# Commentarii ad Homeri Odysseam 2.245.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.245.1

θαλάμῳ καὶ ὑψηλήν τινα σανίδα, (Vers. 51.) ἔνθα χηλοὶ ἕστασαν· οὐ μεγάλαι δηλαδή τινες· ἐν αἷς θυώδεα εἵματα ἔκειτο, κειμηλιούμενα δηλαδὴ καὶ αὐτά. (Vers. 10.) εἰ καὶ ὁ ποιητὴς ἐν τῷ, χαλκός τε χρυσός τε καὶ σίδηρος, ἐσίγησεν αὐτὰ, ὥς περ ἴσως καὶ ἄργυρον καὶ ἕτερά τινα, οἷα δηλῶν κἀνταῦθα ἐξ ὀλίγων τὸ πᾶν. ἐπὶ ταύτης δὴ τῆς σανίδος βᾶσα ἡ Πηνελόπη, (Vers. 53.) ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. ἑζομένη δὲ καταῦθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος. (Vers. 57.) ἐπεὶ δὲ τάρφθη πολυδακρύτοιο γόοιο διὰ τὴν, ὡς εἰκὸς, ἀνάμνησιν τοῦ ἀνδρὸς, ἦλθεν εἰς τοὺς μνηστῆρας τόξον ἔχουσα ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην, (Vers. 60.) ᾗ καὶ πάλιν λέγει πολλοὺς ὀϊστοὺς εἶναι, παρασημειούμενος τὸ πλῆθος διὰ τὸ ἀναγκαιότατον ἐν τοῖς ἑξῆς εἶναι. (Vers. 11.) Οἰκονομικῶς δέ, φασιν, ἐν θαλάμῳ τὸ τόξον ἀπέκειτο, ἵνα τε μὴ ἀπόληται κείμενον ἐν τῷ ἀνδρῶνι πρᾶγμα τοῦτο, οὗ μάλιστα χρῄζει ὁ νῦν καιρὸς, καὶ ἵνα μή τι πάθῃ ἀμεληθὲν ἢ περὶ τὴν νευρὰν ἢ κατά τι ἕτερον μέρος· πρὸς δέ γε τὸ πιθανῶς φαινόμενον ἀπόκειται τὸ τοιοῦτον τόξον ὡς ξένιον ἐπὶ μνήμῃ φιλίας κατὰ ἔθος ἀρχαῖον. πόθεν δὲ τῷ Ὀδυσσεῖ περιῆλθεν εἰς ξένιον, ἐφεξῆς μετ' ὀλίγα ῥηθήσεται. (Vers. 9.) Τὸ δὲ, κειμήλια κεῖτο, ἐτυμολογικῶς λαλεῖται. (Vers. 10.) Πολύκμητος δὲ σίδηρος ἴσως μὲν ὁ ἀκατέργαστος, περὶ ὃν πολλὰ ἔστι καμεῖν, μάλιστα δὲ ὁ εἰς ἔργα χαλκευθεὶς πολλῷ καμάτῳ. εἰ δὲ καὶ στονόεντα ξίφη εἰσὶ τὰ τοιαῦτα ἔργα, λέγεται τὰ τοιαῦτα πολύκμητος σίδηρος, δι' οὗ πολλοὶ ἂν κάμοιεν, ὅ ἐστι θάνοιεν, κατὰ τὸ, εἴδωλα καμόντων. (Vers. 12.) Τὸ δὲ ἰοδόκος ἴσως παροξύνεται διὰ τὸ μὴ δηλοῦν πάθος ὁποῖόν τι καὶ ἡ πρωτότοκος γυνὴ καὶ ἕτερα τοιαῦτα. Τὸ δὲ, πολλοὶ δ' ἔνεσαν ὀϊστοὶ, δηλωτικόν ἐστι τοῦ, τίνα λέγει φαρέτραν, ὅτι δηλαδὴ τὸ δοχεῖον τῶν ὀϊστῶν· ὃ φθάσας διὰ μιᾶς ἐδήλωσε λέξεως, ἰοδόκον εἰπών. (Vers. 51.) Χηλοὶ δὲ καὶ ἐνταῦθα τὰ κιβώτια, ὡς καὶ ἐν Φαιακίᾳ. Θυώδεα δὲ πόθεν γίνεται, προδεδήλωται. (Vers. 53.) Τὸ δὲ ὀρεξαμένη ἀντὶ τοῦ ἁπλώσασα, ἀναταθεῖσα· ἐξ οὗ καὶ ὀργυιοῦσθαι παρὰ Λυκόφρονι. Ἐκ πασσάλου δὲ τόξον αἴρεται, διότι καὶ πασσάλου ἀπῃώρηται, ὁμοίως τῇ προδεδηλωμένῃ τοῦ Δημοδόκου φόρμιγγι. (Vers. 54.) Τὸ δὲ, αὐτῷ γωρυτῷ, Ἀττικῶς ἀντὶ τοῦ σὺν αὐτῷ γωρυτῷ. ἔστι δὲ γωρυτὸς, ὥς που καὶ προεδηλώθη, ἡ τοῦ τόξου θήκη, ὡς χωροῦσα τὸ ῥυτὸν, ὅ ἐστιν ἑλκυστὸν τόξον, ἵνα ᾖ χωρυτὸς, καὶ μεταλήψει τοῦ γάμμα γωρυτός. δῆλον δὲ ὡς προϋπόκειται, καθὰ τοῦ ῥύσαι τόξον τὸ ἐρύσαι· ὡς Ἀγαθίας· κραταιαὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες· οὕτω καὶ τοῦ ῥυτοῦ τὸ ἐρυστόν· ὅθεν ἀφαιρέσει μὲν ῥυστὸν, ἀπελεύσει δὲ τοῦ σ ῥυτόν· κατὰ τὸ, γνωστός, γνωτός· καὶ, γνωστὰ κοὐκ ἄγνωστα· καὶ ἐκβολῇ τοῦ ἡμιφώνου, γνωτὰ κοὐκ ἄγνωτα. οὕτω δὲ καὶ Νήριστον ὄρος κατὰ τὸ ἀμφήριστον, καὶ ἐκδρομῇ τοῦ σίγμα, Νήριτον. ὅτι δὲ θήκη καὶ, ὡς οἱ παλαιοί φασιν, ἔλυτρον τόξου ὁ γωρυτὸς, δηλοῖ οὐ μόνον τὸ, (Vers. 54.) ὅς οἱ περίκειτο, ἑρμηνευτικῶς ῥηθὲν ἀντὶ τοῦ πέριξ ἔκειτο καὶ περιεῖχεν ἐντὸς, ἀλλὰ καὶ τὸ, ἐκ δ' ᾕρεε τόξον ἄνακτος, ἤγουν ἐξῄρει καὶ ἐξέβαλλε γωρυτοῦ· ὃ καὶ ὅμοιόν ἐστι τῷ, ἐξείλετο ὀϊστὸν ἐν Ἰλιάδι· τουτέστι τῆς φαρέτρης ἐξήγαγε. ταυτὸν γάρ τι τὸ, ἐξῄρει τόξον γωρυτοῦ, καὶ ἐξείλετο φαρέτρης ὀϊστόν. καθεῖλε μὲν οὖν τόξον ἡ γυνὴ πασσαλόφιν αὐτῷ γωρυτῷ· ἐξελοῦσα δὲ τὸν μὲν γωρυτὸν, ὡς εἰκὸς, ἀφῆκεν ἐκεῖ, γυμνὸν δὲ τὸ τόξον τοῖς μνηστῆρσιν ἤγαγεν. ἅμα δέ φησιν αὐτῇ, (Vers. 61.) αἱ ἀμφίπολοι ἔφερον ὄγκιον, ἢ ὀγκίον παροξυτόνως. ὃ καὶ ἐφερμηνεύων φησίν· ἔνθα σίδηρος κεῖτο πολὺς καὶ χαλκὸς, (Vers. 62.) ἀέθλια τοῖο ἄνακτος, ἤγουν τοῦ βασιλέως Ὀδυσσέως· ὡς ἐν τῷ τοιούτῳ κεῖσθαι κατὰ περιοχὴν καὶ τοὺς δηλωθέντας πελέκεας. ἔστι δέ, φασιν, ὄγκιον ἀγγεῖον, ἐν ᾧ ἔκειντο ὄγκοι. λέγονται δέ, φασιν, ὄγκοι οἱ πώγωνες τῶν ἀκίδων, καθὰ δηλοῖ καὶ τὸ, ὡς οἶδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας. (Vers. 61.) ἔστι δέ, φασι, καὶ ἡ λέξις αὕτη τῶν ἅπαξ εἰρημένων παρὰ τῷ ποιητῇ· βουλόμενοι δὲ εἰπεῖν καὶ ὡς περιεκτικὴ λέξις ἐστὶ τὸ ὄγκιον, φράζουσιν ἄλλως γλαφυρώτερον, ὅτι συνακτικόν ἐστι τῶν ὄγκων ἀγγεῖον, ὡς κρεῖον τὸ κρεωδόχον ἀγγεῖον. τοῦτο δὲ ἀναγκάζοι ἂν ἴσως τὸ ὄγκιον καὶ κατὰ τὸ κρεῖον γράφεσθαι. τέως γε μὴν ὄγκιον ἡ θήκη, φασὶ, τῶν ἀκίδων· καὶ εἴρηταί, φασι, παρὰ τὸ ὀγκῶδες εἶναι. Ἰστέον δὲ ὡς εἰ καὶ ἐχρῆν προπερισπᾶσθαι τὴν λέξιν περιεκτικῷ τύπῳ κατὰ τὸ ᾠδεῖον καὶ τὸ μουσεῖον καὶ τὸ προσεχῶς ῥηθὲν κρεῖον, ἀλλ' ἡ τῶν ἀντιγράφων παράδοσις, μὴ ἔχουσα οὕτως, οὐχ' οἵα τέ ἐστι βίαν παθεῖν. ἐν μέντοι ῥητορικῷ λεξικῷ εὕρηται τὸ ὄγκιον καὶ τῇ αι διφθόγγῳ παραληγόμενον, γράφει γὰρ,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
