδη τέθνηκεν, ᾤ μοι ἔπειτα Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν ἔταξε τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. νῦν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, ὁποῖα τινὰ καὶ ὁ Εὔμαιος ὑπὲρ ἑαυτοῦ φθάσας αὐχεῖ, οὐδέ κεν ἄλλως ἀνδρί γε ὑποσταχύωτο βοῶν γένος εὐρυμετώπων· τὰς δ' ἄλλοι με κέλονται ἀγινεῖν αὐτοῖς ἔδμεναι· οὐδὲ παιδὸς ἀλέγουσιν, οὐδ' ὄπιδα τρομέουσι θεοῦ· ἐθέλουσι δὲ κτήματα δάσασθαι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
