# Commentarii ad Homeri Odysseam 2.244.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.244.1

πρὸς τὴν ῥηθεῖσαν ὠχρίασιν καὶ τὸ ἄλλως εἰδεχθὲς, ἅ περ ὁ Θεοκλύμενος παρεσημειώσατο. (Vers. 390.) Τὸ δὲ, γελοίωντες τετύκοντο, βέλτιον οὕτω γράφειν. εἰ δέ που γράφεται γελώωντες διὰ τῶν δύο μεγάλων ω, νοητέον τὴν οι δίφθογγον τοῦ γελοίωντες τραπῆναι εἰς ω μέγα ὁμοίως τῷ, ἀγκώνη, ἀγκοίνη, καὶ τοῖς ὁμοίοις. (Vers. 392.) Ἀχαρίστερον δὲ τὸ ἀηδέστερον· οὗ ὁ τύπος ὡς τὸ λαλίστερον καὶ κλεπτίστερον. δῆλον δὲ ὅτι ἀντίκειται τὸ ἡδὺ, τουτέστι τὸ χαρίεν, πρὸς τὸ ἄχαρι· διὸ καὶ ἐνταῦθα ἡδὺ μὲν τὸ δεῖπνον, ὁ δὲ δόρπος ἄχαρις. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον. Ὀδυσσεὺς δὲ Εὐμαίῳ καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας αὐτὸς ἀφίησι τὸ βέλος διὰ τῶν πελέκεων, ἄλλου τεῖναι τὸ τόξον μὴ δυνηθέντος. ΟΔΥΣΣΕΙΑΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. (Vers. 1.) Ὅτι ἐξ ὧν, ὡς ἀνωτέρω ἐῤῥέθη, ἔγνω ἡ Πηνελόπη κατάντηστιν καθημένη ἀνδρῶν, φρονεῖ διὰ τῆς κατ' ἀλληγορίαν ἐν αὐτῇ Ἀθηνᾶς, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. (Vers. 3.) διὸ ἐκ τοῦ, τόξον θέμεν, τόξου θέσις ἡ παροῦσα ῥαψῳδία ἐπιγράφεται. Πολιὸς δὲ σίδηρος ὁ λευκός, φασι, τῇ σμήξει, ἢ ὁ πολιτικὸς, ἢ ὁ ἔντιμος, ἢ ὁ πολὺς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται σαφέστερον. λέγει δὲ νῦν σίδηρον τοὺς προῤῥηθέντας πελέκεας. (Vers. 4.) Τὸ δὲ ἀέθλιον οὐχ' ὑποκοριστικὸν ἀλλὰ παράγωγον, ὁμοίως τῷ, ἴσχνος ἴσχνιον. μετ' ὀλίγα οὖν ἐρεῖ· λιπόντες ἄεθλον. προαναφώνησις δὲ τὸ, καὶ φόνου ἀρχὴν, ἵνα λέγῃ ὅτι οὐκ ἄεθλός ἐστι τὸ τόξον, ὡς ἡ Πηνελόπη καὶ οἱ μνηστῆρες ἐλπίζουσιν, ἀλλὰ φόνου καταρχή. νοεῖ δὲ διὰ τῆς Ἀθηνᾶς ἡ Πηνελόπη χρῆναι ἤδη θέσθαι τόξον ἐπὶ γάμῳ, μὴ καὶ τραχυνομένων τῶν τε μνηστήρων τοῦ τε Τηλεμάχου μέγα τι γένηται κακόν. (Vers. 6.) Ὅτι ἐν τῷ, εἵλετο δὲ κληῗδ' εὐκαμπέα χειρὶ παχείῃ καλὴν, χαλκείην, κώπη δ' ἐλέφαντος ἐπῆν, ἀρχαϊκὸν εἶδος κληῗδος φράζει, καὶ οὐ κατὰ τὰ ὕστερον τρυπώμενα εἰς πολλὰς ὀπάς. ἔστι δὲ καὶ τοιούτων κληΐδων μέχρι καὶ νῦν χρῆσις, δι' ὀπῆς θύρας ἐνειρομένων καὶ μεταγουσῶν τὴν ἔνδον σειρὰν ἐπὶ ἀνοίξει τῆς θύρας. (Vers. 7.) Χαλκείην δὲ οὐ τὴν ἐκ σιδήρου κατὰ τὸ, χάλκεα ὅπλα, ἀλλὰ τὴν αὐτόχρημα χαλκῆν. διὸ καὶ καλὴν αὐτὴν ἔφη, ὃ καὶ μᾶλλον προκαλεῖται γραφὴν ἑτέραν τὴν ἔν τισιν ἀντιγράφοις, ἤγουν τὸ, καλὴν χρυσείην. χρυσῷ γὰρ μάλιστα οἰκεῖον τὸ καλόν. (Vers. 6.) Σημείωσαι δὲ τὴν κληῗδα κἀνταῦθα ἐκτείνουσαν τὸ παραλῆγον δίχρονον, ὡς καὶ ἐν τῷ, ναῦς πολυκλήϊς καὶ ταῖς ἀπὸ τούτων κινήσεσι. (Vers. 7.) Κώπην δὲ ἐλεφαντίνην τὴν λαβὴν λέγει, τοιαύτην οὖσαν διὰ τὸ τιμιώτερον· αἱ γὰρ λοιπαὶ ξύλινοι, ὡς εἰκός. οὔκουν ἐπὶ ξίφους μόνου ἡ κώπη, ἀλλ' ἰδοὺ καὶ ἐπὶ τῆς δρεπανοειδοῦς ταύτης κληῗδος τῆς καὶ διατοῦτο εὐκαμπέος ῥηθείσης· ἐπεὶ καὶ δρέπανόν που πρὸ τούτων εὐκαμπὲς ἔφη ὁ ποιητής. (Vers. 6.) Τὸ δὲ, χειρὶ παχείῃ, ἁπλῶς οὕτω κεῖται παραῤῥιφὲν ἐπὶ τῇ Πηνελόπῃ· ἀνδρὶ γὰρ μᾶλλον γενναίῳ ἐπιπρέπει ἡ παχεῖα χεὶρ, γυναικὶ δὲ τὸ λευκώλενον καὶ ῥοδόπηχυ καὶ εἴ τι τοιοῦτον. διὸ καὶ κατὰ ἀκυρολεξίαν οἱ παλαιοὶ ἐνταῦθα κεῖσθαι τὴν λέξιν φασὶν, ὡς καὶ ἐν Ἰλιάδι πλατύτερον δεδήλωται. (Vers. 2.) εἰ δὲ δαΐφρων ἡ Πηνελόπη ἐῤῥέθη που ὡς ἀνδρεία γυνὴ, ἁρμόττει ἂν αὐτῇ διατοῦτο καὶ ἡ παχεῖα χεὶρ διὰ τὸ τοῖς ἀνδρείοις τοιαῦτα ὡς ἐπιπολὺ τὰ ἀκρωτήρια εἶναι. (Vers. 9.) Ὅτι θάλαμος ἔσχατος καὶ ἐνταῦθα τὸ ταμιεῖον· ὃ καὶ βασιλικόν ἐστι διὰ τὸν βασιλέα Ὀδυσσέα, ἐν ᾧ, φησὶ, κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος· οἷς ἀνάλογον καλὴ καὶ ἡ κλείς. (Vers. 11.) ἔνθα δὲ τόξον ἔκειτο παλίντονον, περὶ οὗ καὶ Ἰλιὰς δηλοῖ, ἠδὲ φαρέτρη ἰοδόκος. (Vers. 12.) πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί. πλάττει δὲ μετ' ὀλίγα ἐν τῷ τοιούτῳ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
