# Commentarii ad Homeri Odysseam 2.24.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.24.1

Ὀδυσσέα ἐβόσκοντο, ἡμέρως ὡς εἰκὸς ἔχουσαι καὶ διατοῦτο καὶ ῥᾷον κατασχεθεῖσαι καὶ ἀθορύβως ὡς μηδέν τι γνῶναι τὸν Ὀδυσσέα. Ὅτι τὸ ἐνθυμηθῆναι ἐμπεσεῖν θυμῷ λέγει ἐν τῷ, καί μοι ἔπος ἔμπεσε θυμῷ μάντιος ἀλαοῦ. (Vers. 269.) Ὅτι δὶς ἐνταῦθα τερψίμβροτον λέγει τὸν Ἥλιον ὁ Ὀδυσσεὺς, αἰνιττόμενος ὡς οὐκ ἐχρῆν αὐτὸν λύπην πρὸς βροτῶν πάσχειν οὓς αὐτὸς τέρπει. ὅθεν οἱ τοῦ Ὀδυσσέως ἑταῖροι λυπήσαντες αὐτὸν εἰκότως ὤλοντο. (Vers. 275.) Ὅτι πρόῤῥησιν κακοῦ ἔχει τὸ, ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. (Vers. 277.) Ὅτι καὶ ἐνταῦθα τὸ κατεκλάσθη φίλον ἦτορ ἀντὶ τοῦ κατέπεσε διὰ ῥᾳθυμίαν, ὡς ἐκ μεταφορᾶς τῶν κλωμένων σωμάτων. (Vers. 279.) Ὅτι σχέτλιος καὶ ὧδε ὁ καρτερικὸς καὶ ἀνένδοτος ἐν τῷ, σχέτλιος εἶς Ὀδυσσεῦ. διὸ ἑρμηνεύων ἐπάγει· περί τοι μένος, ἀντὶ τοῦ, περιττόν σοί ἐστι μένος. καὶ πάλιν· οὐδέ τι γυῖα κάμνεις. καὶ πάλιν· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται. καὶ ὅρα ὡς τετράκις ἐνταῦθα εἶπε κομματικῶς τὸ αὐτὸ νόημα κατὰ γοργότητα. ταυτὸν γὰρ τῷ, σχέτλιος εἶς, καὶ περί τοι μένος, καὶ οὔ τι γυῖα κάμνεις, καὶ σιδήρεά σοι πάντα. (Vers. 280.) ἔπαινοι δὲ ταῦτα καρτερικοῦ καὶ φερεπόνου ἀνδρός. σεμνότερον δὲ πέφρασται τὸ τέταρτον κόμμα καὶ ποιητικώτερον, ὁποῖόν τι καὶ τὸ, σιδήρεόν νύ τοι ἦτορ. πλὴν ἐκεῖ μὲν ἦτορ μόνον σιδήρεον, ἐνταῦθα δὲ πάντα σιδήρεα. (Vers. 281.) Ὅτι ἐν τῷ, ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ ὕπνῳ, κάματον μὲν λέγει τὸν ἤδη γενόμενον, ὕπνον δὲ τὸν μὴ γεγονότα, ἤγουν οὗ ἐστέρηνται οἱ τοῦ Ὀδυσσέως φίλοι. διὸ καὶ ἀδηκότες εἰσὶν ἤγουν ἀηδῶς ἔχοντες διά τε τὸν κάματον καὶ διὰ τὸ ἐστερῆσθαι ὕπνου. εἰπεῖν γὰρ ὕπνον κατά τινας τὴν ἀγρυπνίαν ἀντιφραστικῶς ὀκνήσῃ ἄν τις. Ἰστέον δὲ ὅτι τε πολλὴ χρῆσις παρὰ ποιηταῖς τοῦ ἀδηκὼς ἀδηκότος, καὶ ὅτι ἐκ τοῦ κατὰ τὸν τοιοῦτον παρακείμενον ἐνεστῶτος ἤγουν τοῦ ἀδῶ ἀδήσω καὶ τοῦ ἐκεῖθεν παθητικοῦ παρακειμένου ἄῤῥητον γίνεται ὄνομα ἀδήμων ἀδήμονος, ὅθεν τὸ ἀδημονεῖν, καὶ ὅτι καὶ ἆδος ὁ κόρος τῷ εἰρημένῳ ῥήματι γειτνιάζει, καὶ ὅτι ἀδεῖν λέγεται ἄλλως τὸ ἀρέσκειν ὡς ἀπὸ δευτέρου μέλλοντος οὗ ἐνεστὼς θεματικὸς τὸ ἥδω ἤτοι εὐφραίνω, δασυνομένου αὐτοῦ εἰ καὶ τὸ ἀδεῖν ψιλοῦται Αἰολικῶς, οὗ χρῆσις ἐν Ἰλιάδι. ὅτι δὲ τὸ ἀδῶ ἀδήσω καὶ αὐτόχρημα τὸ ἥδεσθαι δηλοῖ ποτὲ, δῆλον ἀπὸ χρήσεως Ἱππώνακτος ἣν Ἡρακλείδης προφέρει, εἰπόντος, ἄδηκε βουλὴ, ἤγουν ἤρεσκε τὸ βούλευμα, καὶ εἴη ἂν τοῦ τοιούτου παρακειμένου μετοχὴ, ἀδηκὼς ὁ ἡδυνθεὶς ἀπεναντίας τῷ Ὁμηρικῷ. εἰ δὲ ἐκ τοῦ τοιοῦδε ἄδηκα καὶ τοῦ ἀδηκὼς γίνεται Ἀττικῶς μὲν καὶ Αἰολικῶς τὸ εὔαδεν ἀντὶ τοῦ, ἡδὺς ἔδοξε, κοινότερον δὲ τὸ, ἑαοδότα μῦθον ἔειπε, ζητητέον ἐς ἀκριβές. (Vers. 283.) Ὅτι κεῖται τὸ ἀμφιρύτη καὶ ἐνταῦθα μετὰ ἑνὸς ἀμεταβόλου. καὶ λαρὸς δόρπος ὁ γλυκὺς μετὰ ἐκτάσεως τοῦ διχρόνου, καὶ νὺξ θοὴ ἡ ταχεῖα, ἢ καταθετικὴ, ἢ ὀξεῖα, ὡς δεδήλωται ἀλλαχοῦ. (Vers. 279.) Ὅτι ὁ τοῦ Ὀδυσσέως κηδεστὴς Εὐρύλοχος ἐπιτηδείως προσεπαινέσας τὸν Ὀδυσσέα ὡς τλησίπονον, εἶτα καὶ μεμψάμενος εἰ μὴ τοὺς φίλους ἐᾷ γῆς ἐπιβῆναι κατὰ τὴν Ἡλίου νῆσον δόρπου χάριν, ἀλλ' αὔτως διὰ νύκτα ἐθέλει αὐτοὺς πλανᾶσθαι νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέϊ πόντῳ, ἐπάγει· (Vers. 286.) ἐκ νυκτῶν δ' ἄνεμοι χαλεποὶ δηλήματα νεῶν γίνονται, ὅ ἐστι βλάβαι, ὄλεθροι. πῇ κέν τις ὑπεκφύγῃ αἰπὺν ὄλεθρον ἤν πως ἐξαπίνης ἔλθοι ἀνέμοιο θύελλα, (Vers. 289.) ἢ Νότου ὃς καὶ πνευσεῖται μετὰ μικρὸν, ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα (Vers. 290.) νῆα διαῤῥαίουσι θεῶν ἀέκητι ἀνάκτων, ἐν τῷ ἐκεῖ δηλαδὴ κλίματι. ἐν ἑτέροις γὰρ τόποις ἕτεροι ἄνεμοι χείριστοι καὶ ὀλέθριοι. (Vers. 286.) Τὸ δὲ ἐκ νυκτῶν ἀντὶ τοῦ ἐν αὐταῖς νυξί. μετ' ὀλίγα οὖν ὅτε τρίχα νυκτὸς ἦν ἐγείρεται ζαὴς ἄνεμος, ἢ καὶ μετὰ νύκτας, ὁμοίως τῷ, πρόβατα πιόμενα ἐκ βοτάνης, ἤγουν μετὰ τὸ βοσκηθῆναι. Δηλήματα δὲ ἀπὸ τοῦ δηλῶ δηλήσω, ἐξ οὗ καὶ τὸ δηλητήριον. τὸ δὲ θεῶν ἀέκητι ὑπερβολικῶς ἐῤῥέθη, καθὰ καὶ προδεδήλωται. (Vers. 293.) Ὅτι τὸ ἐκ γῆς ἀποπλεύσειν ἐνήσειν πόντῳ λέγει ἐν τῷ, ἠῶθεν δ' ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντῳ τουτέστιν ἐμβαλοῦμεν, τὴν νῆα δηλαδή. ἀναβῆναι δὲ καὶ νῦν τὸ ἀναπλεῦσαι. (Vers. 294.) Ὅτι πειθοῦς παραστατικὸν τὸ, ὣς ἔφατο ὁ δεῖνα, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι. (Vers. 295.) Ὅτι ἐν τῷ, καὶ τότε δὴ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, ὅ περ οἰκεῖον λέγειν ἐν προγνώσει κακοῦ, ἔστιν ἐνθυμηθῆναι καὶ τὸ Σοφόκλειον γνωμάτευμα, τὸ λέγον· δεινὸν τὸ φρονεῖν ἔνθα μὴ τέλη λύει φρονοῦντι, τουτέστι, δεινόν ἐστι προειδέναι τὸ μέλλον, ἔνθα μὴ λυσιτελεῖ τῷ προειδότι. τοῦτο γὰρ πραγματικῶς ἐνταῦθα διδάσκων ὁ ποιητὴς προειδέναι μέν φησι τὸν Ὀδυσσέα ὡς κακὰ ἔσται τοῖς περὶ αὐτὸν προσορμισθεῖσι τῇ τοῦ Ἡλίου νήσῳ, ἀνῦσαι δὲ ὅμως αὐτὸν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
