Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.235.1
Not analysed yet
θρεψάμενος ἐπὶ βουσὶν ἔταξεν, ὁποῖός τις τὴν ἡλικίαν καὶ ὁ Εὔμαιος τῇ συβωτικῇ ἐπεστάτησεν. (Vers. 194.) Ὅρα δὲ καὶ ἐνταῦθα, ὅτι τὰ περὶ πρόσωπον μόνα ἠλλοίωται τῷ Ὀδυσσεῖ, τὰ δὲ λοιπὰ βασιλεῖ ἔοικεν, ὡς ὁ Φιλοίτιος ἐδοκίμασεν, ἐκ τῆς καλάμης καὶ αὐτὸς στοχασάμενος. (Vers. 195.) δῆλον δὲ καὶ ὅτι τὸ, ἀλλὰ θεὸς εἰς δύην ἄγει πολυπλάγκτους ἀνθρώπους καὶ ἑξῆς, ὡς ἐγράφη, γνωμικῶς ἐῤῥέθη πρὸς λόγου ἀσφάλειαν, ἵνα μὴ εὐήθης ὁ Φιλοίτιος δόξῃ ἄνδρα πλανήτην εἰπὼν καὶ βασιλεῖ ἐοικέναι. Τὸ δὲ δυόωσι καὶ ὅλως τὸ δυᾶν ἤτοι κακοποιεῖν διὰ δύης οὐδ' αὐτὸ εὔχρηστον δίχα ποιήσεως. (Vers. 185.) ἡ δὲ τοῦ Φιλοιτίου εἰς Ἰθάκην ἔλευσις πιθανή ἐστι διὰ τὴν τῆς νουμηνίας ἑορτὴν, δι' ἣν ἦλθε καὶ αὐτὸς ἠπείρηθεν βοῦν στεῖραν ἄγων καὶ πίονας αἶγας. ὃ καὶ σαφηνίζων ὁ ποιητὴς, ἵνα μή τις καὶ αὐτὸν καὶ τὸν Μελάνθιον ἔσω τῆς Ἰθάκης οἴηται νέμειν, φησί· (Vers. 187.) πορθμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ὡς καὶ περὶ Φαιάκων προεῤῥέθη. (Vers. 186.) Βοῦς δὲ ἄγεται στεῖρα βιωτικῶς· ἐπεὶ τὰς τοκάδας περιέπεσθαι χρή. δῆλον δὲ ὡς καὶ αἰπολίοις ἐπιστατεῖ ὁ Φιλοίτιος, εἴ γε καὶ πίονας αἶγας ἄγει. (Vers. 227.) καλεῖται δὲ ὅμως βουκόλος, ἢ ἐκ τοῦ τιμιωτέρου ἢ ἐκ τοῦ πλεονάζοντος. εἰ δὲ καὶ πίονας αἶγας ἁπλῶς οὗτος ἄγει, ἀλλ' οὐκ ἤδη τὰς πᾶσι μετατρεπούσας αἰπολίοισιν· ἐκεῖνο γὰρ Μελανθίου ἔργον, ὃς μισῶν τοὺς δεσπότας τοῖς μνηστῆρσιν ἔχαιρεν. (Vers. 189.) εἰ δὲ καὶ ὁ Φιλοίτιος ὑπ' αἰθούσῃ ἐριδούπῳ κατέδησεν ἅ περ ἤγαγε ζῷα, οὐκ ἄρα δῶμα ἡ αἴθουσα, ἡ καὶ αἰθομένη ἡλίῳ καὶ ἀνέμοις δουποῦσα. οἰκοδομοῦνται μὲν γὰρ οἴκοι, ἐφ' ᾧ ἐκκλίνεσθαι χειμῶνάς τε καὶ καύσωνας. ἡ δὲ αἴθουσα οὔτε καύσωνός ἐστι σκέπη· αἴθουσα γάρ· οὔτε ἀνέμου, ἐρίγδουπος γὰρ διὰ τὴν τῶν ἀνέμων ἐπίῤῥηξιν. (Vers. 233.) Ἰστέον δὲ καὶ ὅτι τὸ, εἴ περ ἐθέλεις, ἀπόπειρά ἐστιν Ὀδυσσέως εἰς Φιλοίτιον, ὁποίαν φθάσας προεδοκίμασεν ἐν ἐπηκόῳ τοῦ υἱοῦ. (Vers. 228.) Τὸ δὲ, πινυτὴ φρένας ἵκει, ἀντὶ τοῦ φρόνησις. Καὶ ὅρα ὡς πρὸ ὀλίγων μὲν πινυτὴ Πηνελόπη ἐλέγετο, τουτέστι μετέχουσα φρονήσεως. νῦν δὲ πινυτὴ αὐτὴ ἡ φρόνησις. (Vers. 241.) Ὅτι μνηστῆρες μὲν καὶ νῦν Τηλεμάχῳ θάνατόν τε μόρον τε (Vers. 242.) ἤρτυον. ὡς δὲ αὐτοῖς ἀριστερὸς ἤλυθεν ὄρνις, τουτέστιν οἰωνὸς τοῦ μέλλοντος, αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν, ἐκώλυσεν Ἀμφίνομος, εἰπών· (Vers. 245.) ὦ φίλοι, οὐχ' ἡμῖν συνθεύσεται ἥδε γε βουλὴ, Τηλεμάχοιο δηλαδὴ φόνος, ἀλλὰ μνησώμεθα δαιτός. καὶ αὐτοὶ διὰ τὸ μοιρίδιον πείθονται· ἐπιήνδανε γὰρ αὐτοῖς ὁ μῦθος. δοκεῖ δὲ καὶ ὁ Ἀμφίνομος ἀετὸν μὲν νοῆσαι τὸ τοῦ Τηλεμάχου μέρος, τοὺς δὲ μνηστῆρας εἰς πέλειαν ἐχομένην τῷ κρατερωτάτῳ ἀετῷ, καὶ διατοῦτο κωλῦσαι τοὺς μνηστῆρας. οὐκ ἂν δὲ πάντως ἐπείθοντο, εἰ μὴ καὶ τεχνίτην αὐτὸν ἐν τοῖς τοιούτοις ᾔδεισαν εἶναι. πάνυ δὲ μέγα τὸ ἐξ Ὀδυσσέως κακὸν τοῖς μνηστῆρσι καὶ ὅσον τῇ πελείᾳ ἐξ ἀετοῦ, ὡς ὁ οἰωνὸς ἐδήλου. Τὸ δὲ συνθεύσεται ἀστείως καὶ αὐτὸ εἴρηται· οὐ γὰρ συνδραμεῖται, φησὶν, ἡμῖν τὸ βουλευθὲν, ἀλλὰ δηλονότι σκεδασθήσεται ἀφ' ἡμῶν καὶ οὐκ ἂν ἴδοιμεν αὐτό. εἰς κώλυσιν οὖν βουλῆς οἰκεῖον τὸ, οὐχ' ἡμῖν συνθεύσεται ἥδε γε βουλή. (Vers. 249.) Ὅτι διασκευάζων τὴν τῶν μνηστήρων ἐν τῇ ἄρτι νουμηνίᾳ δαῖτα, φησί· Χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε· περὶ ὧν ἀλλαχοῦ προγέγραπται. οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους, (Vers. 251.) καὶ βοῦν ἀγελαίην, τουτέστι νομαδικὴν, ἄφετον, ἀδάμαστον. (Vers. 252.) σπλάγχνα δ' ἂρ ὀπτήσαντες ἐνώμων, ὅ ἐστι παρεῖχον. δηλοῖ δέ ποτε ἡ λέξις καὶ κίνησιν. (Vers. 253.) ἐν δέ τε οἶνον κρατῆρσι κερόωντο, τουτέστιν ἐμίγνυον· κύπελλα δ' ἔνειμε συβώτης. καὶ ἔστι ταυτὸν τὸ νέμειν καὶ τὸ νωμᾶν. σῖτον δ' ἐπένειμε Φιλοίτιος καλοῖς ἐν κανέοισιν. (Vers. 255.) ἐῳνοχόει δὲ Μελανθεὺς ὁ καὶ Μελάνθιος. (Vers. 256.) οἱ δ' ἐπεχείρουν τοῖς προκειμένοις. (Vers. 257.) Τηλέμαχος δὲ κέρδεα νωμῶν, ἤτοι κινῶν, στρέφων εἰς νοῦν, Ὀδυσῆα καθίδρυεν ἐντὸς εὐσταθέος μεγάρου παρὰ λάϊνον οὐδόν· (Vers. 259.) καὶ οὐκ ἀφῆκε τὸν ξεῖνον κατὰ γῆς καθῆσθαι ὡς χθὲς, ἀλλὰ δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν, ὡς πτωχῷ ἔπρεπε, παρετίθει καὶ σπλάγχνων μοῖραν, τὸ μὲν φαινόμενον ἐπὶ τιμῇ τοῦ ξένου, ἄλλως δὲ, ὅτι κέρδεα ἐν φρεσὶν ἐνώμα· ὧν κεφάλαιον τὸ τοὺς μνηστῆρας ἐρεθίζειν κατ' αὐτοῦ, ἵνα τάχιον τὸ κατ' ἐκείνων κακὸν γένηται. διὸ καὶ αὐτὸς τῷ ξείνῳ διακονεῖ, οὐκ ἀφιεὶς τοῖς δούλοις τοῦτο ποιεῖν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ δριμύτερον τοὺς μνηστῆρας προσφθέγγεται, μήτε κακολογεῖν τὸν ξένον αὐτοὺς ἐθέλων μήτε χερσὶ πειρᾶσθαι. (Vers. 260. sqq.) διὸ καὶ οἶνον