# Commentarii ad Homeri Odysseam 2.234.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.234.1

ἄνακτος. (Vers. 218.) ἐμοὶ δὲ θυμὸς πόλλ' ἐπιδινεῖται, τουτέστιν εἰς πολλὰ στρέφεται. ποῖα δὴ ἐκεῖνα; μάλα μέν, φησι, κακὸν υἷος ἐόντος, τουτέστι ζῶντος, ἄλλων δῆμον ἱκέσθαι αὐτῇσι βόεσσιν, ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα βουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. (Vers. 222.) καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, τουτέστιν ἱκέτευσα, φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται. (Vers. 224.) ἀλλ' ἔτι τὸν δύστηνον ὀΐομαι, τουτέστιν ἐλπίζω, εἴ ποθεν ἐλθὼν ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη. ὅ πέρ ἐστι περίφρασις τοῦ σκεδάσει τοὺς μνηστῆρας. (Vers. 227. sqq.) οὕτω τοῦ Φιλοιτίου εἰπόντος θερμότερον, πιστωσάμενος Ὀδυσσεὺς εὔνουν αὐτὸν εἶναι πρῶτα μὲν λαλεῖ εἰς αὐτὸν ἔπαινον ἀγαθοῦ ἀνδρὸς, εἰπών· βουκόλε, ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας, γινώσκω δὲ καὶ αὐτὸς ὅ τοι, ἤγουν ὅτι τοι, πινυτὴ φρένας ἵκει καὶ ἑξῆς. (Vers. 230.) εἶτα πληροφορεῖ καὶ αὐτὸν ἔνορκος διὰ τοῦ Διὸς καὶ τῆς τοῦ Ὀδυσσέως ἱστίας, ὡς ἄρα ἐνθάδε ἐόντος ἔτι αὐτοῦ ἐλεύσεται Ὀδυσσεύς. ὃ δὴ καὶ Εὔμαιος ἀκούων χαίροι ἄν. σὺ δέ, φησιν, ἐσόψει εἴ περ ἐθέλεις κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν· ὃ δὴ καὶ προαναφώνησίς ἐστιν Ὁμηρική. τοῦ δὲ εὐξαμένου τοῦτο γενέσθαι συνεπεύχεται καὶ ὁ συβώτης. (Vers. 236. sq.) ἔστι δὲ ἡ τοῦ Φιλοιτίου εὐχὴ, ὁποίαν εὔξαιτ' ἄν τις δυνατὸς ὢν βοηθῆσαι τινί· αἲ γάρ, φησι, τουτέστιν εἴθε, τοῦτο, ξεῖνε, ἔπος τελέσειε θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. καὶ ἰδοὺ ὕπεστιν αὕτη ἐστρατολογημένη δυὰς δούλων τῷ Ὀδυσσεῖ ἐπίκουρος ἀξιόμαχος, ἑτοίμη οὖσα παραβοηθεῖν τῷ φίλῳ δεσπότῃ, καὶ οὕτω τῇ εὐνοίᾳ σπείρουσα καρπὸν χάριτος, ἡδίστης θεῶν, καθά τις ἔφη, οὐ μὴν ἀνακαλύψει τούτοις ἑαυτὸν Ὀδυσσεὺς, εἰ μὴ καὶ πρὸς τῷ ἔργῳ γένηται. ἔχει γὰρ καὶ νῦν λέγειν, ὡς οὐ πιστὰ πέλονται. (Vers. 235.) Ἰστέον δὲ ὅτι τε ὁ Φιλοίτιος, ὃν καὶ βοῶν ἐπιβουκόλον φησὶ κατὰ πλεονασμὸν προθέσεως, οὐ παρὰ τὸν οἶτον γίνεται, ὡς οὐδὲ ὁ Μενοίτιος, καθὰ ἐῤῥέθη ἀνωτέρω· καὶ ὅτι τὸ, ἐπὶ βουσὶν ἔταξεν, (Vers. 209.) ἀρχή ἐστι τοῦ ἐπιτάσσειν συνθέτου ῥήματος, ἐξ οὗ καὶ τὸ προστάσσειν ἐπινενόηται. ἐμφαίνεται δ' ἐνταῦθα καὶ ἀστεία ἔννοια τοῦ ἐπιβουκόλος· δοκεῖ γὰρ ἐπιβουκόλος εἶναι ὁ ἐπὶ βουσὶ τεταγμένος, εἴτουν ὁ ἐπὶ τῶν βοῶν ὡς ἐπιστατῶν αὐταῖς. οὕτω δὲ καὶ ἐπίουρος ὁ ἐπὶ φυλακῇ τεταγμένος, καὶ, ὡς εἰπεῖν, ἐπί τινος φυλακῆς. (Vers. 221.) Τὸ δὲ, καθήμενον ἄλγεα πάσχειν, βαρέως εἴρηται, ὡς τοῦ Φιλοιτίου ἀκινήτου δοκοῦντος εἶναι, εἰ οὕτω ζῇ ἐπαχθῶς. οὕτω καί τις ἐν Ἰλιάδι κεῖσθαι εἴρηται διὰ τὸ ἀπρακτεῖν. (Vers. 223.) Τὸ δὲ, ἐξικόμην φεύγων, δουλικὸν μὲν ἴσως, ἐπαινετὸν δὲ ἄλλως καὶ εὔγνωμον διὰ τὸ ὑπὲρ δεσπότου ἂν γενέσθαι. (Vers. 219.) Τοῦ δὲ, ἄλλων δῆμον ἱκέσθαι, ἑρμηνεία τὸ, ἄνδρας ἐς ἀλλοδαπούς· αὐτοῦ δὲ πάλιν τὸ, ἄλλον ὑπερμενέων βασιλήων. τοῦτο δὲ πρὸς διαστολὴν ἐῤῥέθη τοῦ Τηλεμάχου, βασιλέως μὲν ὄντος, μὴ οἵου δὲ βοηθεῖν ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ. δῆλον δὲ ὡς οὐκ ἀπίθανος ὁ τοῦ Φιλοιτίου λόγος. εἶχε γὰρ, εἴ περ ἱκέτης ἑτέρῳ βασιλεῖ προσῆλθεν αὐτοῖς οἷς ἔνεμε ζῴοις, ἐπικουρεῖσθαι πρὸς ἐκείνου ὡς μὴ ἂν ἀποκαταστήσεσθαι εἰσαῦθις τοῖς κατὰ τὴν Ἰθάκην δεσπόταις αὐτοῦ. ἔχει δὲ τὸ, ἄλλων δῆμον, διφόρησιν γραφῆς κατὰ τὸ ἄλλων· καὶ γὰρ καὶ αἰτιατικῇ γράφεται καὶ κατὰ γενικὴν πληθυντικήν. (Vers. 212.) Τὸ δὲ ὑποσταχύωτο ἀντὶ τοῦ αὔξοιτο δίκην σταχύων· ὧν ἕκαστος ἐξ ἑνὸς κόκκου πολύχους γίνεται τὸν καρπόν· ἐκ τοῦ στάχυος γὰρ τὸ ὑποσταχύεσθαι. οὐδὲν δὲ ἐκώλυεν, εἴ περ ἤθελεν εἰπεῖν καὶ ὑποσταχύοιτο. (Vers. 210.) Ὁ δὲ Κεφαλλὴν τὸ ἐθνικὸν ἐν δυσὶ γράφεται λ, ὡς καὶ προδεδήλωται. ὡς δὲ ὑπὸ βασιλεῖ τῷ Ὀδυσσεῖ ἦσαν οἱ Κεφαλλῆνες, καὶ ὡς ἀπό τινος Κεφάλου παρωνομάζονται, προγέγραπται καὶ αὐτό. ἐδηλώθη δέ τι περὶ αὐτῶν καὶ ἐν τῇ κατὰ τὴν Ἰλιάδα Βοιωτίᾳ. (Vers. 207.) Τὸ δὲ. ζώει καὶ ὁρᾷ φῶς, πρὸς ἀκρίβειαν καὶ νῦν κεῖται, ὡς πολλῶν ζώντων μὲν, μὴ βλεπόντων δέ. (Vers. 206.) Λαίφεα δὲ κἀνταῦθα πτωχικὰ παχέα ἱμάτια, ὡς καὶ τὰ σπεῖρα ἐν τῷ· σπεῖρα κάκ' ἀμφ' ὤμοισι. κυρίως δὲ λαίφεα αἱ τῶν πλοίων, φασὶν, ὀθόναι· ὅθεν οἱ κοινότεροι συνθέντες ἐκ τοῦ σάγος καὶ τοῦ λαῖφος σαγολαίφεα λέγουσιν. (Vers. 204.) Ἐκ δὲ τοῦ ἴδιον, ὃ δηλοῖ τὸ ἵδρουν, ὡς ἐῤῥέθη, καὶ ἴδος λέγεται ὁ ἱδρώς· ἀφ' οὗ ὁ ἰδάλιμος. (Vers. 196.) Τὸ δὲ, καὶ βασιλεῦσιν ἐπικλώσονται ὀϊζὺν, παιδευτικῶς δηλοῖ μὴ ἀδύνατον εἶναι καὶ βασιλεῖς πλάνῃ περιπίπτειν. ὃ καὶ Ὀδυσσεὺς ἔπαθεν. ὃν ὁ Φιλοίτιος ἐκ τοῦ εἴδους στοχασάμενος βασιλικὸν, ὡς ἐῤῥέθη, ἄνδρα εἶναι, ἤδη ἑτοίμως ἔχει μετὰ μικρὸν πιστεῦσαι αὐτὸν εἶναι τὸν Ὀδυσσέα, ὅτε καὶ πρὸς αὐτοῦ ἔσται, ὅσα καὶ παῖς ὑπὲρ πατρός· ἐπειδὴ καὶ αὐτὸν τυτθὸν ἐόντα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
