# Commentarii ad Homeri Odysseam 2.246.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.246.1

ὅτι ὄγκοι γωνίαι, καὶ ὄγκαιον ἀγγεῖον πλεκτὸν οἷον σπυρίς· ἐν ᾧ αἱ αἰκίδες τῶν βελῶν αἱ καὶ ὄγκοι, ὡς ἐν Ἰλιάδι. ὅθεν ἴσως, φησὶ, καὶ ὄγκος, ὁ κατὰ ἀλαζονείαν δηλαδὴ, ἐξ οὗ ἐγκύλλεσθαι τὸ καυχᾶσθαι. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἑρμηνεύων τὸ ὄγκιον οὐκ ἀρκεῖται εἰπὼν, ἔνθα σίδηρος ἔκειτο πολὺς καὶ χαλκός· ἀλλ' ἐπήγαγεν, ἀέθλια ἄνακτος, δηλῶν, ὅτι οὐχ' ἁπλῶς σιδήρου καὶ χαλκοῦ δοχεῖον τὸ ὄγκιον, ἀλλὰ καὶ τῶν χρησίμων τοῖς ἢ κατὰ μάχην ἢ ἄλλως ἀεθλεύουσιν. ἔνθα καὶ ὅρα τὸ, σίδηρος πολὺς καὶ χαλκὸς, ὡς μὴ ἐξ ἀνάγκης ἀεὶ τοῦ σιδήρου παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ χαλκοῦ νοουμένου. ἰδοὺ γὰρ ἐν τῷ νῦν δηλωθέντι ὀγκίῳ καὶ σιδηρᾶ τινὰ ἔκειντο· ἔτι δὲ καὶ χαλκᾶ, χρήσιμα καὶ αὐτὰ εἰς ἀέθλια. ὅτι δὲ ὄγκος οὐ μόνον, ὡς εἴρηται, ἀκὶς καὶ ἀλαζονεία δὲ μεταφορικῶς, ἀλλὰ καὶ βάρος σταθμητικὸν, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἔχει δὲ καὶ χρήσεις ἡ τοιαύτη λέξις. τὸ δὲ ἐξογκοῦσθαι καί τινα δηλοῖ ὄγκον εἶναι, σημαίνοντα διαπέτειαν καὶ ἄρσιν σωματικήν. ὅθεν ἴσως καὶ ὁ κατ' ἀλωζονείαν ὄγκος, ὁ φυσῶν καὶ ἐξαίρων τοὺς ἄφρονας. (Vers. 13.) Ὅτι παρεμπλέκων ὁ ποιητὴς καὶ ἐνταῦθα εὐμεθόδως ἱστορίαν, ἵνα τὸν λόγον ἀνεγείρῃ ἐκ τῆς μονοειδοῦς ὑπτιότητος, διηγεῖται περὶ τοῦ προσεχῶς ῥηθέντος τόξου, ὅθεν περιῆλθε τῷ Ὀδυσσεῖ, καὶ ἄρχεται τῆς ἱστορίας οὕτω· (Vers. 14.) τόξον καὶ φαρέτρη ἰοδόκος δῶρα, τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισιν· ὃν δὴ στίχον καὶ ὑποκαταβὰς λέγει· τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. (Vers. 17.) Ὀδυσσεὺς μὲν μετὰ χρεῖος, ἤγουν διὰ χρέος, ὅ περ αὐτῷ πᾶς δῆμος ὄφειλε. (Vers. 18.) μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν, ληϊσάμενοι δηλαδὴ, νηυσὶ πολυκλήϊσι τριηκόσια ἠδὲ νομῆας. τῶν ἕνεκα ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς, παιδνὸς ἐών. (Vers. 21.) πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. καὶ αὕτη μὲν ἡ αἰτία τοῦ ἐξ Ἰθάκης ὄντα τὸν Ὀδυσσέα ἐν Μεσσήνῃ εὑρεθῆναι. (Vers. 22.) Ἴφιτος δέ, φησιν, ἵππους διζήμενος, αἵ οἱ ὄλοντο, δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπειδὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον φῶτα Ἡρακλῆα μεγάλων ἐπιΐστορα ἔργων. (Vers. 27.) ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατο οὐδὲ τράπεζαν τὴν δὴ οἱ παρέθηκεν, ἔπειτα δὲ πέφνε καὶ αὐτόν· ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. (Vers. 31.) ταύτας τοίνυν, τὰς ῥηθείσας δηλαδὴ ἵππους, ἐρέων, τουτέστιν ἐρευνῶν, καὶ, ὡς ἀνωτέρω ἔφη, διζήμενος, ἐνταῦθα γὰρ μετὰ στίχους ὀκτὼ ἡ τῆς συντάξεως ἔστιν ἀπόδοσις, Ὀδυσῆϊ συνήντετο· δῶκε δὲ τόξον, ὃ πρὶν μὲν ἐφόρει μέγας Εὔρυτος· (Vers. 32.) αὐτὰρ ὁ παιδὶ κάλλιπεν ἀποθνήσκων ἐν δώμασιν ὑψηλοῖσι. τῷ δ' Ὀδυσσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν ἀρχὴν ξεινοσύνης προσκηδέος· (Vers. 35.) οὐδὲ τραπέζῃ, τῇ κατ' οἶκον, γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν, ὡς ἐῤῥέθη, τὸν Ἴφιτον, ὅς οἱ τόξον ἔδωκεν· ὃ, καθὰ προεῤῥέθη, οὔ ποτε Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε ᾑρεῖτο, τουτέστιν ἐλάμβανεν· ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετο ἐνὶ μεγάροισι, (Vers. 41.) φόρει δέ μιν ἧς ἐπὶ γαίης. ὡς εἴ γε μὴ τοῦτ' ἦν, ἀλλ' ἐπὶ Τροίαν ἦγε καὶ αὐτὸ, οὐκ εἶχεν ἂν ἄρτι τοιοῦτον τόξον πιθανεύσασθαι, πάντων ἐν τῷ νόστῳ ἐκπεσὼν καὶ γυμνὸς αὐτὸς περισωθείς. καὶ οὕτω μὲν διεσάφησεν ὁ ποιητὴς, ὅπως ἐν Μεσσήνῃ συνήντησαν ὁ Ἰθακήσιός τε παιδνὸς Ὀδυσσεὺς καὶ ὁ Θετταλὸς Εὐρυτίδης Ἴφιτος, εἴ γε Θετταλὸς καθ' Ὅμηρον καὶ ὁ Εὔρυτος, ὡς δηλοῖ τὸ, οἱ δ' εἶχον Τρίκκην καὶ Ἰθώμην καὶ Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, ὃς καὶ φονεύεται ἢ ὑπὸ Ἀπόλλωνος, ἐπεὶ προεκαλεῖτο ἐκεῖνον εἰς τοξείαν, ὡς ἐν τοῖς Φαίαξιν ἐδήλωσεν Ὀδυσσεύς· ἢ ὡς οἱ νεώτεροί φασιν, ὑπὸ Ἡρακλέος διὰ τὸν τῆς θυγατρὸς ἐκείνου Ἰόλης ἔρωτα, ὃν καὶ Σοφοκλῆς ἱστορεῖ. Τὰς δὲ ῥηθείσας ἵππους εἶχεν Ἡρακλῆς, οὐκ αὐτὸς ἢ ληϊσάμενος ἢ ὑφελόμενος, ἀλλ' ἑτέρωθεν κλέμμα λαβών. Αὐτόλυκος γάρ, φασιν, ὁ Ἑρμοῦ κλέψας τὰς Εὐρύτου ἵππους πέπρακε τῷ Ἡρακλεῖ. ὃς Εὔρυτος οὕτω φερωνύμως καλεῖται παρὰ τὸ εὖ ῥύειν, ὅ ἐστιν ἑλκύειν τὸ τόξον· ἄριστος γὰρ ἦν ἐν τοξόταις· ἐξ οὗ ῥύειν καὶ ὁ γωρυτὸς, ὡς ἐῤῥέθη, γίνεται. (Vers. 13.) Ὅρα δὲ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν, ὅτι ἀνέστρεψε καὶ αὐτὴν ὁ ποιητὴς οἰκείῳ ἔθει ἀκολουθῶν. ἦν γὰρ φύσει πρῶτον εἰπεῖν, διατί Ὀδυσσεύς τε ἐξ Ἰθάκης εἰς Μεσσήνην ἦλθε καὶ Εὔρυτος ἐκ Θετταλίας, καὶ οὕτω καθεξῆς προβῆναι. ὁ δὲ ἀναγκαίως προθεὶς ὡς ἐν λόγῳ προτάσεως τὸ δῶρον σχεῖν τὸν Ὀδυσσέα τὸ τόξον ἐκ τοῦ Ἰφίτου, εἶτα ὑποβάλλει τὰς ἀρχὰς, ἐπεμβαλὼν ἐκ περισσοῦ χάριν πολυμαθείας καὶ τὴν περὶ τῶν ἵππων ἱστορίαν καὶ τὴν τοῦ Ἡρακλέος ποιότητα καὶ ὑποθήκην περὶ ξενίας, ὡς μὴ δέον ὂν ἐξαθερίζειν αὐτὴν, καὶ ἀντίδοσιν αὖθις ξίφους τοῦ ἐξ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
