# Commentarii ad Homeri Odysseam 2.243.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.243.1

σταὶ μνηστῆρες κατὰ τῶν τοῦ Τηλεμάχου ξείνων, πρῶτα μὲν θαυμάζειν αὐτοὺς ἔφη ἐπὶ τοῖς ξείνοις τοῦ Τηλεμάχου γελόωντας· εἶτα φησὶν, ὡς οὕτως ἄν τις εἶπε· Τηλέμαχε, (Vers. 376.) οὔ τις σεῖο κακοξεινώτερος ἄλλος, ἤγουν κακῶν ξείνων ὑποδοχεύς· οἷον μέν τινα τοῦτον ἔχεις ἢ ἄγεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλ' αὕτως ἄχθος ἀρούρης. ἄλλος δ' αὖ οὗτος ἀνέστη μαντεύεσθαι. (Vers. 381.) καὶ ἐπεὶ οὐδέν τι πλεῖον εἰπεῖν ἔχει τῶν ἤδη σκωπτικῶς ἐπὶ τῷ Θεοκλυμένῳ ῥηθέντων, ἐπάγει κερδαλέαν ἀξίωσιν ταύτην· ἀλλ' εἴ μοι πείθοιο, τό κεν πολὺ κέρδιον εἴη· τοὺς ξένους ἐν νηῒ βαλόντες ἐς Σικελοὺς πέμψωμεν, ὅθεν καί τοι ἄξιον ἄλφοι. καὶ αὐτοὶ μὲν οὕτως. (Vers. 384.) ὁ δ' οὐκ ἐμπάζετο μύθων· πάνυ γὰρ ἤδη περιφρονεῖ αὐτούς. (Vers. 385.) ἀκέων δὲ πατέρα προσδέρκεται, πότε ἂν μάχης κατάρξηται, ἣν καὶ ἐκεῖνος ἤδη σκέπτεται. (Vers. 381.) Σημείωσαι δὲ ὡς οἱ μὲν μνηστῆρες οὕτως ἐξουθενοῦσι τὸν ξεῖνον Ὀδυσῆα· αὐτὸς δὲ, ὅτε διοϊστεύσει τοῦ σιδήρου, ἐρεῖ· Τηλέμαχε, οὔ σε ὁ ξεῖνος ἐλέγχει καὶ τὰ ἑξῆς. Περὶ δὲ τῆς γραφῆς τοῦ κακοξεινότερος εἴτε διὰ τοῦ ω μεγάλου εἴτε καὶ διὰ μικροῦ ἡ προπαραλήγουσα, ἱκανῶς ἑτέρωθι προδεδήλωται. (Vers. 377.) Ἐπίμαστος δὲ ὁ ἐπαίτης ὡς τροφὴν μαστεύων, ὅ ἐστιν ἐπιζητῶν. διὸ ἑρμηνεύων ἐπάγει· σίτου καὶ οἴνου κεχρημένος, οὗ ἀνάπαλιν ἔχει ὁ σίτου καὶ οἴνου κεκορημένος. (Vers. 379.) Ἔμπαιος δὲ ὁ ἔμπειρος καὶ ἐντριβὴς, παρὰ τὸ παίω, ὁ πολλοῖς δηλαδὴ προσπεπαικὼς πράγμασι. καὶ νῦν μὲν ἐν ἀρχῇ στίχου ἡ λέξις κειμένη δόξοι ἂν συστέλλειν τὴν παραλήγουσαν κατὰ λόγον δακτύλου ποδός· ἐν δὲ τῇ ἑξῆς ῥαψῳδίᾳ ἐν τῷ, κακῶν ἔμπαιος ἀλήτης, ἔκδηλος ἡ διὰ διφθόγγου γραφή· διὸ καὶ ἐνταῦθα οὕτω γραπτέον καὶ μετρητέον τὴν λέξιν κατὰ πόδα σπονδεῖον ἐκ συνιζήσεως. Τὸ δὲ, ἄχθος ἀρούρης, παροιμιῶδες μέν ἐστιν· ὑποδηλοῖ δὲ τὸν βουγάϊον. (Vers. 383.) Ἐν δὲ τῷ, ἐς Σικελοὺς πέμψωμεν, ὅρα ὡς ἐγίνωσκον οἱ παλαιοὶ τοὺς Σικελούς. διὸ εἴ περ ἐκεῖ πλανᾶσθαι τὸν Ὀδυσσέα ἱστορικῶς ἐδόξαζε καὶ ὁ ποιητὴς, εἶχεν ἂν ἐπισημήνασθαι καὶ οὐκ ἂν ἐσίγησε. νῦν δὲ, ὡς καὶ προεῤῥέθη, ἑκὼν τερατευόμενος ποιητικώτερον, ἐξετόπισε τὴν πλάνην. καὶ ἐν τοῖς ἑξῆς δὲ Σικελὴ γραῦς ἱστορεῖται γυνὴ τοῦ Δολίου. διαφορὰν δέ τινές φασι Σικελιωτῶν καὶ Σικελῶν τὸ τοὺς μὲν Ἕλληνας, τοὺς δὲ βαρβάρους εἶναι. φησὶ γοῦν Αἴλιος Διονύσιος, ὅτι Ἰταλοὶ μὲν οἱ βάρβαροι, Ἰταλιῶται δὲ οἱ ἐπῳκηκότες Ἕλληνες τὴν Ἰταλίαν. οὕτω καὶ Σικελοί φησι καὶ Σικελιῶται διαφέρουσιν. οὐκέτι δὲ ἀνάλογον Θεσσαλοί, φησι, καὶ Θεσσαλιῶται πρὸς ἀλλήλους ἔχουσιν, ἀλλ' ἐκ τοῦ ἐναντίου σχεδόν. ἔθνος γάρ τι τῶν ὑπεροικούντων τὴν Θεσσαλίαν βαρβάρων Θεσσαλιῶται καλοῦνται. Ἰστέον δὲ ὅτι οἱ Σικελοὶ καὶ Σικανοὶ δοκοῦσι λέγεσθαι, ἐπεὶ καὶ Ἡρόδοτος Σικανίαν ἔοικε τὴν νῦν Σικελίαν λέγειν. Διόδωρος μέντοι διαφορὰν τούτων οἶδεν ἐν οἷς λέγει, Σικανῶν καὶ Σικελῶν. Τὸ δὲ, ἄξιον ἄλφοι, ἢ οὐδετέρως ἀντὶ τοῦ, εὑρήσει τὸ ἄξιον, ἤγουν τὴν ἀξίαν τιμὴν, ἢ κατὰ γένος ἀρσενικὸν ἐλλειπτικῶς. τὸ γὰρ τέλειον, ἄξιον ὦνον ἄλφοι, ὡς καὶ ἀλλαχοῦ ἔκειτο. Ὅτι δὲ τὸ ἄξιον καὶ ἐπὶ τοῦ εὐώνου ἔκειτο παρὰ τοῖς ὕστερον Ἀττικοῖς, δηλοῖ σαφῶς καὶ ὁ κωμικὸς ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἀξιωτέρας ἀφύας, ἤγουν εὐωνοτέρας. δῆλον δὲ ὅτι πρὸς ἐκφόβησιν ἐνταῦθα ἐξεφωνήθησαν οἱ Σικελοὶ, ὡς καὶ πρὸ τούτων ὁ Ἔχετος τῷ Ἴρῳ. εἰκὸς δὲ καὶ ἐμπορικοὺς τὰ τοιαῦτα εἶναι τοὺς Σικελοὺς, ἴσως δὲ καὶ ἀνδραποδιστάς. (Vers. 387.) Ὅτι ἀναγκαίως ἡ σοφὴ Πηνελόπη κατάντηστιν θεμένη περικαλλέα δίφρον ἀνδρῶν ἐν μεγάροις ἑκάστου μῦθον ἄκουε. πλάττει δὲ ὁ ποιητὴς τοῦτο ἐπίτηδες, ἵνα μαθοῦσα τὰ λαλούμενα ἐπισπεύσῃ τὸν διὰ τῶν πελέκεων ἄεθλον, καὶ οὕτω γένηται τὸ ἔργον τάχιον. Τὸ δὲ κατάντηστιν δηλοῖ μὲν τὸ ἀντικρύ, φασι, τοῦ ἀνδρεῶνος. πλεονασμὸν δὲ τοῦ σίγμα ἔχει ὁμοίως τῷ, προμνηστῖνοι, διὰ τὸ καλλιφωνότερον. ἄλλως γὰρ οὐκ ἀναγκαίως ἔχει τὸ σίγμα, ὡς δηλοῖ καὶ τὸ, ἐνάντητος ἐδωδή· καὶ τὸ δυσάντητος, καὶ εἴ τι ἄλλο τοιοῦτο. (Vers. 390.) Ὅτι προαναφωνῶν οἷα πείσονται πρὸς ἑσπέραν οἱ μνηστῆρες φησί· δεῖπνον μὲν τοί γε γελοίωντες τετύκοντο ἡδύ τε καὶ μενοεικὲς, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν· δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, οἷον δὴ τάχ' ἔμελλε καρτερὸς ἀνὴρ θήσειν καὶ ἡ παρ' αὐτῷ Ἀθηνᾶ φρόνησις. πρότεροι γάρ, φησιν, ἀεικέα μηχανόωντο· οὗ ἕνεκεν δηλαδὴ καὶ ὤλοντο οἷα κακῶν προκατάρξαντες. (Vers. 391.) Καὶ ὅρα τὸ, ἐπεὶ μάλα πολλὰ ἱέρευσαν· ἐξ ὧν οὐ μόνον τὸ δεῖπνον ἡδὺ καὶ μενοεικὲς, ἀλλὰ καὶ αὐτοὶ ἡδὺ γελόωντες διά τε τὸν κόρον, ὡς καὶ προδεδήλωται, καὶ διὰ τὴν ὡς εἰκὸς μέθην· ἃ δὴ καὶ αὐτὰ ἔχει τι συλλαβέσθαι τοῖς μνηστῆρσι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
