# Commentarii ad Homeri Odysseam 2.241.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.241.1

(Vers. 355.) εἰδώλων δὲ πλέον, τουτέστι πλῆρες, πρόθυρον, πλείη δὲ καὶ αὐλὴ, (Vers. 356.) ἱεμένων οὐ πρὸς ἥλιον, ἀλλὰ Ἔρεβόσδε ὑπὸ ζόφον· ὅ περ ὅμοιόν ἐστι τῷ, εἰς ἑσπέραν ἢ Ἅιδην. (Vers. 357.) ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς. καὶ οὕτω μὲν ὁ μάντις. αὐτοὶ δὲ καὶ πάλιν γελῶσιν, ὡς ῥηθήσεται. ταῦτα δὲ ὡς ἀπὸ ἡλίου ἐκλείψεως ὁ σοφὸς μάντις καθορᾷ, ὅτε καὶ αἵματι ἂν ἐῴκει τὰ τῆς φαύσεως τῶν ἀκτίνων, ὡς καὶ τοὺς τοίχους αἵματι δοκεῖν βάπτεσθαι καὶ κρέα δὲ τοιούτῳ φορύσσεσθαι βάμματι. καὶ αὐτοὶ δὲ ὡς ἐν νυκτὶ ἐδόκουν εἶναι διὰ τὸ τηνικαῦτα ζοφῶδες τοῦ ἀέρος. ἴσως δὲ καὶ τὸν μάντιν, φασὶν, εἰκὸς οἷον ἐνθουσιῶντα καὶ κάτοχον Ἀπόλλωνι θεοφορήτως προβλέπειν καὶ οὕτω προλέγειν ὡς τῷ οἴκῳ ἐμφανταζόμενα τὰ μικρὸν ὅσον ἐπισυμβησόμενα. εἰ δὲ οἱ μνηστῆρες θαυμάζουσιν ἀποροῦντες, διατί μὴ καὶ αὐτοὶ ὁμοίως διορῶσιν, ἔχουσιν ἀκοῦσαι καὶ αὐτοὶ, ὅτι ὀφθαλμοὺς μὲν, οἷς ὁρῶσι τὰ αἰσθητὰ, ἔχουσιν· ᾧ δὲ διορῶνται τὰ νοερὰ, οὐκ ἔχουσι. καὶ τῶν εἰδώλων δὲ ἡ ἔμφασις τὰς τῶν μνηστήρων ἐμφαίνει ψυχὰς ἰούσας ἤδη πρὸς Ἅιδου ζόφον. ἡ δὲ τοῦ ἡλίου ἔκλειψις, ὡς καὶ προδεδήλωται, οὐκ ἀπίθανος, οἷα γενομένη μὲν ἐν νουμηνίᾳ, οὐ γνωσθεῖσα δὲ ἑτέροις τισὶν ἀλλ' ἢ μόνῳ τῷ φιλοσόφῳ καὶ μαντικῷ Θεοκλυμένῳ, ὡς καὶ τὰ τοιαῦτα εἰδότι. καὶ μήν τινες τὸ, ἠέλιος οὐρανοῦ ἐξαπόλωλεν, οὐκ ἐνόησαν ἐπὶ τοῦ ἐκλιπεῖν, ἀλλ' ὅτι τοῖς μνηστῆρσιν ὁ ἥλιος ἤδη ἐπιλέλοιπεν ὡς τεθνηξομένοις, καθὰ καὶ Θεόκριτος ἥλιον πάντα δεδυκεῖν λέγει τῷ ἤδη θνήσκοντι. (Vers. 347.) Ἰστέον δὲ ὅτι τὸ, γναθμοῖς γελᾶν ἀλλοτρίοις, καὶ νῦν ἐπιπολάζει λέγεσθαι παροιμιακῶς. τοὺς γάρ τοι, ἐφ' οἷς μὴ ἄξιον γελῶντας ἐκ θυμοῦ ἢ ἀμηχανίας τινὸς, ξέναις φαμὲν γελᾶν παρειαῖς, ὥς περ καὶ τοὺς πρὸς βίαν ἐσθίοντας ἀλλοτρίοις ἐσθίειν γναθμοῖς, ὡς τῶν οἰκείων δῆθεν ὀκνούντων. καὶ ἔστιν ὁ τοιοῦτος γέλως ἕτερός τις παρὰ τὸν σαρδόνιον. καὶ ἄλλως δὲ φράσαι, τὸ μὴ κατὰ προαίρεσιν, μηδὲ ἡδέως ἐνεργοῦν μόριον, οὐδὲ μέλος οἰκεῖον εἶναι λογιζόμεθα· ὃ καὶ οἱ μνηστῆρες πάσχουσιν. ἔτι δὲ καὶ ἄλλως, σύμβολόν ἐστι τὸ ῥηθὲν τοῦ ἐξεστηκέναι τοὺς μνηστῆρας ἑαυτῶν ὡς οἷον μηδὲ ἐν σώμασιν εἶναι. διὸ καὶ ἀπηλλοτρίωνταί πως αὐτοί τε τῶν οἰκείων σωμάτων καὶ αὐτὰ ἐκείνων, ὡς δοκεῖν ὡς ἀλλοτρίοις γελᾶν γναθμοῖς. ὤσσοντο γὰρ ἤδη θάνατον αὐτοῖς αἱ ψυχαὶ καὶ ἁρμονίας φυσικῆς παράλυσιν καὶ μελῶν καὶ μερῶν ἀποξένωσιν. οὕτω καὶ τὸν μὴ μετὰ ἐπιθυμίας ἐσθίοντα στόματι ἀλλοτρίῳ φαμὲν ἐσθίειν. καὶ ὁ ἐν λόγοις δὲ παρήκοος ὅμοιόν τι σκωφθείη ἂν κατὰ τῆς ἀκοῆς. οὕτω δὲ καὶ δι' ἐλπίδα κακοῦ τινὸς βάδην περιπατῶν καὶ ὡς οὐκ ἂν ἐθέλῃ. καὶ χεῖρα δέ τις ἐπιβαλὼν ἔργῳ πρὸς βίαν ἀλλοτρίᾳ εἴποι ἂν χειρὶ πρᾶξαι. οὐκ ἀφέξεται δὲ τοιαύτη ἔννοια οὐδὲ ὀφθαλμοῦ, ὅτε βλέπει ἃ μὴ βούλεται. ἴσως δὲ τὸ, γναθμοῖς ἐγέλων ἀλλοτρίοις, καὶ ὅμοιόν ἐστι τῷ, ἀχρεῖον ἐγέλασεν, ὃ ἐπὶ τῆς Πηνελόπης εἴρηται. Τὸ δὲ γελοίων πλεονασμὸν ἔχει τοῦ ἰῶτα, ὡς ἀπὸ τοῦ γελόων, ἤγουν ἐγέλων γενόμενον· ἔστι γὰρ γελόω ῥῆμα, ὡς ὁρόω, βοόω καὶ τὰ τοιαῦτα. διὸ καὶ γελόωντες ἐρεῖ ἐν τοῖς ἑξῆς· καὶ, αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι· καὶ προϊὼν δὲ αὖθις γελοίωντες εἴποι κατὰ ὅμοιον πλεονασμὸν, οἷα μὴ ἔχων εἰπεῖν γελώωντες μετὰ ἐκτάσεως τῆς λο συλλαβῆς. τὰ γὰρ διὰ τοῦ ώω ὑπὲρ δύο συλλαβὰς βαρύτονα μακροῦ θέλει ἔχειν τὴν προπαραλήγουσαν, ὡς τὸ μαιμώω, ἡβώω. τὸ δὲ γελόω βραχείᾳ συλλαβῇ προπαραλήγεται· ὅθεν διὰ προσθήκης τοῦ ἰῶτα ἡ τῆς παραληγούσης ἔκτασις γίνεται ὁμοίως τῷ, ἠγνόησαν, ἠγνοίησαν, καὶ τῷ, ἀλοῶ, ἀλοιῶ· οἷον, ὀστέον ἄχρις ἀπηλοίησε, καὶ τοῖς τοιούτοις. (Vers. 348.) Αἱμοφόρυκτα δὲ κρέα τὰ αἱμοβαφῆ, ὁποῖα καὶ τὰ ὠμά. συγκέκοπται δὲ ἡ λέξις ἐκ τοῦ αἱματοφόρυκτα· ἄλλως γὰρ παρὰ τὸ αἷμα αἱμαφόρυκτα ὤφειλεν εἶναι. τοιοῦτον δὲ καὶ τὸ αἱμόῤῥυτον καὶ τὸ αἱμοβαφὲς καὶ αἱ παρὰ τῷ Λυκόφρονι αἱμόφυρτοι μάχαι. δῆλον δὲ καὶ ὅτι τὰ αἱματηρὰ σύμβολα οὐδέν τι δηλοῦσιν αἴσιον, οὔτε τὴν ἐπ' ἀληθείᾳ, οὔτε τὰ κατὰ ἔμφασιν· ὧν τοῦ μὲν δήλωσις αἱ ἐν Ἰλιάδι αἱματόεσσαι ψιάδες καὶ τὰ κατ' αὐτὰς, τοῦ δὲ ἡ ἐνταῦθα μαντικὴ θεωρία. συμφωνεῖ δὲ τῷ τοιούτῳ λόγῳ καὶ παροιμία λέγουσα ἐπὶ τῶν ἀδυνάτων τὸ, πρότερον αἷμα ὕσει ἤ περ δηλαδὴ τόδε τι γενήσεται. (Vers. 352.) Τὸ δὲ εἰλύαται ἀντὶ τοῦ, κεκαλυμμέναι εἰσὶν, ὡς ἀπὸ τοῦ εἰλύω· ἀφ' οὗ καὶ τὸ ἐπειλύω καὶ εἰλυὸς ὁ φωλεός. τὸ μέντοι εἰλύω ἐκ τοῦ εἰλῶ γίνεται κατὰ παραγωγήν. ἔοικε γάρ πως κρύψει καὶ ἡ εἴλησις. (Vers. 353.) Τὸ δὲ, οἰμωγὴ δέδηε, τὸν ἐκ πολέμου δηλοῖ θρῆνον. ἀπὸ τοῦ δαίω γὰρ τὸ δέδηεν, ὅθεν καὶ δαῒς καὶ δηῒς ὁ καυστερὸς πόλεμος, εἴτουν πυρόεις, ἤδη δὲ καὶ πύρινος κατὰ τὸ, πύρινος πόλεμος σφοδρὸς πάνυ Ῥωμαίων πρὸς Κελτίβηρας καὶ ἀδιά-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
