Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.242.1
Not analysed yet
λειπτος. (Vers. 354.) Περὶ δὲ τοῦ ἐῤῥάδαται, οὗ ῥάζω τὸ θέμα, καὶ τίνες αἱ μεσόδμαι, προδεδήλωται ἐν τῷ ῥάσατε. δῆλον δ' ὅτι ὁ τὸ ἐρηρέδαται γνοὺς, ὃ ἐν τοῖς φθάσασιν ἐδηλώθη, ἐκεῖθεν εἴσεται καὶ τὴν κίνησιν τοῦ ἐῤῥάδαται. Ἡρακλείδης δὲ ἀκριβέστερόν τι τῶν ἐκεῖ γεγραμμένων παραδιδοὺς διὰ καθαροῦ ἐκφέρεσθαι λέγει πληθυντικὰ Ἰωνικὰ κατὰ τὴν παρατέλευτον, τὸ κεκλέαται, νενοέαται, εἵαται διὰ διφθόγγου, καὶ ἥαται διὰ τοῦ ἦτα, καὶ ὅσα τοιαῦτα, ὧν καὶ ἡ Ἰλιὰς μέμνηται. ὅσα δὲ τῇ δᾶ συλλαβῇ παραλήγονται, σύμφωνον πρὸ τοῦ ἄλφα ἔχειν φησὶν ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος. τοῦτο δὲ ἐπὶ μὲν τοῦ ἐρείδω ἐρηρέδαται ὀρθῶς εὐοδοῦται· ἐπὶ δὲ τοῦ ὀνομάζω ὠνομάδαται, καὶ ῥάζω ἐῤῥάδαται οὐκ ἄλλως ἂν ἔχοι ἀληθεύειν, εἰ μὴ διὰ τὴν τοῦ ζ πρὸς τὸ δ συγγένειαν τὴν μυριαχοῦ φαινομένην, ἵνα ᾖ ὥς περ ἐξ ὀρθοῦ ἐρείδω ἐρηρέδαται, οὕτω καὶ ἐκ τοῦ δῆθεν ὀνομάδω καὶ ῥάδω ὠνομάδαται καὶ ἐῤῥάδαται. λέγει δ' ἐκεῖνος καὶ ὡς οὐκ ἔστιν ἀπὸ τοῦ ῥαίνω γενέσθαι τὸ ἐῤῥάδαται. ἦν γὰρ ἄν, φησιν, ἐῤῥάναται τοῖχοι, ἵνα ἦν πρὸ τοῦ ται τὸ ν τὸ ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος, ὡς καὶ ἐπὶ τοῦ ἐρηρέδαται. (Vers. 358.) Ὅτι μαντευσαμένου, ὡς ἐῤῥέθη, τοῦ Θεοκλυμένου οἱ μνηστῆρες πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασαν. (Vers. 360.) Εὐρύμαχος δὲ καὶ λαλεῖ σκωπτικῶς τὰ εἰκότα εἰπών· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν ἐλθὼν, ὡς εἴ περ δηλαδὴ πάλαι ἦν ἐλθὼν, ἐφρόνει ἂν ἡμῖν συναναστραφείς. ἀλλά μιν αἶψα νέοι δόμου ἐκπέμψασθε θύραζε εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει. καὶ ὁ Θεοκλύμενος, (Vers. 364.) Εὐρύμαχέ, φησιν, οὔ τί σε ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω (Vers. 366.) καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικὴς, ὥστε δηλαδὴ καὶ ἀφραίνειν με. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ἐρχόμενον, τὸ μὲν οὔ τις ὑπεκφύγῃ οὐδ' ἀλέαιτο ἀνδρῶν, οἳ ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε. (Vers. 372.) καὶ ὁ μὲν οὕτως εἰπὼν ἐξῆλθε καὶ ἀφίκετο εἰς τὸν προῤῥηθέντα Πείραιον· ἀποστερήσας μὲν συμμάχου τὸν Ὀδυσσέα, δηλώσας δὲ ὅμως τῷ Ὀδυσσεῖ, ὅ περ ἐκεῖνος ἤθελε. καὶ εἶχε μὲν ὁ ποιητὴς μεθοδεῦσαι, παραμεῖναι τῇ μάχῃ καὶ τὸν Θεοκλύμενον, οὐκ ἐθέλει δὲ, μὴ καὶ δόξῃ Ὀδυσσεὺς περιγενέσθαι τῶν μνηστήρων πλήθει συμμάχων. εἰπὼν οὖν ὁ μάντις ὅσα φίλα τῷ Ὀδυσσεῖ, ἄπεισι· καὶ οἱ μνηστῆρες πάλιν γελῶσιν, Ὁμήρου καὶ τοῦτο πιθανῶς πρὸς τῷ τέλει τῶν κατ' αὐτοὺς πλάσαντος, ἵνα ὄλεθρος αὐτοῖς ἐπέλθοι μὴ ὅτι γε κακόν τι καραδοκοῦσιν, ἀλλὰ καὶ μᾶλλον ἐπεγγελῶσιν εἴ τι κακὸν ἀκούσουσι. διὸ καὶ παρασημειώσεται ἐν τῷ τέλει τῆς ῥαψῳδίας, ὅτι τὸ μὲν δεῖπνον αὐτοῖς γέλωτας εἶχεν, ὁ δὲ δόρπος οὐκ ἦν εὔχαρις. (Vers. 361.) Ὅρα δὲ τὸ, ἐκπέμψασθε θύραζε, παθητικῶς νῦν λεχθέν· ἐν ἄλλοις γὰρ καὶ ἐνεργητικῶς φράζεται. (Vers. 365.) Ἐν δὲ τῷ, εἰσί μοι ὀφθαλμοὶ καὶ οὔατα καὶ πόδες ἄμφω καὶ νόος, καὶ ἀστεῖος καὶ γοργὸς ὁ λόγος. λέγει γὰρ, ὅτι εἰσί μοι ὀφθαλμοὶ ὥστε οὐκ ἐθέλω πομπῆας· εἰσί μοι οὔατα, διὸ ἀκούσας, ὡς ἐκπέμπομαι, ἄπειμι· εἰσί μοι καὶ πόδες ἄμφω, οὐ μὴν εἷς, ὥστε καὶ οὕτω πομποῦ τε οὐ δέομαι καὶ ἔξειμι δὲ θύραζε βαδιστικῶς· ἔστι δέ μοι καὶ νόος, οἷα μὴ ἀφραίνοντι, δι' οὗ νοέω κακὸν, ἐξ οὗ πάντες οἰχήσεσθε. Ἰστέον δὲ ὅτι τὸ οὔατα Ἰωνικὴν ἐπένθεσιν ἔχει τοῦ υ· εὐθεῖα γὰρ αὐτοῦ ἑνικὴ ὄας καθ' Ἡρῳδιανὸν, ὡς φόας. διὸ καὶ συναιρεθέντα εἰς φῶς καὶ ὦς, ἃ δὴ μόνα ἐν οὐδετέροις εἰς ως λήγει, διὰ τοῦ ταυ κλίνεται. (Vers. 366.) Τὸ δὲ, οὐδὲν ἀεικὴς, πρὸς τὸ τετυγμένος κολλᾶται, ἵνα εἴη νοῦς οὐ τετυγμένος ἀεικής. Καὶ σημείωσαι, ὡς ἔνθα κεῖται μόνον τὸ τετύχθαι ἢ τὸ τετυγμένος, τοιοῦτόν τι καὶ ἐκεῖ ἔξωθεν προσυπακούεται· οἷον τετύχθαι, οὐδὲν ἀεικῶς, καὶ τετυγμένα, οὐδὲν ἀεικῆ· ἵνα εἴη ταυτὸν τὸ εὔτυκτος καὶ τὸ τετυγμένος οὐδὲν ἀεικής. (Vers. 368.) Τὸ δὲ, οὐχ' ὑπεκφύγῃ οὐδ' ἀλέαιτο, τὴν αὐτὴν δηλοῦσιν ἔννοιαν, διπλωθεῖσαν πρὸς ἔνδειξιν τῆς τῶν μνηστήρων πανωλεθρίας. (Vers. 370.) Τὸ δὲ, ἀτάσθαλα μηχανάασθε, διὰ σαφήνειαν ἐσχημάτισται· ἄλλως γὰρ ἦν εἰπεῖν καὶ ὅτι οὔ τις ὑπεκφύγῃ ἀνδρῶν, οἳ ἀτάσθαλα μηχανόωνται. (Vers. 362.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει, ἐοίκασι νομίζειν οἱ μνηστῆρες οἴνῳ σφάλλεσθαι τὰς ὄψεις τῷ Θεοκλυμένῳ. ἐπεὶ καὶ ἀληθῶς πλανᾷ ὁ πολὺς οἶνος τὰς τῶν μεθυόντων ὄψεις, ὡς καὶ πρὸ τούτων γέγραπται. καὶ τοῦτο δηλῶν Ἀνάχαρσις ἠστεΐσατο ἐν συμποσίῳ τὸ περιφερόμενον. ἀκούσας γὰρ ὑπό του τῶν συμπινόντων, ὡς αἰσχρὰν γυναῖκα γεγάμηκεν, ἔφη· πάνυ γε κἀμοὶ δοκεῖ· ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω· δεικνύς, φασιν, ὡς ψευδεῖς δόξαι τοῖς μεθύουσιν ἕπονται. (Vers. 375.) Ὅτι ἠθοποιῶν Ὅμηρος, τί ἂν εἶπον οἱ γελοια-